Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- κείνης τοι γενεῆς ἐρικυδέος ἐκγεγαῶτες
- Αἰήταο θυγατρὸς, ἀμύμονος ἡρωίνης.
- Εὖτε γὰρ Ἀκταίοιο παρὰ ῥόον Ἰλισσοῖς
- φάρμακʼ ἐμήσατο λυγρὰ γόνῳ Πανδιονίδαο,
- αἰδοῖ μὲν χῶρον κεῖνον λίπεν, ἐς δὲ βαθεῖαν,
- πλαζομένη κατὰ φῶτας, ὁμώνυμον ἵκετο γαῖαν,
- οὐ μὲν ἑκὰς Κόλχων· Κόλχωνγε μὲν αἶαν ἱκέσθαι
- οὔ οἱ ἔην· μῆνιν γὰρ ἑοῦ δειδίσσετο πατρός.
- Τοὔνεκεν εἰσέτι νῦν πολυφάρμακοι ἄνδρες ἔασι
- χώρην ναιετάοντες ἀπείριτον, οἱ μὲν ἐπʼ αὐτὰς
- πέτρας, αἳ φύουσιν ἀφεγγέα ναρκισσίτην,
- οἱ δʼ ἑκὰς ἐν λασίησι νενασμένοι εἰαμενῇσι,
- πώεα καλὰ νέμοντες, ἄδην βεβριθότα μαλλοῖς,
- τόσσον ἐπ’ ἀντολίην τετραμμένοι, ἄχρι πυλάων
- Κασπιάδων, αἳτʼ εἰσὶ βαθυνομένας ὑπὸ πέτρας,
- κληῖδες γαίης Ἀσιήτιδος, ᾗχι κέλευθος
- ἐκτέταται βορέηνδε καὶ ἐς νότον ἐρχομένοισιν,
- ἡ μὲν ἐς Ὑρκανίους, ἡ δʼ οὔρεα Περσίδος αἴης.
- Ἀλλʼ ἤτοι πυλέων μὲν ὑπαὶ πόδα Κασπιάων
- Πάρθοι ναιετάουσιν ἀρήιοι, ἀγκυλότοξοι,
168