Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- νῆσόν κεν Θούλην εὐεργέϊ νηὶ περήσαις·
- ἔνθα μὲν, ἠελίοιο βεβηκότος ἐς πόλον ἄρκτων,
- ἤμαθ’ ὁμοῦ καὶ νύκτας ἀειφανές ἐκκέχυται πῦρ·
- λοξοτέρῃ γὰρ τῆμος ἐπιστρέφεται στροφάλιγγι,
- ἀκτίνων ἰθεῖαν ἐπὶ κλίσιν ἐρχομενάων,
- μέσφʼ ἐπὶ κυανέους νοτίην ὁδὸν αὖτις ἐλάσσῃ·
- ἀλλ’ ὁπόταν Σκυθικοῖο βαθὺν ῥόον Ὠκεανοῖο
- νηὶ τάμῃς, προτέρω δὲ πρὸς ἠῴην ἅλα κάμψῃς,
- Χρυσείην τοι νῆσον ἄγει πόρος, ἔνθα καὶ αὐτοῦ
- ἀντολίη καθαροῖο φαείνεται ἠελίοιο.
- Κεῖθεν δὲ στρεφθεὶς νοτίης προπάροιθε κολώνης,
- αἶψά κε Κωλιάδος μεγάλην ἐπὶ νῆσον ἵκοιο,
- μητέρα Ταπροβάνην Ἀσιηγενέων ἐλεφάντων,
- ᾗς ὕπερ, οὐρανίῃσιν ἀειρόμενος στροφάδεσσι,
- δινεῖται κατὰ κύκλον ἐν αἰθέρι Καρκίνος αἴθων·
- αὐτὴ δʼ εὐρυτάτη μέγεθος πέλει· ἀμφὶ δὲ πάντη
- κήτεα θῖνες ἔχουσιν, Ἐρυθραίου βοτὰ πόντου,
- οὔρεσιν ἠλιβάτοισιν ἐοικότα· τῶν δʼ ὑπὲρ ἄκρων
- τέτρηχεν νώτων περιμήκετος ὁλκὸς ἀκάνθης
- Δυσμενέων τοι παῖδες, ἑλισσόμενοι περὶ πόντον,
142