Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἐγγύθι γάρ τοι πέζα τελείεται ἠπείροιο.
- Ἤτοι μὲν παρὰ χεῦμα τὸ Περσικὸν Ὠκεανοῖο
- Καρμανοὶ ναίουσιν ὑπʼ ἠελίῳ ἀνιόντι,
- Περσίδος οὐκ ἀπάνευθε διάνδιχα γαῖαν ἔχοντες,
- οἱ μὲν ὑπειράλιοι, τοὶ δʼ ἔνδοθεν ἠπειρῶται.
- Τῶν δὲ πρὸς ἀντολίην Γεδρωσῶν ἕλκεται αἶα,
- γείτων Ὠκεανοῦ μεγακήτεος, οἷσι πρὸς αὐγὰς
- Ἰνδὸν πὰρ ποταμὸν νότιοι Σκύθαι ἐνναίουσιν,
- ὅς ῥά τʼ Ἐρυθραίης κατεναντίον εἶσι θαλάσσης,
- λαβρότατον ῥόον ὠκὺν ἐπὶ νότον ὀρθὸν ἐλαύνων,
- ἀρξάμενος τὰ πρῶτʼ ἀπὸ Καυκάσου ἠνεμόεντος.
- Δισσὰ δέ οἱ στόματ᾿ ἐστίμέσην δ᾿ ἐπιδέδρομε νῆσον,
- νῆσον, τὴν καλέουσιν ἐπυχθόνιοι Παταληνήν.
- Κεῖνός τοι πολέων ἀποτέμνεται ἔθνεα φωτῶν·
- ἤτοι μὲν δύνοντος ἐπὶ κλίσιν ἠελίοιο
- Ὠρείτας τʼ Ἄριβάς τε λινοχλαίνους τʼ Ἀραχώτας,
- Σατραΐδας θʼ,δσσους τε παρὰ πτυχὶ Παρνησοῖο,
- ξυνῆ ὁμῶς μάλα πάντας ἐπωνυμίην Ἀριηνούς,
- οὐ χθόνα ναιετάοντας ἐπήρατον, ἀλλ᾿ ὑπὸ λεπτῇ
- ψάμμῳ πεπληθυῖαν ἰδὲ ῥώπεσσι δασεῖαν·