Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- τῶν δὲ μέσοι ναίουσι Σάβαι καὶ Ταξίλοι ἄνδρες,
- Σκόδροι δʼ ἑξείης· ἐπὶ δʼ ἕσπεται ἄγρια φῦλα
- Πευκαλέων· μετὰ τοὺς δὲ Διωνύσου θεράποντες
- Γαργαρίδαι ναίουσιν, ὅθι χρυσοῖο γενέθλην
- δαιδαλέην Ὕπανίς τε φέρει θεῖός τε Μάγαρσος,
- λαβρότατοι ποταμῶν· ἀπὸ δʼ οὔρεος Ἠμωδοῖο
- ὀρνύμενοι προρέουσιν ἐπὶ Γαγγήτιδα χώρην,
- πρὸς νότον ἑλκόμενοι παρὰ τέρματα Κωλίδος αἴης.
- Ἡ δʼ ἤτοι προνένευκεν ἐπ᾿ Ὠκεανὸν βαθυδίνην,
- ἠλίβατος, ταχινοῖσι δυσέμβατος οἰωνοῖσιν·
- τοὔνεκά μιν καὶ φῶτες ἐπικλείουσιν Ἄορνιν.
- Ἔστι δέ τις θηητὸς ἐϋρρείτην παρὰ Γάγγην
- χῶρος τιμήεις τε καὶ ἱερὸς, ὃν ποτε Βάκχος
- θυμαίνων ἐπάτησεν, ὅτ᾿ ἠλλάσσοντο μὲν ἁβραὶ
- Αηνάων νεβρῖδες ἐς ἀσπίδας, ἐς δὲ σίδηρον
- θύρσοι μαιμώοντο καὶ ἐς σπείρημα δρακόντων
- ζωστῆρές θʼ ἕλικές τε πολυγνάμπτης ἑλίνοιο,
- ἦμος ὅτ᾿ ἀφραδίῃσι θεοῦ ἀτίτησαν ἑορτήν.
- Τοὔνεκα Νυσαίην μὲν ἐφημίξαντο κέλευθον,
- κόσμω δʼ ἐστήσαντο σὺν υἱάσιν ὄργια πάντα.
174
175
176