Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ὅστε καὶ Εὐρώπην ἀποτέμνεται Ἀσίδος αἴης,
- ἐς δύσιν Εὐρώπην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.
- Τοῦ δʼ ἤτοι πηγαὶ μὲν ἐν οὔρεσι Καυκασίοισι
- τηλόθι μορμύρουσιν· ὁ δὲ πλατὺς ἔνθα καὶ ἔνθα
- ἐσσυμένος Σκυθικοῖσιν ἐπιτροχάει πεδίοισιν.
- Τοῦ δʼ ἂν, κυμαίνοντος ἀπείριτον ἐκ βορέαο,
- πηγετὸν ἀθρήσειας ἀπὸ κρυμοῖο παγέντα.
- Σχέτλιοι, οἳ περὶ κεῖνον ἐνοίκια χῶρον ἔχουσιν·
- αἰεί σφιν ψυχρή τε χιὼν κρυμός τε δυσαής·
- καὶ δέ κεν, ἐξ ἀνέμων ὁπόταν πλεῖστονκρύος ἔλθῃ,
- ἢ ἵππους θνήσκοντας ἐν ὀφθαλμοῖσιν ἶδοιο,
- ἠὲ καὶ ἡμιόνους ἢ ἀγραύλων γένος οἰῶν·
- οὐδὲ μὲν οὐδʼ αὐτοί κεν ἀπήμαντοι τελέθοιεν
- ἀνέρες, οἳ κείνχσιν ὑπαὶ ῥιπῆσι μένοιεν·
- ἀλλὰ γὰρ ἠλάσκουσιν, ὑποζεύξαντες ἀπήνας
- χώρην εἰς ἑτέρην, λείπουσι δὲ γαῖαν ἀήταις
- χειμερίοις, οἵτε σφι κακῇ θύοντες ἀέλλῃ
- γαῖάν τε κλονέουσι καὶ οὔρεα πευκήεντα.
- Τόσσοι μὲν Τάναϊν ποταμὸν περιναιετάουσιν.
- Σαυρομάτας δʼ ἐπέχουσιν ἐπασσύτεροι γεγαῶτες
145