Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἥ τʼ Ἐφύρης ἀντικρὺ ποτὶ ζόφον, ἥ τε πρὸς αὐγὰς
- ἑλκομένη, τὴν μέν τε Σαρωνίδα κικλήσκουσιν.
- Νέρθε γε μὴν Ἰσθμοῖο πρὸς αὐγὰς Ἀττικὸν οὖδας,
- τοῦ διὰ θεσπεσίου φέρεται ῥόος Ἰλισσοῖο,
- ἔνθεν καὶ Βορέης ποτʼ ἀνήρπασεν Ὠρείθυιαν.
- Τῷ δʼ ἔπι Βοιωτῶν τε πέδον καὶ Λοκρὶς ἄρουρα·
- Θεσσαλίη δʼ ἐπὶ τοῖσι, Μακηδονίης τε πόληες.
- Ταῖς δʼ ἔπι φαίνονται κορυφαὶ χιονώδεος Λἵμου
- Θρηικίου· τοῦ δʼ ἄντα ποτὶ ῥιπὴν ζεφύροιο
- Δωδώνης ἤπειρος ἀπείριτος ἐκτετάνυσται.
- Τῆς δʼ ὕπερ ἐς νότον εἶσι, μετὰ σκοπιήν Ἀρακύνθου,
- ἀνδρῶν Αἰτωλῶν πεδίον μέγα· τοῦ διὰ μέσσου
- σύρεται ὁλκὸν ἄγων Ἀχελώιος ἀργυροδίνης,
- Τρινακίης ἐπὶ πόντον ἑλισσόμενος διὰ μέσσων
- νήσων, ἃς καλέουσιν Ἐχινάδας, ᾗσιν ὁμούρων
- ἕσπεται ἄλλυδις ἄλλα Κεφαλλήνων πτολίεθρα.
- Τῷ δ᾿ ἔπι Φωκὶς ἄρουρα, πρὸς ἀντολίην τε κοὶ ἠῶ
- ἑλκομένη βορέηνδε κατὰ στόμα Θερμοπυλάων,
- Παρνησοῦ νιφόεντος ὑπὸ πτυχί· τῆς διὰ μέσσης
- Κηφισοῦ μέγα χεῦμα κατερχόμενον κελαρύζει.
130