Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Σκῦρός τ᾿ ἠνεμόεσσα καὶ αἰπεινὴ Πεπάπηθος·
- ἔνθεν καὶ Λῆμνος, κρχναὸν πέδον Ἠραίστοιο,
- πέπταται, ὠγυγίη τε Θάσος, Δημήτερος ἀκτή,
- Ἴμβροζ, Θρηικίη τε Σάμος, Κορυβάντιον ἄστυ.
- Αἳ δ᾿ Ἀσίης πρώτην αἶσαν λάχον, ἀμφίς ἐοῦσαι
- Δῆλον ἐκυκλώσαντο, καὶ οὔνομα Κυκλάδες εἶσί·
- ῥύσια δʼ Ἀπόλλωνι χοροὺς ἀνάγουσιν ἅπασαι,
- ἱσταμένου γλυκεροῦ νέον εἴαρος, εὖτ’ ἐν ὄρεσσιν
- ἀνθρώπων ἀπάνευθε κυεῖ λιγύφωνος ἀηδών.
- Νῆσοι δʼ ἐξείης Σποράδες περιπαμφανόωσιν,
- οἷον ὅι’ ἀνεφέλοιο διʼ ἠέρος εἴδεται ἄστρα,
- ὑγρὰ νέφη κραιπνοῖο βιησαμένου βορέαο.
- Ταὶς δ᾿ ἔπι νῆσοι ἔασιν Ἰωνίδες· ἔνθα δὲ Καῦνος
- καὶ Σάμος ἱμερόεσσα, Πελασγίδος ἕδρανον Ἥρης,
- καὶ Χίος ἠλιβάτοιο Πελινναίου ὑπὸ πέζαν.
- Κεῖθεν δ᾿ Αἰολίδων ἀωαφαίνεται οὔρεα νήσων,
- Λέσβου τ᾿ εὐρυχόροτο καὶ ἱμερτῆς Τεωεδοιο.
- Κεῖθι Μέλας καὶ κόλπος ἐφʼ Ἑλλήσποντον ἵησιν
- ἀφρὸν ἐρευγόμενος· βορέην δʼ ἐπὶ πολλὸν ἰόντι
- πέπταται ἔνθα καὶ ἔνθα Προποντίδος οἶδμα θαλάσσης.
136
137