Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- σῆμα δʼ ἔχει κεράων σκαιὸς πόρος, ὅστ’ ἐπὶ δισσὴν
- εἱλεῖται στροφάλιγγα, βιοῦ κεράεσσιν ἐοικώς.
- Τοῦ καὶ πρὸς βορέην Μαιώτιδος ὕδατα λίμνης
- ἐγκέχυται. Τῇ μέν τε πέρι Σκύθαι ἀμφινέμονται,
- ἄνδρες ἀπειρέσιοι, καλέουσι δὲ μητέρα Πόντου·
- ἐκ τῆς γὰρ Πόντοιο τὸ μυρίον ἕλκεται ὕδωρ
- ὀρθὸν Κιμμερίου διὰ Βοσπόρου, ᾧ ἔνι πολλοὶ
- Κιμμέριοι ναίουσιν ὑπὸ ψυχρῷ ποδὶ Ταύρου.
- Τοίη μὲν μορφὴ κυαναυγέος ἀμφιτρίτης·
- νῦν δέ τοι ἠπείρου μυθήσομαι εἶδος ἁπάσης,
- ὄρρα καὶ οὐκ ἐςιδών περ ἔχοις εὔφραστον ὀπωπήν·
- ἐκ τοῦ δʼ ἂν γεραρός τε καὶ αἱδοιέστερος εἴης,
- ἀνδρὶ παρʼ ἀγνώσσοντι πιφαυσκόμενος τὰ ἕκαστα.
- Ἤτοι μὲν Λιβύη τετανυσμένη ἐς νότον ἕρπει,
- ἐς νότον ἀντολίην τε, τραπεζίῳ εἶδος ὁμοίη,
- ἀρξαμένη πρώτιστα Γαδειρόθεν, ᾗχί περ ἄκρη
- ἐζ μοχὸν ὀξονθεῖσα τιταίνεται Ὠκεανοῖο
- οὖρον δʼ Ἀραβίης τεκμαίρεται ἄγχι θαλάσσης
- εὐρύτερον· τόθι γαῖα κελαινῶν Αἰθιοπήων
- τῶν ἑτέρων, τῶν ἄγχι τιταίνεται οὖδας Ἐρεμβῶν·
112