Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- πόντον ἐς ἀγχίπορον Ἀκυλήιον· ἔνθα νένασται
- ἄστυ Τεγεστραίων, μυχάτοις ἐπὶ πείρασι πόντου.
- Τόσσα μὲν Αὐσονίην περιβόσκεται ἔθνεα γαῖαν.
- Κεῖθεν δʼ εἰς αὐγὰς στρεπτὴν ἀπερεύγεται ἅλμην,
- θῖνας ὑποξύουσα Λιβυρνίδας, ἀμφί τʼ ἐρυμνὴν
- Ὑλλήων χθόνα πᾶσαν, ὅση παρακέκλιται ἰσθμῷ
- Βουλίνων τ' ἀκταῖς· ἐπὶ δ'ἄσπιτον ὁλκὸν γουσα,
- Ἰλλυρικὴν περὶ χέρσον ἐλίσσεται ἄχρι κολώνης,
- οὐρέων τʼ ἠλιβάτων, τὰ Κεραύνια κικλήσκουσιν.
- Κεῖνον δʼ ἂν περὶ κόλπον ἴδοις ἐρικυδέα τύμβον,
- τύμβον, ὃν Ἁρμονίης Κάδμοιό τε φῆμις ἐνίσπει
- κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν δέμας ἠλλάξαντο,
- ὁππότ ἀπʼ Ἰσμηνοῦ λιπαρὸν μετὰ γῆρας ἵκοντο.
- Ἔνθα σφιν τέρας ἄλλο θεοὶ θέσαν· ἀμφὶ γὰρ αἶαν
- κείνην ἀμφοτέρωθεν ἐρηρέδαται δύο πέτραι,
- αἵτ’ ἄμφω ξυνίασι δονεύμεναι, εὖτέ τις ἀρχὴλον
- γίγνεται ἐνναέτησι κυλινδομένοιο κακοῖο.
- Πρὸς δὲ νότον,μάλα πολλὸνὑπέρ Θρῄκην ἐρίβω·
- Ὡρικίην θʼ ὑπῖρ αΐαν, ἐρείδεται Ἑλλάδος ἀρχή,
- πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,
127