Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ὕσπληγγι δνοφερῇ Κιλίκων ἀποπαύεται αἴης·
- τῆμος ἐπὶ ζέφυρον στρεπτὴν ἐπερεύγεται ἅλμην.
- Ὡς δὲ δράκων βλοσυρωπὸς ἑλίσσεται, ἀγκύλος ἕρπων,
- νωθὴς τῷ δ᾿ ὕποπᾶσα βαρύνεταιοὔρεος ἄκρη
- ἐρχομένῳ· τὼς κεῖνος ἐλίσσεται εἰν ἁλὶ κόλπος,
- νήχυτος, ἔνθα καὶ ἔνθα βαρυνόμενος προχοῇσιν.
- Τοῦ μὲν ἐπὶ προχοῇ Παμφύλιοι ἀμφινέμονται,
- ὅσσον ἐπιπροβέβηκε Χελιδονίων μυχὰ νήσων·
- σῆμα δʼ ἔχει ζεφύρου Παταρηίδα τηλόθεν ἄκρην.
- Φράζεο δʼ, ἐκ κείνου τετραμμένος αὖθις ἐπʼ ἄρκτους
- Αἰγαίου πόντοιο πλατὺν πόρον, ἔνθα τε κῦμα
- ῥησσόμενον νήσοισι περιβρέμεται Σποράδεσσιν·
- οὐ γάρ τις κείνῳ ἐναλίγκια κύματʼ ὀφέλλει,
- ὑψόθι μορμύρων, ἕτερος πόρος ἀμφιτρίτης·
- οὖρον δʼ ἐς Τένεδον τεκμαίρεται ἐσχατόωσαν,
- Ἴμβρον ἔχων ἑτέρωθεν,ὅθεν στενὸς ἔρχεται αὐλών,
- συρόμενος βορέηνδε Προποντίδος ἔνδοθι πάσης.
- Τῆς δʼ ὅπερ ἄσπετα φῦλα τιταίνεται Ἀσίδος αἴης
- πρὸς νότον· ἠπείρου γὰρ ἐπὶ πλατὺς ἔρχεται ἰσθμός.
- Τῇ δʼἔπι Θρηικίου στόμα Βοσπόρου, ὃν πάρος Ἰώ