Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Ἀλλʼ ὁπότ’ Ἀδριάδος σκαιὸν πόρον ἀμφιτρίτης
- εἰσελάσῃς ἐπὶ νηός, Ἰηπυγίην ἐπὶ γαῖαν,
- δήεις ἰφθίμου Διομήδεος αὐτίκα νῆσον,
- ἔνθʼ ἥρως ἀφίκανε, χαλεψαμένης Ἀφροδίτης,
- ὁππότε τριλλίστων μετεκίαθεν ἔθνος Ἰβήρων,
- ἧς ἀλόχου βουλῇσι κακόφρονος Αἰγιαλείης.
- Ἑξείης δὲ πόροιο πρὸς αὐγὰς ἠελίοιο
- Ἀψύρτου νήσων ἀναφαίνεται ἄσπετος ὁλκός,
- τάς ποτε Κόλχων υἷες ἐπέδραμον, εὖτ’ ἐμόγησαν
- ἴχνια μαστεύοντες ἀλήμονος Αἰητίνης.
- Ἑξείης δʼ ἐπὶ τῇσι Λιβυρνίδες ἐρρίζωνται.
- Πρὸς δὲ νότον μετὰ δρυμὰ Κεραύνια νηὶ θεούσῃ
- νῆσοί κεν φαίνοιντο περαιόθεν Ἀμπρακιήων
- καὶ λιπαρὴ Κέρκυρα, φίλον πέδον Ἀλκινόοιο.
- Τῇ δʼ ἔπι Νηρικίης Ἰθάκης ἕδος ἐστήρικται,
- νήσων τʼ ἀλλάων, ὅσσας τʼ ἀπὸ Χαλκίδος ἕρπων
- δίνης ἀργυρέῃς Ἀχελώιος ἀμφὶς ἑλίσσει.
- Πολλ αὶ δʼ Ἀμνισοὶο βορειότεραι ὁρόωνται,
- Αἴγιλά τ’ ἠδὲ Κύθηρα Καλαύριά τε τρηχεῖα·
- Κάρπαθος αὖθʼ ἑτέρωθι ποτὶ ζόφον· ἐγγύθι δʼ αὐτῆς
133
134