Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- χρυσῷ δʼ ἀμφὶ πόδεσσιν ἐκοσμήσαντο πέδιλα
- τόσσος γάρ σφισιν ὄλβος ἀπείριτος· ἀλλά τοι εἴη
- Περσὶς ὅλη μεγάλοισι περίδρομος οὔρεσι γαῖα,
- Κασπιάδων πυλέων νοτιώτερον οἶμον ἔχουσα,
- ἑλκομένη καὶ μέχρις ὁμωνύμου ἀμφιτρίτης.
- Τριχθὰ δέ μιν ναίουσι διασταδὸν, οἱ μὲν ὑπʼ ἄρκτους
- τοξοφόρων σκιεροῖσι παρήμενοι οὔρεσι Μήδων,
- οἱ δὲ μεσήπειροι, οἱ δʼ ἐς νότον ἄχρι θαλάσσης·
- πρῶτα Σάβαι, μετὰ τοὺς δὲ Πασαργάδαι, ἄγχι δὲ Τασκοί,
- ἄλλοι θʼ, οἳ ναίουσι διάνδιχα Περσίδα γαῖαν.
- Καὶ τὴν μὲν πολέες ποταμοὶ περιπιαίνουσι,
- τῇ καὶ τῇ σκολιῇσιν ἐλαυνόμενοι προχοῇσι.
- Χωρὶς μὲν Κόρος ἐστὶ μέγας, χωρὶς δὲ Χοάσπης,
- ἕλκων Ἰνδὸν ὕδωρ, παρά τε ῥείων χθόνα Σούσων.
- Τὸῦ δʼ ἂν ἐπὶ πλευρῇσιν ἴδοις εὐωπὸν Ἀχάτην,
- κείμενον οἷα κύλινδρον ἐπὶ χθονὸς, ὅν ῥ’ ἀπὸ πέτρης
- χειμερίου ποταμοῖο κάτω σύρουσι χαράδραι.
- Αἰεὶ δ᾿ αὖ λιαροῖο γεγηθότες ἐξ ἀνέμοιο
- καρποὶ τηλεθάουσιν ἐπήτριμοι ἀλλήλοισιν.
- Φράζεο δʼ εἰς αὐγὰς λοιπὸν πόρον Ἀσίδος αἴης
169
170
171