Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ὀρθὸν, ἅτʼ ἐκ στάθμης ἰθυμμένον· οὐκ ἂν ἐκεῖνο
- ἴδρις μωμήσαιτο σοφῆς ὑποεργὸς Ἀθήνης·
- ὅν ῥά τε κικλήσκουσιν Ἀπέννιον· ἐκ δὲ βορείης
- Ἄλπιος ἀρχόμενος Σικελὴν ἐπὶ πορθμίδα λήγει.
- Πολλὰ δέ οἱ φῦλʼ ἀμφί, τά τοι ῥέα πάντʼ ἀγορεύσω,
- ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο·
- Τυρσηνοὶ μὲν πρῶτ᾿ ,ἐπὶ δέ σφισι φῦλα Πελασγῶν,
- οἳ ποτε Κυλλήνηθεν ἐφ’ ἑσπερίην ἅλα βάντες,
- αὐτόθι ναιήσαντο σὺν ἀνδράσι Τυρσηνοῖσιν.
- Τοῖς δʼ ἔπι μέρμερον ἔθνος ἀγαυῶν ἐστι Λατίνων,
- γαῖαν ναιετάοντες ἐπήρατον, ἧς διὰ μέσσης
- Θύμβρις ἑλισσόμενος καθαρὸν ῥόον εἰς ἅλα βάλλει,
- Θύμβρις ἐϋρρείτης, ποταμῶν βασιλεύτατος ἄλλων,
- Θύμβρις, ὃς ἱμερτὴν ἀποτέμνεται ἄνδυχα Ῥώμην,
- Ῥώμην τιμήεσσαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων,
- μητέρα πασάων πολίων, ἀφνειὸν ἔδεθλον.
- Τῇ δʼ ἔπι Καμπανῶν λιπαρὸν πέδον, ᾗχι μέλαθρον
- ἁγνῆς Παρθενόπης, σταχύων βεβριθὸς ἀμάλλαις,
- Παρθενόπης, ἣν πόντος ἑοῖς ὑπεδέξατο κόλποις.
- Πρὸς δὲ νότον,μάλα πολλὸν ὑπὲρ Σειρηνίδαπέτρην,