Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Ἥρης ἐννεσίῃσιν ἐνήξατο, πόρτις ἐοῦσα.
- Στεινότατος δὴ κεῖνος ἀπάντων ἔπλετο πορθμὸς
- τῶν ἄλλων, οἵτʼ εἰσὶ πολυκλύστοιο θαλάσσης,
- Κυανέας ὅθι μῦθος ἀναιδέας εἰν ἁλὶ πέτρας
- πλαζομένας καναχηδὸν ἐπʼ ἀλλήλῃσι φέρεσθαι.
- Ἐκ δὲ τοῦ οἰγόμενος παραπέπταται ἀνδράσι Πόντος
- πολλὸς ἐὼν καὶ πολλὸν ἐπʼ ἀντολίης μυχὸν ἕρπων.
- Τοῦ δʼ ἤτοι λοξαὶ μέν ἐπιτροχάουσι κέλευθοι,
- αἰεὶ πρὸς βορέην τε καὶ ἀντολίην ἁρόωσαι·
- μέσσαι δʼ ἔνθα καὶ ἔνθα δύω ἀνέχουσι κολῶναι,
- ἡ μὲν ὑπερνοτίη; τήν τε κλείουσι Κάραμβιν,
- ἡ δὲ βορειοτέρη γαίης ὑπὲρ Εὐρωπείης,
- τήν ῥα περικτίονες Κριοῦ καλέουσι μέτωπον·
- αἵτʼ ἄμφω ξυνίασιν ἐναντίαι, οὐ μὲν ἐοῦσαι
- ἐγγύθεν, ἀλλ ὅσον ὁλκὰς ἐπὶ τρίτον ἦμαρ ἀνύσσαι.
- Ἐκ τοῦ δʼ ἂν καὶ Πόντον ἴδοις διθάλασσον ἐόντα,
- τόρνῳ ἐειδόμενον περιηγέος ἅμματι τόξου·
- ἀλλʼ εἴη νευρῆς σημήια δεξιὰ Πόντου,
- ἰθὺ διαγραφθέντα, μόνη δέ τοί ἐστι Κάραμβις,
- γραμμῆς ἐκτὸς ἐοῦσα καὶ ἐς βορέην ὁρόωσα·