Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Σινδοὶ, Κιμμέριοί τε καὶ οἱ πέλας Εὐξείνοιο
- Κερκέτιοι Τορέται τε καὶ ἀλκήεντες Ἀχαιοί,
- τούς ποτʼ ἀπὸ Ξάνθοιο καὶ Ἰδαίου Σιμόεντος
- πνοιαὶ νοσφίσσαντο νότοιό τε καὶ ζεφύροιο,
- ἑσπομένους μετὰ δῆριν Ἀρητιάδῃ βασιλῆι.
- Τοῖς δʼ ἔπι ναιεταουσιν, ὁμούριον αἶαν ἔχοντες,
- Ἡνίοχοι Ζύγιοί τε, Πελασγίδος ἔκγονοι αἴης.
- Πὰρ δὲ μυχὸν Πόντοιο, μετὰ χθόνα Τυνδαριδάων,
- Κόλχοι ναιετάουσι, μετήλυδες Αἰγύπτοιο,
- Καυκάσου ἐγγὺς ἐόντες, ὃς Ὑρκάνιον περὶ πόντον
- οὔρεσιν ἠλιβάτοισιν ἀέξεται ἔνθα τε Φᾶσις,
- Κιρκαίου κατὰ νῶτον ἑλισσόμενος πεδίοιο,
- Εὐξείνου ποτὶ χεῦμα θοὴν ἀπερεύγεται ἄχνην,
- ἀρξάμενος τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.
- Τοῦ δὲ πρὸς ἀντολίην βορέην τ᾿ ἐπικέκλιται ἰσθμός,
- ἰσθμὸς Κασπίης τε καὶ Εὐξείνοιο θαλάσσης.
- Τῷ δʼ ἔπι ναιετάουσιν ἑωθινὸν ἔθνος Ἰβήρων,
- οἳ ποτε Πυρήνηθεν ἐπʼ ἀντολίην ἀφίκοντο,
- ἀνδράσιν Ὑρκανίοισιν ἀπεχθέα δῆριν ἔχοντες,
- καὶ Καμαριτάων φῦλον μέγα, τοι ποτε Βάκχον
146
147