Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- φαίνονται προχοαὶ Πευκεντίνου Σιλάροιο·
- ἄγχι δὲ Λευκανοὶ καὶ Βρέντιοι ἄνδρες ἔασι,
- τοσσάτιον ναίοντες, ὅσον Λευκὴν ἐπὶ πέτρην.
- Κεῖθεν δʼ ἐς βορέην Ζεφύρου παραφαίνεται ἄκρη·
- τῇ δʼ ὕπο Λοκροὶ ἔασιν, ὅσοι προτέροις ἐτέεσσιν
- ἦλθον ἐπʼ Αὐσονίην, σφετέρης μιχθέντες ἀνάσσῃς,
- τῶν καὶ νῦν γένος ἐστὶν ἐπὶ προχοῇσιν Ἄληκος.
- Τοὺς δὲ μέθʼ ἑξείης Μεταπόντιοι· ἐγγύθι δέ σφεων
- ἱμερτὸν πτολίεθρον ἐϋστεφάνοιο Κρότωνος,
- ναιόμενον χαρίεντος ἐπ’ Αἰσάρου προχοῇσιν,
- ἔνθα κεν αἰπὺν ἴδοιο Λακινιάδος δόμον ἽΙρης.
- Ἔστι δέ τοι κἀκεῖθι, Διὸς μέγα χωσαμένοιο,
- δειλαίη Σύβαρις, ναέτας στενάχουσα πεσόντας,
- μηναμένους ὑπὲρ αἶσαν ἐπʼ Ἀλφειοῦ γεράεσσιν.
- Σαυνῖται δʼ ἐπὶ τοῖσι μέσην χθόνα ναιετάουσι
- καὶ Μαρσῶν θοὰ φῦλα· Τάρας δʼἁλὸς ἐγγύθιναίει,
- ἥν ποτʼ Ἀμυκλαίων ἐπολίσσατο καρτερὸς Ἄρης.
- Ἑξείης δʼ ἐπὶ τοῖσι Καλαβρίδος ἤθεα γαίης,
- φῦλά τ᾿ Ἰηπύγων τετανυσμένα μέσφ᾿ Ὑριοιο
- παραλίης Ὑρίου, τόθι σύρεται Ἀδριὰς ἃλμη