Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- κείνοις ἀντήσειαν ἀλώμενοι· οὐ γὰρ ἐρωὴ
- λυγροῖς ἐν στομάτεσσιν, ἐπεὶ μέγα χάσμα τέτυκται·
- πολλάκι δʼ αὖ καὶ νῆα σὺν αὐτοῖς ἀνδράσι νηὸς
- κεῖνα καταβρώξειε τεράατα· τοῖς γὰρ ἀλιτροῖς
- εἰν ἁλὶ καὶ γαίη κακὰ μυρία θήκατο δαίμων.
- Ἔστι δέ τοι προτέρω Καρμανίδος ἔκτοθεν ἄκρης
- Ὤγυρις, ἔνθα τε τύμβος Ἐρυθραίου βασιλῆος·
- ἑκ τῆς δʼ ἂν περάσειας ἐπὶ στόμα Περσίδος ἅλμης,
- ὁρμηθεὶς βορέηνδε, καὶ Ἴκαρον εἰσαφίκοιο,
- Ἴκαρον εἰναλίην, ὅθι Ταυροπόλοιο θεοῖο
- βωμοὶ κνισσήεντες ἀδευκέα καπνὸν ἔχουσι.
- Τόσσας μὲν νήσους ἐπέχει ῥόος Ὠκεανοῖο
- εὐρυτέρας· ἕτεραι δέ τʼ ἀπειῤέσιαι γεγάασιν,
- αἱ μὲν ἐπὶ προχοῇσι Λιβυστίδος ἀμφιτρίτης,
- αἱ δʼ Ἀσίης, αἱ δʼ αὖτε περὶ κλίσιν Εὐρωπείης.
- Ἄλλαι δʼ ἔλλοθινῆσοι ἀπείριτοι, αἱ μὲν ὑπʼ ἀνδρῶν
- ναιόμεναι καὶ νηυσὶν ἐπήρατον ὅρμον ἔχουσαι,
- αἱ δὲ βαθύκρημνοί τε καὶ οὐ ναύτῃσιν ἑτοῖμαι,
- τῶν οὐ ῥηίδιόν μοι ἐνισπέμεν οὔνομα πασέων.
- Σχῆμα δέ τοι Ἀσίης ῥυσμὸς πέλει ἀμφοτεράων
143