Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Ἔστι δέ τις καὶ σκαιὸν ὑπὲρ πόρον Εὐξείνοιο
- ἄντα Βορυσθένεος μεγαλώνυμος εἰν ἁλὶ νῆσος
- ἡρώων· Λευκήν μιν ἐπωνυμίην καλέουσιν,
- οὕνεκά οἱ τὰ πάρεστι κινώπετα λευκὰ τέτυκται·
- κεῖθι δʼ Ἀχιλλῆός τε καὶ ἡρώων φάτις ἄλλων
- ψυχὰς εἱλίσσεσθαι ἐρημαίας ἀνὰ βήσσας·
- τοῦτο δʼ ἀριστήεσσι Διὸς πάρα δῶρον ὀπηδεῖ
- ἀντʼ ἀρετῆς· ἀρετὴ γὰρ ἀκήρατον ἔλλαχε τιμήν.
- Κιμμέριον δʼ ἄρα τοι διὰ Βόσπορον ἰθὺς ἰόντι
- ἄλλη ἀπειρεσίη νῆσος πέλει, ἢ ῥά τε λίμνης
- ἔνδοθι δεξιτερῇ Μαιώτιδος ἐστήρικται·
- ἧς ἔπι Φαιναγόρη τε καὶ εὔκτιτος Ἑρμώνασσα,
- ἔνθα τε ναιετάουσιν Ἰωνίδος ἔκγονοι αἴης.
- Αἵδε μὲν ἀνθρώποισιν ἀγακλέις εἰν ἁλὶ νῆσοι·
- ἄλλαι δʼ Ὠκεανοῖο παρὰ ῥόον ἐστεφάνωνται·
- τάων δʼ ἂν περίσημον ἐγὼ θέσιν ἐξενέποιμι,
- ὁπποτέρου τʼ ἀνέμοιο παρὰ σφυρόν ἐστιν ἑκάστη.
- Ἤτοι μὲν ναίουσι βοοτρόφον ἄμφʼ Ἐρύθειαν
- Ἄτλαντος περὶ χεῦμα θεουδέες Αἰθιοπῆες,
- Μακροβίων υἱῆες ἀμύμονες, οἵ ποθʼ ἵκοντο
138
139