Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Αὐτὸς δʼ ὁππότε φῦλα κελαινδῶν ὤλεσεν Ἰνδῶν,
- ʼΗμωδῶν ὀρέων ἐπεβήσατο, τῶν ὑπὸ πέζαν
- ἕλκεται ἠῴοιο μέγας ῥόος Ὠκεανοῖο.
- Ἔνθα δύω στήλας ἐρύσας περὶ τέρματα γαίης,
- καγχαλόων μετὰ χεῦμα κατήλυθεν Ἰσμηνοῖο.
- Τόσσοι μὲν κατὰ γαῖαν ὑπέρτατοι ἄνδρες ἔασιν·
- ἄλλοι δʼ ἔνθα καὶ ἔνθα κατʼ ἠπείρους ἀλόωνται
- μυρίοι, οὓς οὐκ ἄν τις ἀριφραδέως ἀγορεύσοι
- θνητὸς ἐών· μοῦνοι δὲ θεοὶ ῥέα πάντα δύνανται.
- Αὐτοὶ γὰρ καὶ πρῶτα θεμείλια τορνώσαντο,
- καὶ βαθὺν οἶμον ἔδειξαν ἀμετρήτοιο θαλάσσης·
- αὐτοὶ δʼ ἔμπεδα πάντα βίῳ διετεκμήραντο,
- ἄστρα διακρίναντες, ἐκληρώσαντο δʼ ἑκάστῳ
- μοῖραν ἔχειν πόντοιο καὶ ἠπείροιο βαθείης.
- Τῷ ῥα καὶ ἀλλοίην ῥυσμοῦ φύσιν ἔλλαχʼ ἑκάστη
- ἡ μὲν γὰρ λευκή τε καὶ ἀργινόεσσα τέτυκται,
- ἡ δὲ κελαινοτέρη, ἡ δʼ ἀμφοτέρων λάχε μορφήν·
- ἄλλη δʼ Ἀσσυρίης ἐναλιγκίη ἄνθεί μίλτου,
- ἄλλαι δʼ ἀλλοῖαι· τὼς γὰρ μέγας ἐφράσατο Ζεύς.
- Οὕτως ἀνθρώποις ἑτεροίια πάντα τέτυκται.