Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Αἰγαίῃ Σικελῇ τʼ ἄνεμον δέ τοι ἔλλαχʼ ἑκάστη,
- ἑσπέρτον Σικελὴ, τόν τε ζέφυρον καλέουσιν,
- Αἰγαίη δʼ εὖρον. Πέλοπος δʼ ἐπὶ νῆσος ὀπηδεῖ,
- εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ.
- Ἄκρῳ μὲν γὰρ ἔοικεν ἐεργόμενος στενὸς Ἰσθμὸς
- πρὸς βορέην,καὶ ξυνὸν ἐφ’ Ἑλλάδος ἴχνος ἐρείδων·
- φύλλῳ δʼ ἤπειρος πολυδινήτῳ περίμετρος,
- κόλποις εἰναλίοις ἐστεμμένη ἔνθα καὶ ἔνθα.
- Τῆς μὲν πρὸς ζεφύροιο Τριφυλίδος ἤθεα γαίης,
- ἔνθʼ ἐρατεινότατος ποταμῶν Ἀλφειὸς ὁδεύει,
- σχιζόμενος προχοῇσι Μεσηνίου Εὐρώταο,
- οἵτ’ ἄμφω Ἀσέηθεν ἀναβλύζουσι ῥέεθρα·
- ἀλλʼ ὁ μὲν Ἠλείων, ὁ δʼ Ἀμυκλαίων χθόνα τέμνει.
- Καδδὲ μέσην νῆσον κοίλην χθόνα ναιετάουσιν
- Ἀρκάδες Ἀπιδκνῆες ὑπὸ σκοπιὴν Ἐρυμάνθου,
- ἔνθα Μέλας, ὅθι Κρᾶθις, ἵνα ῥέεὶ ὑγρὸς Ἰάων,
- ἧχι καὶ ὠγύγιος μηκύνεται ὕδασι Λάδων.
- Ἀγχοῦ δʼ Ἀργείων ἄροσις καὶ γαῖα Λακώνων,
- ἡ μὲν ἐς ἀντολίην, ἡ δʼ ἐς νότον εἰσορόωσα.
- Δοιαὶ δʼ Ἴσθμια νῶτα περιβρομέουσι θάλασσαι,
128
129