Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἔνθα, κορυσσομένης Τυρσηνίδος ἀμφιτρίτης,
- ἄλλοτε μὲν πλημμυρὶς ἐγείρεται, ἄλλοτε δʼ αὖτε
- ἄμπωτις ξηρῇσιν ἐπιτροχάει ψαμάθοισιν.
- Τάων δʼ ἀμφοτέρων μεσάτη πόλις ἐστηρικται,
- ἥν ῥά τε κικλήσκουσι Νέην πόλιν· ἧς ὑπὲρ αἶαν
- Λωτοφάγοι ναίουσι, φιλόξεινοι γεγαῶτες
- ἔνθα ποτʼ αἰολόμητις ἀλώμενος ἦλθεν Ὀδυσσύς.
- Κεῖνον δ᾿ αὖ περὶ χῶρον ἐρημωθέντα μέλαθρα
- ἀνδρῶν ἀθρήσειας ἀποφθιμένων Νασαμώνων,
- οὓς Διὸς οὐκ ἀλέγοντας ἀπώλεσεν Αὐσονὶς αἰχμή.
- Ἀσβύσται δʼ ἰπὶ τοῖσι μεσήπειροι τελέθουσιν
- καὶ τέμενος Λιβυκοῖο θεοῦ ψαμάθῳ ὑπὸ πολλῇ,
- Κυρήνη τʼ εὔιππος, Ἀμυκλαίων γένος ἀνδρῶν·
- ἄγχι δὲ Μαρμαρίδαι προνενευκότες Αἰγύπτοιο,
- Γαίτουλοί τʼ ἐφύπερθε καὶ ἀγχίγυοι Νίγρητες.
- Ἑξείης δʼ ἐπὶ τοῖσι Φαρούσιοι, ὧν ὑπὲρ αἶαν
- ναίουσιν Γαράμαντες ἀπείριτοι· ἐν δὲ μυχοῖσι
- βόσκοντʼ ἠπείροιο πανύστατοι Αἰθιοπῆες,
- αὐτῷ ἐπʼ Ὠκεανῷ, πυμάτης παρὰ τέμπεα Κέρνης.
- Τῶν πάρος αἰθαλέων Βλεμύων ἀνέχουσι κολῶναι,
113
114