Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- πενταπόροις προχοῇσιν ἑλισσόμενος περὶ Πεύκην.
- Τοῦ μέν πρὸς βορέην τετανυσμένα φῦλα κέχυνται
- πολλὰ μάλʼ ἑξείης Μαιώτιδος ἐς στόμα λίμνης.
- Γερμανοὶ Σαμάται τε Γέται θʼ ἅμα Βαστάρναι τε,
- Δακῶν τʼ ἄσπετος αἶα καὶ ἀλκήεντες Ἀλανοί,
- Ταῦροί θ᾿ , οἳ ναίουσιν Ἀχιλλῆος δρόμον αἰπύν,
- στεινὸν ὁμοῦ δολιχόν τε, καὶ αὐτῆς ἔς στόμα λίμνης.
- Τῶν δʼ ὕπερ ἐκτέταται πολυΐππων φῦλον Ἀγαυῶν·
- ἔνθα Μελάγχλαινοί τε καὶ ἀνέρες Ἱππημολγοί,
- Νευροί θʼ Γππόποδές τε Γιλωνοί τ᾿ ἠδ᾿ Ἀγαθυρεὸις
- ᾗχι Βορυσθένεος ποταμοῦ τετανυσμένον ὕδωρ
- μίσγεται Εὐξείνῳ, Κριοῦ προπάροιθε μετώπου,
- ὀρθὸν ἐπὶ γραμμῇ κατεναντία Κυανεάων.
- Κεῖθι καὶ Ἀλδήσκοιο καὶ ὕδατα Παντικάπαο
- Ῥιπαίοις ἐν ὄρεσσι διάνδυχα μορμύρουσι.
- Τῶν δὲ παρὰ προχοῇσι πεπηγότος ἐγγύθι πόντου
- ἡδυφαὴς ἤλεκτρος ἀέξεται, οἷά τις αὐγὴ
- μήνης ἀρχομένης· ἀδάμαντά τε παμφανόωντα
- ἐγγύθεν ἀθρήσειας ὑπὸ ψυχροῖς Ἀγαθύρσοις.
- Ἴστρου μὲν τοσσοίδε βορειότεροι γεγάασιν·
120
121