Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἔνθεν πιοτάτοιο κατέρχεται ὕδατα Νείλου,
- ὃς δʼ ἤτοι, Λιβύηθεν ἐπ’ ἀντολίην πολὺς ἕρπων,
- Σῖρις ὑπʼ Αἰθιόπων κικλήσκεται· οἱ δὲ Συήνης
- ἐνναίται στρεφθέντα μετ᾿ οὔνομα Νεῖλον ἔθεντο.
- Κεῖθεν δʼ ἐς βορέην τετανυσμένος ἄλλυδις ἄλλος,
- ἑπτὰ διὰ στομάτων εἱλιγμένος εἰς ἅλα πίπτει,
- ὕδασι πιαίνων λιπαρὸν πέδον Αἰγύπτοιο.
- Οὐ γάρ τις ποταμῶν ἐναλίγκιος ἔπλετο Νείλῳ,
- οὔτʼ ἰλὺν βαλέειν, οὔτε χθονὸς ὄλβον ἀέξειν·
- ὅς ῥά τε καὶ Λιβύην ἀποτέμνεται Ἀσίδος αἴης,
- ἐς λίβα μὲν Λιβύην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.
- Τῷ πάρα ναιετάουσιν ἀριπρεπέων γένος ἀνδρῶν,
- οΐ πρῶτοι βιότοιο διεστήσαντο κελεύθους,
- πρῶτοι δʼ ἱμεροεντος ἐπειρήθησαν ἀρότρου,
- καὶ σπόρον ἰθυτάτης ὑπὲρ αὔλακος ἁπλώσαντο,
- πρῶτοι δὲ γραμμῇσι πόλον διεμετρήσαντο,
- θυμῷ φρασσάμενοι λοξὸν δρόμον ἠελίοιο.
- Τῶν δέ κεν αὐδήσαιμι καὶ αὐτῆς πείρατα γαίης
- καὶ μορφήν· οὐ μὲν γὰρ ὀλίζονος ἔμμορε τιμῆς·
- οὐδὲ μὲν οὐδʼ ὀλίγη μέγεθος πέλει, ἀλλά τις ἄλλων
115