Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Τῷ πάρα Πυθῶνος θυόεν πέδον, ᾗχι δράκοντος
- Δελφύνης τριπόδεσσι θεοῦ παρακέκλιται ὁλκός,
- ὁλκός, ἀπειρεσίῃσιν ἐπιφρίσσων φολίδεσσι,
- νηῷ ἐν ἱμερτῷ,τόθι πολλάκις αὐτὸς Ἀπόλλων,
- ἢ ἀπὸ Μιλήτου ἠὲ Κλάρου ἄρτι βεβηκώς,
- ἱστάμενος χρυσέης ἀναλύεται ἄμμα φαρέτρης.
- Ἀλλʼ ὁ μὲν ἱλήκοι· σὺ δέ μοι, Διὸς, ἔννεπε, Μοῦσα,
- νήσων πασάων ἱερὸν πόρον, αἵτʼ ἐνὶ πόντῳ
- ἀνδράσι ναίονται, τετραμμέναι ἄλλυδις ἄλλαι.
- Ἤτοι μὲν κατὰ μέσσον ὑφεσπερίων στηλάων
- ἐσχατόωντα Γάβειρα φαείνεται ἀνθρώποισι,
- νήσου ἐπ’ ἀμφιρύτης, ἐπὶ τέρμασιν Ὠκεανοῖο.
- Ἐνθάδε Φοινίκων ἀνδρῶν γένος ἐνναίουσιν,
- ἁζόμενοι μεγάλοιο Διὸς γόνον Ἡρακλῆα·
- καὶ τὴν μὲν ναετῆρες, ἐπὶ προτέρων ἀνθρώπων
- κλῃζομένην Κοτινοῦσαν, ἐφημίξαντο Γάδειρα.
- Νῆσοι δʼ ἑξείης Γυμνήσιαι· ἄγχι δὲ Βοῦσος,
- Σαρδώ τʼ εὐρυτάτη καὶ ἐπήρατος εἰν ἁλὶ Κύρνος,
- ἥν ῥά τε Κορσίδα φῶτες ἐπιχθόνιοι καλέουσιν·
- ὕλῃ δʼ ἀμφιλαφὴς οὔτις τόσον, ὅσσον ἐκείνη.
131