Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- παρδαλέῃ δέ μιν ἄνδρες ἐπικλείουσιν ὁμοίην·
- ἦ γὰρ διψηρή τε καὶ αὐχμήεσσα τέτυκται,
- τῇ καὶ τῇ κυανῇσι κατάστικτος φολίδεσσιν·
- ἀλλʼ ἤτοι πυμάτην μὲν ἐπὶ γλωχῖνα νέμονται φῦλα,
- ἀγχοῦ στηλάων Μαυρουσίδος ἔθνεα γαίης.
- Τοῖσι δʼ ἔπι Νομάδων παραπέπταται ἄσπετα
- ἔνθα Μασαισύλιοί τε καὶ ἀγρόνομοι Μασυλῆες
- βόσκονται σὺν παισὶν ἀνʼ ἤπειρόν τε καὶ ὕλην,
- μαιόμενοι βιότοιο κακήν καὶ ἀεικέα θήρην.
- Οὐ γὰρ γειομόροιο τομὴν ἐδάησαν ἀρότρου,
- κείνοις δʼ οὔποτε τερπνὸς ἀκούεται ὁλκὸς ἀμάξης,
- οὐδὲ βοῶν μυκηθμὸς ἐς αὔλιον ἐρχομενάων·
- ἀλλʼ αὔτως, ἅτε θῆρες, ἀνὰ δρία βουκολέονται,
- νήιδες ἀσταχύων καὶ ἀπευθέες ἀμήτοιο.
- Τοῖς δʼ ἔπι Καρχηδὼν πολυήρατον ἀμπέχει ὅρμον,
- Καρχηδὼν, Λιβύων μέν, ἀτὰρ πρότερον Φοινίκων,
- Καρχηδὼν, ἣν μῦθος ὑπαὶ βοῒ μετρηθῆναι.
- Ἑξείης δʼ ἐπὶ Σύρτις ἀγάρροον ὁλκὸν ἑλίσσει
- βαιοτέρη· μετὰ τὴν δὲ πρὸς αὐγὰς ἕλκεται ἄλη,
- ἄσπετος, εὐρυτέρησι βαρυνομένη προχοῇσιν·