Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Τὴν δὲ μετʼ Αἰόλου εἰσὶ περίδρομοι εἰν ἁλὶ νῆσοι,
- Αἰόλου Ἱπποτάδαο, φιλοξείνου βασιλῆος,
- Αἰόλου, ὅς θηητὰ μετʼ ἀνδράσιν ἔλλαχε δῶρα,
- κοιρανίην ἀνέμων κλονεόντων θʼ ἱσταμένων τε.
- Ἑπτὰ δέ οἱ ταί γ᾿ εἰσίν,ἐπώνυμοι ἀνδράσι Πλωταί,
- οὕνεκα μέσσον ἔχουσι περίπλοον ἀμφιέλικτον.
- Τρινακίη δʼ ἐπὶ τῇσιν ὑπὲρ πέδον Αὐσονιήων ·
- ἐκτέταται, πλευρῇσιν ἐπὶ τρισὶν ἑστηκυῖα·
- ἄκρα δέ οἱ Πάχυνός τε Πελωρίς τε Λιλύβη τε.
- Ἀλλʼ ἤτοι Λιλύβη μὲν ἐπὶ ῥιπὴν ζεφύροιο
- εἰσανέχει, Πάχυνος δὲ πρὸς αὐγάς, αὐτὰρ ἐπʼ ἄρκτους
- ἠνεμόεσσα Πελωρὶς, ἐς Αὐσονίην ὁρόωσα.
- Τῆς μὲν πρὸς βορέην ὀλοὴ ναύτῃσι κέλευθος,
- στεινή τε σκολιή τε καὶ ἄσχετος, ἧχι θάλασσα
- συρομένη μακρῇσι περιβρέμεται σπιλάδεσσιν,
- Ἀονίῳ τμηθεῖσα πολυγλώχινι σιδήρῳ.
- Πρὸς δὲ νότον Λιβυκός τε πόρος καὶ Σύρτιδος ἀρχὴ
- τῆς ἑτέρης· ἑτέρην δʼ ἂν ἴδοις προτέρωσε περήσας,
- ἑσπερίην· τῆς πρόσθε δύω νησῖδες ἔασι,
- Μῆνιγξ καὶ Κέρκιννα, Λιβυστικὸν ὅρμον ἔχουσαι.
132