Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- πρὸς δὲ νότον Γέρραι καὶ Νωρίκιʼ ἄστεʼ ἐρυμνά,
- Παννόνιοι, Μυσοί τε, βορειότεροι Θρηίκων,
- αὐτοί τε Θρήικες, ἀπείρονα γαῖαν ἔχοντες,
- οἱ μὲν ἐπὶ προβολῇσι Προποντίδος ἀμφιτρίτης,
- οἱ δ᾿ ὑπὲρ Ἑλλήσποντον ἀγάρροον, οἱ δʼ ὑπὲρ αὐτῆς
- Αἰγαίης βαθὺ κῦμα πολυφλοίσβοιο θαλάσσης.
- Ἔνθα μελισσοβότοιο κατὰ σκοπιὰς Παλλήνης
- φύεται ἀστέριος καλὸς λίθος, οἷά τις ἀστὴρ
- μαρμαίρων, λύχνις τεπυρὸς φλογὶ πάμπαν ὁμοῖος.
- Ἴστρον μὲν ποταμὸν τόσσοι περιναιετάουσιν·
- φράζεο δʼ Εὐρώπης λοιπὸν πόρον, ὅστ’ ἐπὶ τρισσὴν
- ἐκτέταται κρηπῖδα πρὸς ἠῶ, τὴν μὲν Ἰβήρων,
- τὴν δὲ Πανελλήνων, τὴν δʼ ἐσθλῶν Αὐσονιήων.
- Ἀλλʼ ἤτοι πυμάτη μὲν ἀγαυῶν ἐστιν Ἰβήρων,
- γείτων Ὠκεανοῖο πρὸς ἑσπέρου· ἐν δέ οἱ ἄκμη
- στηλάων Ἀλύβη κεῖται μία· τῆς δʼ ὑπένερθεν
- Ταρτησὸς χαρίεσσα, ῥυηφενέων πέδον ἀνδρῶν,
- Κεμψοί θ᾿ , οἳ ναίουσιν ὑπαὶ πόδα Πυρηναῖον.
- Μέσση δʼ ἀμφοτέρων παραπέπταται Αὐσονὶς αἶα,
- πουλυτενής· τὴν μέν τε μέσην ὄρος ἄνδυχα τέμνει
122
123
124