Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Οὕτως Ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν,
- τοῖος ἐὼν καὶ τοῖα μετʼ ἀνδράσιν οὐνόμαθʼ ἕλκων.
- Κόλπους δἔνθακαὶ ἔνθʼ ἀπερεύγεται,εῖς ἅλα βάλλων
- ἔνδοθι· τυτθοὺς μὲν πλέονας, πίσυρας δὲ μεγίστους·
- ἤτοι μὲν πρώτιστον, ὅς ἑσπερίην ἅλα τίκτει,
- συρόμενος Λιβύηθεν ἔσω Παμφυλίδος αἴης·
- δεύτερον αὖτ· ὀλίγον μὲν, ἀτὰρ προφερέστατον ἄλλων,
- ἀποκιδνάμενος Κρονίης ἁλὸς ἐκ βορέαο
- ὅς τ Κασπίη αἰπὺ ῥέεθρον ἐπιπροΐησι θαλάσσῃ,
- ἥντε καὶ Ὑρκανίην ἕτεροι διεφημίξαντο.
- Τῶν δʼ ἄλλων, οἵτ’ εἰσὶν ἀπαὶ νοτίης ἁλὸς ἄμφω,
- εἶςμὲν ἀνώτερόςἐστι,τὸ Περσικὸν οἶδμαπροχεύων,
- ἀντία Κασπίης τετραμμένος ἀμφιτρίτης·
- ἄλλος δʼ Ἀράβιος κυμαίνεται ἔνδοθι κόλπος,
- Εὐξείνου πόντου νοτιώτερον ὁλκὸν ἑλίσσων.
- Τόσσοι μὲν κόλποι βαθυκύμονος Ὠκεανοῖο
- οἱ μείζους· ἄλλοι δέ τ᾿ ἀπειρέσιοι γεγάασιν·
- νῦν δʼ ἁλὸς ἑσπερίης ἐρέω πόρον, ἥτʼ ἐπὶ πάσας
- ἠπείρους λοξοῖσιν ἐπιστρέφεται πελάγεσσιν,
- ἄλλοτε μὲν νήσοισι περίδρομος, ἄλλοτε δʼ οὖτε
107