Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Πηλῆος πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν
- ἔξοχα ναυτιλίης δεδαημένοι. Οὐ μὲν ἐκεῖνοι
- ἀνέρες ἐν Λιβύεσσιν ἀρίθμιοι ἦ γὰρ ἐς αὐγὰς
- ἑπταπόρου Νείλοιο νενασμένον ἔλλαχον ἄστυ·
- ἄλλοι δὲ πλεῖστοι τήνδε χθόνα ναιετάουσιν·
- οἱ μὲν ἐπʼ Ὠκεανῷ, οἱ δʼ ἠπείρους ἀνὰ μέσσας,
- οἱ δʼ ἀμφʼ εὐρείης Τριτωνίδος ὕδατα λίμνης.
- ἥτε μέση Λιβύης ἀμφέλκεται εὐρέα κόλπον.
- Τοίη μὲν Λιβύης μορφὴ καὶ σχῆμα τέτυκται
- εἰ δὲ καὶ Εὐρώπης ἐθέλεις τύπον, οὔ τί σε κεύσω.
- Ωὐτὸς μὲν Λιβύης ῥυσμὸς πέλει, ἀλλὰ μετʼ ἄρκτους
- ἔστραπται, καὶ τοῖος ἐπʼ ἀντολίην πάλιν ἕρπει,
- οἷος καὶ νοτίης Λιβύης ἐπὶ τέρμα βέβηκεν·
- ἄμφω δʼ ἶσον ἔχουσιν ἐπʼ Ἀσίδα νείατον ἴχνος,
- ἡ μὲν πρὸς βορέην, ἡ δʼ ἐς νότον. Εἰ δέ κε θείης
- ταύτας ἀμφοτέρας γαῖαν μίαν, ἦ κεν ἐπιπρὸ
- σχῆμα πέλοι κώνου πλευρῇς ἴσον ἀμφοτέρῃσιν,
- ὀξὺ μὲν ἑσπέριον, πλατὺ δʼ ἀντολίην ὑπὸ μέσσην.
- Τοὔνεκά μοι, τοιοῦτον ἰδὼν πόρον ἀμφοτεράων
- ἠπείρων, ῥέα τέρμα κιχήσεαι Εὐρωπείης.
117