Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἢ καὶ γλαυκιόωντα λίθον καθαροῖο τοπάζου
- καὶ γλυκερὴν ἀμέθυστον ὑπηρέμα πορφυρέουσαν·
- παντοῖον γὰρ γαῖα μετʼ ἀνδράσιν ὄλβον ἀέξει,
- ἀενάοις ποταμοῖσι κατάρρυτος ἔνθα καὶ ἔνθα.
- Ναὶ μὴν καὶ λειμῶνες ἀεὶ κομόωσι πετήλοις·
- ἄλλοθι μὲν γὰρ κέγχρος ἀέξεται, ἄλλοθι δʼ αὖτε
- ὗλαι τηλεθόωσιν Ἐρυθραίου καλάμοιο.
- Φράζεο δ᾿ , ὥς τοι σχῆμα καὶ ὡς ποταμοὺς ἐνέποιμι
- οὔρεά τʼ ἠνεμόεντα καὶ αὐτῆς ἔθνεα γαίης.
- Ἤτοι μὲν πισύρεσσιν ἐπὶ πλευρῇσιν ἄρηρε
- πάσῃσιν λοξῇσιν, ἀλιγκίη εἴδεϊ ῥόμβου·
- ἀλλά τοι ἑσπερίοις μὲν ὁμούριος ὕδασιν Ἰνδὸς
- γαῖαν ἀποτμήγει, νότιον δʼ ἁλὸς οἴδματʼ Ἐρυθρῆς,
- Γάγγης δʼ εἰς αὐγὰς,ὁ δὲ Καύκασος ἐς πόλον ἄρκτων.
- Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
- οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφὶς
- κεκριμένοι, ποταμοῦ μὲν ἀπειρεσίου πέλας Ἰνδοῦ
- Δαρδανέες, τόθι λοξὸν ἀπὸ σκοπέλων Ἀκεσίνην
- συρόμενον δέχεται πλωτὸς νήεσσιν Ὑδάσπης.
- Τοῖς δ᾿ ἔπι καὶ Κώφης τρίτος ἕσπεται ἀργυροδίνης·
173