Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Γηρυόνος μετὰ πότμον ἀγήνορος· αὐτὰρ ὑπ᾿ ἄκρην
- Ἱρὴν, ἣν ἐνέπουσι κάρην ἔμεν Εὐρωπείης,
- νήσους Ἑσπερίδας, τόθι κασσιτέροιο γενέθλη,
- ἀφνειοὶ ναίουσιν ἀγαυῶν παῖδες Ἰβήρων.
- Ἄλλαι δʼ Ὠκεανοῖο παραὶ βορεώτιδας ἀκτὰς
- δισσαὶ νῆσοι ἔασι Βρετανίδες, ἀντία Ῥήνου·
- κεῖθι γὰρ ὑστατίην ἀπερεύγεται εἰς ἅλα δίνην
- Τάων τοι μέγεθος περιώσιον, οὐδέ τις ἄλλη
- νήσοις ἐν πάσῃσι Βρετανίσιν ἰσοφαρίζει.
- Ἄγχι δὲ νησίδων ἕτερος πόρος, ἔνθα γυναῖκες
- ἀνδρῶν ἀντιπέρηθεν ἀγαυῶν Ἀμνιτάων
- ὀρνύμεναι τελέουσι κατὰ νόμον ἱερὰ Βάκχῳ,
- στεψάμεναι κισσοῖο μελαμφύλλοιο κορύμβοις,
- ἐννύχιαι· παταγῆς δὲ λιγύθροος ὄρνυται ἠχή.
- Οὐχ οὕτω Θρήικος ἐπʼ ᾐόσιν Ἀψίνθοιο
- Βιστονίδες καλέουσιν ἐρίβρομον Εἰραφιώτην,
- οὐδʼ οὕτω σὺν παισὶ μελανδίνην ἀνὰ Γάγγην
- Ἰνδοὶ κῶμον ἄγουσιν ἐριβρεμέτῃ Διονύσῳ,
- ὡς κεῖνον κατὰ χῶρον ἀνευάζουσι γυναῖκες.
- Πολλὴν δὲ προτέρωσε ταμὼν ὁδὸν Ὠκεανοῖο,
140
141