Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἴχνεσιν ὀρθότατον· Ταῦρον δέ ἑ κικλήσκουσιν,
- οὕνεκα ταυροφανές τε καὶ ὀξυκάρηνον ὁδεύει,
- οὔρεσιν ἐκταδίοισι πολυσχιδὲς ἔνθα καὶ ἔνθα.
- Ἐκ τοῦ ἀπειρέσιοι ποταμοὶ καναχηδὰ ῥέουσιν,
- οἱ μὲν πρὸς βορέην, οἱ δʼ ἐς νότον, οἱ δʼ ἐπὶ ῥτπὴν
- εὔρου καὶ ζεφύροιο· τίς ἂν πάντʼ οὐνόματʼ εἴποι;
- Οὐ μὲν ἐπωνυμίην μίαν ἔλλαχεν, ἀλλ᾿ ἐν ἑκάστῃ
- οὔνομ᾿ ἔχει στποφάλιγγι· τὰ δ᾿ ἂν κείνοισι μέλοιτο
- ἀνδράσιν, οἳ κατὰ χῶρον ὁμούριον οἶκον ἔθεντο.
- Νῦν γε μὲν ἔθνεα πάντα διίξομαι, ὅσσ’ ἀρίδηλα
- ἐνναίει Μοῦσαι δʼ ἰθύντατον ἴχνος ἄγοιεν.
- Ἤτοι μὲν λίμνης Μαιώτιδος ἄγχι νέμονται
- αὐτοὶ Μαιῶταί τε καὶ ἔθνεα Σαυροματάων,
- ἐσθλὸν ἐνυαλίου γένος Ἄρεος· ἐκ γὰρ ἐκείνης
- ἰφθίμης φιλότητος Ἀμαδονίδων ἐγένοντο,
- τήν ποτε Σαυρομάτῃσιν ἐπʼ ἀνθρώποισι μίγησαν,
- πλαγχθεῖσαι πάτρηθεν ἀπόπροθι Θερμώδοντος.
- Τοὔνεκα καὶ παῖδες μεγαλήτορες ἐξεγένοντο,
- ὕλην ναιετάοντες ἀπείριτον, ἧς διὰ μέσσης
- συρόμενος Τάναϊς Μαιώτιδος ἐς μυχὰ πίπτει,