Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Κρήτη τιμήεσσα, Διὸς μεγάλοιο τιθήνη,
- πολλή τε λιπαρή τε καὶ εὔβοτος, ἧς ὕπερ Ἴδη,
- Ἴδη, καλλικόμοισιν ὑπὸ δρυσὶ τηλεθόωσα
- καὶ τῆς τοι μέγεθος περιώσιον. Ἄντα δὲ πέζης
- Αἰγυπτίης Ῥόδος ἐστὶν, Ἰηλυσίων πέδον ἀνδρῶν
- Πρόσθε δὲ Σουνιάδος κορυφῆς, ἐφύπερθεν Ἀβάντων,
- φαίνονται Σαλαμίς τε καὶ Αἰγίνης πτολίεθρον.
- Κύπρος δʼ εἰς αὐγὰς Παμφυλίου ἔνδοθι κόλπου
- κλύζετʼ, ἐπήρατον ἄστυ Διωναίης Ἀφροδίτης·
- Τὴν δὲ μέτʼ ἀντολίηνδε Χελιδόνιαι γεγάασι.
- τρεῖς νῆσοι μεγάλης Παταρηΐδος ἔνδοθεν ἄκρης.
- ἄγχι δὲ Φοινίκης Ἄροδος μεγάλῳ ἐνὶ πόντῳ.
- Θηητὸς δέ τίς ἐστι βαθὺς πόρος Αἰγαίοιο,
- ἐντὸς ἔχων ἑκάτερθεν ἀπειρεσίων στίχα νήσων,
- ὅσσον ἐπὶ στεινωπὸν ὕδωρ Ἀθαμαντίδος Ἕλλης,
- Σηστὸς ὅπη καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο.
- Εὐρώπης δʼ αἱ μὲν λαιῆς ὑπὸ νεύματι χειρὸς
- ῥώονθʼ ἑξείης, Ἀσίης δʼ ἐπὶ δεξιὰ κεῖνται,
- μῆκος ἐπ’ ἀρκτῴοιο τιταινόμεναι βορέαο.
- Εὐρώπης δ᾿ ἤτοι μὲν Ἀβαντιὰς ἔπλετο Μάκπις,
135