Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- εὔβοτος εὐλείμων τε καὶ ἀγλαὰ πάντα φέρουσα.
- Σχῆμα μὲν οὖν τρισσῇσιν ἐπὶ πλευρῇσι βέβηκεν,
- εὐρὺ μὲν ἀμφʼ ἀκτὰς βορεήτιδας, ὀξὺ δʼ ἐπʼ ἠ
- ἑλκόμενον καὶ μέχρι βαθυκρήμνοιο Συήνης,
- οὔρεσιν ἀμφοτέροισι περισκεπέεσσιν ἐρυμνόν,
- τῶν μέσα καλλιρόοιο κατέρχεται ὕδατα Νείλου.
- Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
- ἠμὲν ὅσοι Θήβην ἐρικυδέα ναιετάουσιν,
- Θήβην ὠγυγίην, ἑκατόμπυλον, ἔνθα γεγωνὼς
- Μέμνων ἀντέλλουσαν ἑὴν ἀσπάζεται Ἠῶ·
- ὅσσοι θʼ ἑπτάπολιν μεσάτην ἤπειρον ἔχουσιν,
- ἦδʼ ὅσσοι νοτερῇσιν ἐπʼ ἠιόνεσσι θαλάσσης
- παραλίην ναίουσιν ἔσω Σερβωνίδος ἅλμης.
- Τῆς πρὸς μὲν ζεφύροιο Μακηδόνιον πτολίεθρον,
- ἔνθα Σινωπίταο Διὸς μεγάλοιο μέλαθρον,
- χρυσῷ τιμήεντι κεκασμένον. Οὐκ ἂν ἐκείνου
- νηὸν ἐν ἀνθρώποισι θεώτερον ἄλλον ἴδηαι,
- οὐδὲ μὲν ἀφνειὴν ἑτέρην πόλιν, ᾗχί τε μακραί
- φαίνονται σκοπιαὶ Παλληνίδος Εἰδοθεείης.
- Τὴν δὲ μέτʼ ἀντολίηνδε παραὶ Κασιώτιδα πέτρην
116