Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν
- καὶ ποταμοὺς πόλιάς τε καὶ ἀνδρῶν ἄκριτα φῦλα,
- μνήσομαι Ὠκεανοῖο βαθυρρόου· ἐν γὰρ ἐκείνῳ
- πᾶσα χθὼν, ἅτε νῆσος ἀπείριτος, ἐστεφάνωται,
- οὐ μὲν πᾶσα διαπρὸ περίδρομος, ἀλλὰ διαμφὶς
- ὀξυτέρη βεβαυῖα πρὸς ἠελίοιο κελεύθους,
- σφενδόνῃ εἰοικυῖα· μίαν δέ ἑ καίπερ ἐοῦσαν
- ἄνθρωποι τρισσῇσιν ἐπ’ ἠπείροισι δάσαντο·
- πρώτην μέν Λιβύην, μετὰ δʼ Εὐρώπην Ἀσίην τε.
- Ἀλλʼ ἤτοι Λιβύη μὲν ἀπʼ Εὐρώπης ἔχει οὖρον
- λοξὸν ἐπὶ γραμμῆσι, Γάδειρά τε καὶ στόμα Νείλου,
- ἔνθα βορειότατος πέλεται μυχὸς Λλγύλπτοιο
- καὶ τέμενος περίπυστον Ἀμυκλαίοιο Κανώβου
- Εὐρώπην δʼ Ἀσίης Τάναϊς διὰ μέσσον ὁρίζει,
- ὅς ῥά θʼ ἑλισσόμενος γαίης διὰ Σαυροματάων
- σύρεται ἐς Σκυθίην τε καὶ ἐς Μαιώτιδα λίμνην,
- πρὸς βορέην· νότιον δὲ μεσούριον Ἑλλήσποντος·
- σῆμα δ ὑπερτέταται νοτιώτερον ἐς στόμα Νείλου·
- Ἄλλοι δʼ ἠπείροισι διὰ χθόνα νοσφίζουσιν.
- Ἰσθμὸς ἄνω τέταταί τις ὑπέρτατος Ἀσίδος αἴης,
105