Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Τῆς ἤτοι πυμάτην μὲν ὑπὸ γλωχῖνα νέμονται
- ἀγχοῦ στηλάων μεγαθύμων ἔθνος Ἰβήρων,
- μῆκος ἐπʼ ἠπείρου τετραμμένονγᾖχ βόρετίου
- Ὠκεανοῦ κέχυται ψυχρὸς ῥόος, ἔνθα Βρετανοὶ
- λευκά τε φῦλα νέμονται ἀρειμανέων Γερμανῶν,
- Ἑρκυνίου δρυμοῖο παραθρώσκοντες ὀρόγκους.
- Ἤπειρον κείνην ἰκέλην ἐνέπουσι βοείῃ.
- Τοῖς δ᾿ ἔπι Πυρηναῖον ὄρος καὶ δώματα Κελτῶν,
- ἀγχόθι πηγάων καλλιρρόου Ἠριδανοῖο,
- οὖ ποτʼ ἐπὶ προχοῇσιν ἐρημαίην ἀνὰ νύκτα
- Ἡλιάδες κώκυσαν, ὀδυρόμεναι Φαέθοντα
- κεῖθι δὲ Κελτῶν παῖδες, ὑφήμενοι αἰγείροισι,
- δάκρυʼ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο.
- Τὸν δὲ μέθʼ ἑξείης Τυρσηνίδος ἤθεα γαίης·
- τῆς δὲ πρὸς ἀντολίην ἀναφαίνεται Ἄλπιος ἀρχή,
- τῆς διὰ μεσσατίης κατασύρεται ὕδατα Ῥήνου
- ὑστάτιον ποτὶ χεῦμα βορειάδος ἀμφιτρίτης.
- Ῥήνῳ δʼ ἑξιίης ἐπιτέλλεται ἱερὸς Ἴστρος,
- Ἴστρος, ἐς ἀντολίην τετραμμένος ἄχρι θαλάσσης
- Εὐξείνου, τόθι πᾶσαν ἐρεύγεται ὕδατος ἄχνην,
118
119