Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- παντοίου πολέμοιο δαήμονες· οὐ γὰρ ἀρότρῳ
- αὔλακ᾿ ἐπιθύνουσι, διασχίζοντες ἀρούρας,
- οὐδὲ μὲν ἐν νήεσσιν ἅλα τμήγουσιν ἐρετμοῖς,
- οὐδὲ νομῷ φέρβουσι βοῶν γένος· ἐκ δὲ γενέθλης
- νηπίαχοι τόξοισι καὶ ἱπποσύνησι μέλονται,
- αἰεὶ δʼ ἠχήεσσαν ἀνὰ χθόνα δοῦπος ἀκόντων
- ἢ βελέων, πάντη δέ τʼ ἀελλοπόδων δρόμος ἵππων
- θυνόντων· οὐ γάρ σφι θέμις δόρποιο πάσασθαι,
- πρὶν πολέμου μόχθοισι κάρην ἱδρῶτι παλῦναι·
- φέρβονται δʼ ἄγρῃσι δορικτήτου βιότοιο·
- ἀλλʼ ἔμπης κατὰ δῆριν ἀμαιμακέτους περ ἐόντας
- Αὐσονίου βασιλῆος ἐπεπρήϋνεν ἀκωκή.
- Εἰ δέ σε καὶ Πέρσας ἰδέειν γλυκὺς ἵμερος αἱρεῖ,
- εὐφραδέως ἄν σοι καὶ τῶν γένος αὐδήσαιμι,
- καὶ πόρον ἀενάων ποταμῶν, ὀρέων τε κελεύθους.
- Μοῦνοι γάρ τʼ Ἀσίης βασιλεύτατον ἔθνος ἔχουσι,
- μοῦνοι δʼ ἄσπετον ὄλβον ἐνὶ μεγάροισιν ἔθεντο,
- ὁππότε Μῃονίην καὶ Σάρδιας ἐξαλάπαξαν.
- Χρύσεά τοι κείνων μὲν ἐπὶ χροῒ τεύχεα φωτῶν,
- χρύσεα δʼαὖθʼ ἵπποισιν ἐπὶ στομάτεσσι χαλινά,