Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Κασπίης τε μεσηγὺ καὶ Εὐξείνοιο Οκλάσσης·
- κεῖνον δ᾿ Εὐρώπης Ἀσίης θ΄ ὅρον ηὐδάξαντο·
- ἄλλος δʼ αὖ μακρὸς καὶ ἀθέσφατος ἐς νότον ἕρπει,
- Ἀραβίου κόλποιο καὶ Αἰγύπτοιο μεσηγὺ,
- ὅς ῥά τε νοσφίζει Λιβύην Ἀσιήτιδος αἴης.
- Τοῖα μὲν ἀμφʼ οὔροισι βροτοὶ διεφημίξαντο·
- πάντη δʼ ἀκαμάτου φέρεται ῥόος Ὠκεανοῖο,
- εἷς μὲν ἐὼν, πολλῇσι δʼ ἐπωνυμίῃσιν ἀρηρώς·
- ἤτοι ὁ μὲν Λοκροῖο παρʼ ἐσχατιὴν ζεφύροιο
- Ἄτλας ἑσπέριος κικλήσκεται, αὐτὰρ ὕπερθεν
- πρὸς βορέην, ἵνα παῖδες ἀρειμανέων Ἀριμασπῶν,
- πόντον μιν καλέουσι πεπηγότα τε Κρόνιόν τε·
- ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν εἵνεκ’ ἀφαυροῦ
- ἠελίου· βράδιον γὰρ ὑπεὶρ ἔλα τήνδε φαείνει,
- αἰεὶ δὲ σκιερῇσι παχύνεται ἐν νεφέλῃσιν·
- αὐτὰρ ὅθι πρώτιστα φαείνεται ἀνθρώποισιν,
- ἠῷον καλέουσι καὶ Ἰνδικὸν οἶδμα θαλάσσης·
- ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθόπιον καλέουσιν
- πρὸς νότον· ἔνθα δὲ πολλὸς ἀοικήτου χθονὸς αὐλὼν
- ἐκτέταται, μαλεροῖσι κεκαυμένος ἠελίοισιν.
106