Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἀλλʼ ἔμπης ζωοῖσιν ἐπαρκέες εἰσὶ κέλευθοι
- ἄλλον γάρ σφισιν ὄλβον ἀκήρατον αἶα κομίζει·
- πάντη γὰρ λίθος ἐστὶν ἐρυθροῦ κουραλίοιο,
- πάντη δʼ αὖ πέτρῃσιν ὑπὸ φλέβες ὠδίνουσι
- χρυσείης κυανῆς τε καλὴν πλάκα σαπφείροιο,
- τῆς ἀποτεμνόμενοι βιοτήσιον ὦνον ἔχουσιν.
- Πρὸς δʼ αὐγὰς Ἰνδῶν ἐρατὴ παραπέπταται αἶα,
- πασάων πυμάτη, παρὰ χείλεσιν Ὠκεανοῖο,
- ἥν ῥάτ ἀνερχόμενος μακάρων ἐπὶ ἔργα καὶ ἀνδρῶν
- ἠέλιος πρώτῃσιν ἐπιφλέγει ἀκτίνεσσιν.
- Τῷ γαίης ναέται μὲν ὑπὸ χρόα, κυανέουσι,
- θεσπέσιον λιπόωντες, ἐειδομένας δʼ ὑακίνθῳ
- πιοτάτας φορέουσιν ἐπὶ κράτεσφιν ἐθείρας.
- Τῶν δʼ οἱ μὲν χρυσοῖο μεταλλεύουσι γενέθλην,
- ψάμμον ἐϋγνάμπτῃσι λαχαίνοντες μακέλῃσιν·
- οἱ δʼ ἱστοὺς ὑφόωσι λινεργέας· οἱ δʼ ἐλεφάντων
- ἀργυφέους πρισθέντας ἀποξύουσιν ὀδόντας·
- ἄλλοι δʼ ἰχνεύουσιν ἐπὶ προβολῇσιν ἀναύρων
- ἤ που βηρύλλου γλαυκὴν λίθον ἢ ἀδάμαντα
- μαρμαίροντʼ ἢ χλωρὰ διαυγάζουσαν ἴασπιν