Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἠπείρων, ἑτέρωθεν ἀλίγκιον εἴδεϊ κώνου,
- ἑλκόμενον κατὰ βαιὸν ἐπʼ ἀντολίης μυχὰ πάσης,
- ἔνθα τε καὶ στῆλαι Θηβκιγενέος Διονύσου
- ἑστᾶσιν, πυμάτοιο παρὰ ῥόον Ὠκεανοῖο,
- Ἰνδῶν ὑστατίοισιν ἐν οὔρεσιν, ἔνθα τε Γάγγης
- λευκὸν ὕδωρ Νυσαῖον ἐπὶ πλαταμῶνα κυλίνδει.
- Ἀλλʼ οὐκ ἂν τόσσον μέγεθος πέλοι Ἀσίδος αἴης,
- οὐδʼ ἅπαν εἶδος ἔοικεν ἀλίγκιον· ἐν γὰρ ἐκείναις
- ἠπείροις εἷς πόντος ἔσω ῥόον ἡγεμονεύει,
- ἐν δʼ Ἀσίη πολὺς Ὠκεανός· τρισσοὺς γὰρ ἑλίσσων
- κόλπους κυμαίνοντας ἐρεύγεται, εἰς ἅλα βάλλων,
- Περσικὸν Ἀράβιόν τε καὶ Ὑρκάνιον βαθυδίνην·
- τοὺς δύο μέν νοτίους, τὸν δʼ ἐς βορέην ὁρόωντα,
- ἐς βορέην ὁρόωντα καὶ ἐς λίβα γείτονα πόντου
- Εὐξείνου, τόθι φῶτες ἀπείριτοι ἀμφινέμονται.
- Μέσσον δʼἀμφοτέρων χθονὸς ἄσπετος ἰσθμὸς ὁρίζει,
- τῇ καὶ τῇ μακροῖσι τιταινόμενος πεδίοισιν.
- Μέσσα γε μὴν πάσης Ἀσίης ὄρος ἀμφιβέβηκεν,
- ἀρξάμενον γαίης Παμφυλίδος ἄχρι καὶ Ἰνδῶν,
- ἄλλοτε μὲν λοξόν τε καὶ ἀγκύλον, ἄλλοτε δʼ αὖτε
144