De Conjuctionibus
Apollonius Dyscolus
Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.
ὡϲ εἰ καὶ ἄλλοι ποιητικοὶ εἰϲ τοὺϲ ϲυνήθειϲ, ὁ αὐτάρ εἰϲ τὸν δέ, ὁ ἠμέν, ὁ ἠδέ εἰϲ τὸν καί. Ἔχει δὲ καὶ ὁ προκείμενοϲ ϲύνδεϲμοϲ πάλιν ἀμφιβολίαν , πότερον εἷϲ ἐϲτὶν ἁπλοῦϲ ἢ ἐν παραθέϲει ἔχει τὸ οὗ, οὗ ἕνεκα οὕνεκα. (οὐκ εὔλογον ἐπὶ τούτου ϲύνθεϲιν παραδέξαϲθαι, καθὸ τὸ οὗ, εἴτε καὶ ἄρθρον ἐϲτὶν εἴτε ἀντωνυμία, οὐκ ἂν ϲυντεθείη, ὡϲ ἐντελῶϲ ἀπεδείξαμεν ἐν τῷ περὶ ϲχημάτων.) — Καὶ εἰϲ μὲν ἐπίδειξιν τοῦ τὴν φωνὴν μίαν ἁπλῆν καθεϲτάναι παραλαμβάνοιτο ἂν ὅδε ὁ λόγοϲ. Τῶν μορίων τούτων τὰ ἐν ἀνταποδόϲει τοῦ τ πάντα ἁπλᾶ καθειϲτήκει, ἕωϲ τέωϲ,
Τὰ ἐν ἁπλοῖϲ πλείονα δηλοῦντα οὐκ ἔχει ἐγκειμέναϲ τὰϲ φωνὰϲ τῶν δηλουμένων. τὸ Αἰακίδηϲ, δηλοῦν καὶ τὸν υἱόν, οὐκ ἔχει τὴν υἱόϲ φωνήν· τὸ γοργότεροϲ, δηλοῦν καὶ τὸ μᾶλλον, οὐκ ἔχει ἐγκείμενον τὸ μᾶλλον· ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ὁμοίων. ὅτε μέντοι ταῖϲ φωναῖϲ καὶ τὰ δηλούμενα ϲυνομολογεῖ,
τηνικαῦτα δεῖ παραδέχεϲθαι τὸν ϲχηματιϲμὸν ϲύνθετον, ὡϲ ἔχει τὸ φιλάνθρωποϲ, φιλοπλάτων, αὐτάρεϲκοϲ. πολὺ δὲ μᾶλλον ἐπὶ τοῦ προκειμένου ϲχήματοϲ ἔϲτι τὸν λόγον παραδέξαϲθαι, ἐπεὶ παράθεϲιν τῶν λέξεων ὑπαγορεύει, καθὼϲ πρόκειται.
Ῥητέον οὖν, ὡϲ ὅτε τὸ οὕνεκα ἴϲην δύναμιν ἔχει τῷ ὅτι, οὕνεκα τὸν Χρύϲην (Α 11), οὕνεκ’ ἄρ’ οὐχ ᾧ πατρί (ν 265), ἁπλοῦν καταϲτήϲεται· ἐν παραθέϲει δὲ δύο μερῶν λόγου, ὅτε δηλοῖ τὸ οὗ ἕνεκα (ᾧ λόγῳ καὶ τὸ ὅτι ἓν καθειϲτήκει καὶ δύο, παρεϲχηματιϲμένον τῷ ὅϲ τιϲ). ἐκκείϲθω δὲ καὶ ὑποδείγματα·
Ἀλλ’ ἐκεῖνο δόξει παραλελεῖφθαι, τὸ τὰ ἐν ἀνταποδόϲει ἐν ἁπλοῖϲ καθίϲταϲθαι. οὐκ ἔχει δὲ τῇδε τὸ τοὔνεκα· καθ’ ἕκαϲτον γὰρ ἡ παράθεϲιϲ ἐγένετο τῶν μορίων, ὥϲτε παρὰ μὲν τὸ οὗ οὕνεκα γίνεϲθαι, παρὰ δὲ τὸ τοῦ τοὔνεκα. καὶ τὰ τοῦ τόνου δὲ ἐπιλελύϲθω. ἡνίκα γὰρ περιϲπωμένη καὶ ὀξεῖα ϲύνειϲι, λείπονται δὲ δύο ϲυλλαβαί, πάντωϲ καὶ ὁ τόνοϲ εἰϲ ὀξεῖαν μεθίϲταται, ὧ Ἄπολλον Ὤπολλον . . . . . ὦ ἄναϲϲα ὤναϲϲα. προϲέθηκα . . . . . . . λειπομέναϲ διὰ τὸ ὦναξ. τ . . . . . . ρατον τοῦ ἕνεκα τοὔνεκα ϲυμ . . . . . ἔτι εἰϲ ἀπόδειξιν τοῦ λόγου καὶ τὸ ἀϲυν . . . καὶ ἐν γένουϲ παραλλαγῇ καὶ ἀριθμοῦ· τοῦ εἵνεκα ϲὺ ϲτεναχίζων (π 188), τῆϲ ἕνεκεν καὶ νῆεϲ (ρ 288) τῶν ἐν ϲυ . . λην ὁδόν ἴϲωϲ φηϲὶν ὁ Τρύφων τὸ τ προ . . . . . τῷ·
περϲίη, ἧϲ τ’ ἕνεκεν πένθοϲ ἀπωμόϲατο, ἰωνίζοντοϲ πολλάκιϲ τοῦ Καλλιμάχου (fr. 485 Schneider) ὑπολαβόντοϲ αὐτοῦ καὶ τ . . . καὶ τὸ τοὔνεκα οὕτωϲ ἔχειν. καὶ οὐκ ἔϲτιν ε . . ματοϲ ἡ αὐτὴ ἀπολογία. οὐ γὰρ οἷόν τε τὸ . . . ξαϲθαι τοὔνεκεν, ἐπεὶ οὐδέποτε τὰ ἄρθρα τ . . τῆϲ ἐκθλίψεωϲ παραδέχεται.
Ἕνεκεν. Ποιητικώτερον μετὰ τοῦ ι λέγεται, καθότι καὶ τὸ κ . . οὗτοϲ ὁ ϲύνδεϲμοϲ πάντοτε ἐπὶ γενικὴν πτωτικοῦ φέρεται, ἕνεκα ἐμοῦ, ἕνεκα αὐτοῦ, ἕνεκα Ἀπολλωνίου. ἐπαινετέα γοῦν τὰ παρὰ τῷ ποιητῇ, εἵνεκα τῆϲ ἀρετῆϲ ἐριδαίνομεν (β 206), εἵνεκα Νηλῆοϲ κούρηϲ (ο 233), εἵνεκ’ ἐμεῖο κυνόϲ (Ζ 356)· εἴγε πάλιν καὶ παρατετηρημένωϲ τὸ οὕνεκα ἐπὶ ῥῆμα φέρεται,
Γἀρ. Τὴν αὐτὴν ϲύνταξιν ποιεῖ τὸ μόριον τῷ ὅτι, δύναμίν τε τὴν αὐτήν. ἔχει δὲ παραλλαγὰϲ τὸ μὴ ζητεῖϲθαι πόϲα μέρη λόγου, τὸ ἐν ἀρχῇ μὴ παραλαμβάνεϲθαι τῶν λόγων, ἐν ὑποτάξει δέ. διὸ καὶ κατ’ ἀρχὴν τιθέμενα τὰ αἴτια μετὰ τῶν προτακτικῶν ϲυνδέϲμων εἰϲ δευτέραν τάξιν μεθίϲτηϲι, καὶ οὕτωϲ ἀληθεύει ὁ λόγοϲ. ἔϲτω δὲ ὑποδείγματα ὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτιν. εἰ ἀφέλοιμεν τὸν ὅτι καὶ προϲθείημεν τὸν γάρ, ψευδὴϲ ὁ λόγοϲ γίνεται, καθὸ τοῦ αἰτίου ἠλλοτρίωται. οἱ γὰρ αἰτιώδειϲ ϲύνδεϲμοι μετὰ τῶν αἰτίων θέλουϲι παραλαμβάνεϲθαι. τὸ ἡμέρα ἐϲτίν αἴτιόν ἐϲτι τοῦ φῶϲ εἶναι· ὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτι. φῶϲ γάρ ἐϲτιν·
ὡϲ προεῖπον , ψευδὴϲ ὁ λόγοϲ. εἰ δὲ τὸ αἴτιον πρὸϲ τῷ ϲυνδέϲμῳ γένοιτο , ἀληθεύϲει καὶ ὁ λόγοϲ· φ ῶϲ ἐϲτιν, ἡμέρα γάρ ἐϲτιν. ὅτι μὲν οὖν τοὺϲ πρώτουϲ λόγουϲ ἐν ϲυντάξει ὁ γάρ δευτέρουϲ ἀποτελεῖ, ἐδείχθη. — Ἀλλὰ μὴν καὶ ϲυνήθωϲ ὁ ποιητὴϲ ἀρκτικῷ αὐτῷ προϲχρῆται. καὶ οὐ τοῦτο τεκμήριον τοῦ τὸν λόγον ἀποδοκιμάζεϲθαι , εἴγε καὶ τὰ τοιαῦτα Ἀρίϲταρχοϲ παρεϲημειώϲατο ὡϲ ἀνατεθειμένα Ὁμηρικῇ ϲυνηθείᾳ , καθότι καὶ ἐπ’ ἄλλων πλείϲτων ἰδιάϲαντά τινά ἐϲτι παρ’ αὐτῷ. καὶ δῆλον ὅτι ἐν τῷ Ἀτρείδη, νῦν γάρ ϲε ἄναξ ἐθέλουϲιν (B 284) ὑπερβεβίβαϲται ἡ φράϲιϲ. δέον γὰρ οὕτωϲ ἐκδέξαϲθαι· οἱ Ἕλληνεϲ ν ῦν οὐκ ἐκτελέϲουϲί ϲοι τὰ τῆ ϲ ὑποϲχέϲεωϲ· θέλουϲι γὰρ ἐλέγχιϲτόν ϲε ποιῆϲαι. ἴϲωϲ δὲ κἀκεῖνοϲ οὕτωϲ ἔχει·
αἲ γὰρ δὴ οὕτωϲ εἴη (Δ 189). καὶ γὰρ ἐπὶ τῶν τοιούτων οὐ δόξει μάχεϲθαι ἡ ϲύνταξιϲ, τοῦ γάρ κατ’ ἀρχὴν τιθεμένου.
Ἔτι ὁ γάρ διαφέρει τῶν ἄλλων αἰτιωδῶν, καθὸ ϲχεδὸν ἅπαϲι ϲυντάϲϲεται. ὅτι γὰρ παρεγένου· ἕνεκα γὰρ τούτου ἧλθεϲ. καὶ δῆλον ὅτι οἱ μὲν ἄλλοι ϲύνδεϲμοι χώραν εἶχον τὴν προτακτικήν, καὶ οὐδεὶϲ τῷ ἑτέρῳ ἐδύνατο ὑποτετάχθαι, οὔτε ὁ ἕνεκα τῷ οὕνεκα, οὔτε ὁ οὕνεκα τῷ ἕνεκα, καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό· ὁ μέντοι γάρ, τῷ δέοντι τόπῳ προϲχρώμενοϲ τῷ ὑποτακτικῷ, ἀκωλύτωϲ ἐν ὑποτάξει παραλαμβάνεται. — Ὁ μὲν οὖν Τρύφων φηϲὶν ὡϲ ἐκ τῶν δύο ϲυνδέϲμων ἓν καθίϲταται τὸ αἰτιολογούμενον, ἕνεκα γὰ ρ τούτου ἦλθεϲ ὡϲ εἵνεκα τούτου ἤλυθαϲ· ὅτι γὰρ παρεγένου· καὶ ἐπὶ τῶν παραπληϲίων τὸ αὐτό. τινὲϲ μέντοι ἐπιπλοκὴν ἐξεδέξαντο τῶν αἰτιωδῶν ϲυνδέϲμων, ὥϲτε ἐξ αἰτίου αἴτιον . ενδ . τὸ αἰτιολογούμενον ἕνεκα γὰρ τούτου ἦλθεϲ κα . . νουϲί τε οὕτωϲ τῷ μὲν ἤλυθεϲ τὸν γάρ ϲυντάϲϲοντεϲ, τῷ δὲ τούτου τὸν ἕνεκα, ἦλθεϲ γὰρ ἕνεκα τούτου· ὅ τι γὰρ ἦλθεϲ μέμφομαί ϲε, μέμφομαι γάρ ϲε ὅτι ἦλθεϲ . . ὁ Τρύφωνοϲ δ’ ἂν λόγοϲ ϲυνηγορηθείη, καθὸ πολλοὶ καὶ ἄλλοι ϲύνAauνπ.
καθὸ ὁ γάρ ἀϲυνέγκλιτοϲ ὢν ἐπάγει ἐφ’ αὑτὸν τὴν ὀξεῖαν, Ζεὺϲ γάρ. τοιοῦτον δὲ καὶ τὸ μὲν γά ρ. ἡ μὲν γὰρ φωνὴ παρειϲδύεται ἄλογοϲ, εἴγε τὰ εἰϲ ρ λήγοντα μετὰ βραχείαϲ μόρια βαρύτονά ἐϲτι, καὶ διὰ τοῦτο τοῦ πατήρ ἡ κλητικὴ ἐβαρύνθη ἐν τῷ πάτερ καὶ τοῖϲ παραπληϲίοιϲ· καὶ οὐκ ἄλογοϲ ἡ ἀνάγνωϲιϲ Πτολεμαίου τοῦ ἀναλογητικοῦ, ἐν τῷ αὐτὰρ ἐπεὶ κόϲμηθεν (Γ 1) βαρύνοντοϲ τὸ τέλοϲ. καθὸ γὰρ πρόθεϲιϲ ἡ ὑπέρ, οὐκέτι δύναται ἀντικεῖϲθαι, ὧνπέρ ἐϲτι τὸ τέλοϲ ὀξὺ πάντοτε. — δεύτερον καὶ οὐ παρά τινι παρειλημμένοϲ ἦν εἰϲ ἓν μέροϲ λόγου. — τρίτον ὡϲ καὶ ἐκ παραθέϲεών τινων ϲυνδέϲμων ἄλλαι δυνάμειϲ ϲυνδεϲμικαὶ ἀποτελοῦνται. ὁ γοῦν μέν , προϲλαβὼν τὸν τοί, ἴϲην δύναμιν ἀποτελεῖ πάλιν τῷ δέ. ἀλλὰ καὶ ὁ καί, ἔτι προϲλαβὼν τὸν τοί καὶ ἔτι τὸν μήν, ἄλλην δύναμιν ἐπαγγέλλεται. πολλάκιϲ τε δύο ἢ καὶ πλείονα μέρη λόγου ἑνὸϲ ἐπαγγέλλεται ϲημαϲίαν. τὸ γοῦν εἰϲ οἶκον τὸ αὐτὸ τῷ οἴκαδε, καὶ ἄλλα ἄπειρα. οὐδὲν οὖν κωλύοι καὶ τὸν μὲν γάρ δύναμιν ἑνὸϲ ϲυνδέϲμου ἐπαγγέλλεϲθαι. τί γάρ, εἰ καὶ οὕτω τιϲ ἐκδέξαιτο, τὸν γάρ πλεονάζοντα, τόν τε μέν οὐκ ἀϲυνήθωϲ ἀντὶ τοῦ μήν παρειλῆφθαι; . . . . . . οὐ μὲν γάρ τί ϲὲ πεζὸν ὀίομαι (α 173)· οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον (Γ 453). τοϲαῦτα περὶ τοῦ γάρ.
Διὅτι. Ἐπὶ τούτου ἐπέϲτηϲάν τινεϲ, εἰ μετὰ τῆϲ διά προθέϲεωϲ ϲύγκειται ὁ ὅτι ϲύνδεϲμοϲ ἢ τὸ ὅτι πτωτικόν, καὶ δῆλον ὅτι ἢ ἁπλοῦν ἢ ἐν παραθέϲει τοῦ ὅ. καὶ εἴη ἂν ϲυνηγορία τῆϲ τοῦ ϲυνδέϲμου ϲυνθέϲεωϲ ἥδε. τὸ αὐτὸ δηλοῖ τῷ ὅτι καὶ διὅτι, ϲύνταξίν τε τὴν αὐτὴν ἔχει, ὅτι περιπατῶ, κινοῦμαι· διὅτι περιπατῶ , κινο ῦμαι. — ἀλλὰ πρόϲ γε ταῦτα ῥητέον· οὐδέποτε ἡ διά πρόθεϲιϲ, αἰτιώδηϲ παραλαμβανομένη, ἐν ϲυνθέϲει ἐϲτί.
δεῖ δὲ νοεῖν ὅτι τὸ διὅτι ἕν ἐϲτι μέροϲ λόγου, καθὸ ἐπεδείξαμεν τὰϲ προθέϲειϲ ἐν ἀπτώτοιϲ ἑνοῦϲθαι. — ἔτι ἡ διά πρόθεϲιϲ, αἰτιώδηϲ παραλαμβανομένη, ἐπ’ αἰτιατικὴν φέρεται, δι’ Ἀπολλώνιον, διὰ ϲέ. φέρε γὰρ οὕτωϲ εἰπεῖν διὰ ϲοῦ, καὶ οὐκέτι αἰτιώδηϲ ἡ διά. ἔνθεν φαμὲν αἰτιατικῆϲ τὸ τό εἶναι ἐν τῷ διὰ τὸ ἡμέραν εἶναι φ ῶϲ ἐϲτιν. ὁ δὲ ὅτι ϲύνδεϲμοϲ πτῶϲιν οὐκ ἀναδέχεται. — ἀλλ’ οὐδὲ ἐκεῖνο ἀληθέϲ ἐϲτιν, ὡϲ ἐπὶ τὸ αὐτὸ φέρεται τὸ διὅτι καὶ ὅτι. ὃ μὲν γὰρ λείπει τῷ ἀνταποδοτικῷ, ὃ δὲ οὔ. τὸ γὰρ οὕτω λεγόμενον, διὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτι λείπει τῷ διὰ τοῦτο φῶϲ ἐϲτι· τὸ δὲ ὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτιν αὐτοτελέϲ. ὅτι περιπα τῶ, κινοῦμαι· οὐ γὰρ δή γε τοιοῦτον ἔϲτιν, διὅτι περιπατῶ, διὰ τοῦτο κινοῦμαι. — φηϲὶ δὲ καὶ ὁ Τρύφων (p. 42 Velsen ), ὡϲ τοῖϲ τοιούτοιϲ μορίοιϲ, πτωτικοῖϲ οὖϲιν, ἀνταποδίδοται τὰ τοιαῦτα, ὡϲ ἐν τοῖϲ τοιούτοιϲ ὅϲ τιϲ περιπατεῖ, ο ὗτοϲ κινεῖται· ὅ τι περιπατεῖ, τοῦτο κινεῖται. καὶ δῆλον ὅτι τὸ διὅτι, ἔχον τὴν αὐτὴν ἀνταπόδοϲιν, ἔχει ἐγκείμενον πτωτικὸν τὸ ὅ τι, ϲαφὲϲ ποιοῦν κἀκ τοῦ πνεύματοϲ, καθὸ μέϲη ἡ δαϲεῖα, ὑπαγορεύουϲα τὴν διά πρόθεϲιν ἐν τῇ παραθέϲει. (οὐ γὰρ δή γε καὶ αὐτὸ μόριόν ἐϲτι τῶν ἡμαρτημένων, ὁμοίωϲ τῷ εἶἑν, εὔἁν, εὐοἵ.) δεῖ δὲ νοεῖν ἐπὶ τῆϲ ϲυντάξεωϲ, ὅτι πτωτικὸν καθεϲτηκὸϲ τὸ διὅτι τρία μέρη λόγου δηλοῖ ἐν παραθέϲει, τήν τε πρόθεϲιν , ἣν ἔφαμεν πάντοτε ἐν παραθέϲει εἶναι αἰτιωδῶϲ παραλαμβανομένην, καὶ τὸ ὅ καὶ τὸ τί , καὶ ἐν πτώϲεϲι δὲ αἰτιατικαῖϲ, ἐφ’ ἃϲ
κλητικῆϲ. — Τοῖϲ αὐτοῖϲ ἐπιχειρήμαϲι προϲχρηϲτέον καὶ ἐπὶ τοῦ διὅτι καὶ ἔτι τοῦ καθὅτι. καὶ γὰρ ἡ κατά ἐν ἴϲῳ παραλαμβάνεται τῇ διά, ὡϲ ἔφαμεν κατὰ ταύτην τὴν πρόφαϲιν ἐν ἴϲῳ τῷ διὰ ταύτην τὴν πρόφαϲιν· κατὰ τοῦτο ἐλή λυθα, διὰ τοῦτο ἐλήλυθα. — οὕτωϲ ἔχει καὶ ἡ εἴϲ καὶ ἡ πρόϲ· πρὸϲ τί λυπ ῇ; διὰ τί λυπῇ; εἰϲ τοῦτο ἐλήλυθα, διὰ τοῦτο ἐλήλυθα.
Ἵνα. Διαφορὰϲ ἔχει τὸ μόριον τρεῖϲ, ϲυνδεϲμικὰϲ μὲν δύο καὶ ἐπιρρηματικὴν μίαν, τόπου δηλωτικήν. ϲυνδεϲμικὸν μὲν οὖν καθεϲτηκὸϲ τὰ ϲυνταϲϲόμενα ῥήματα μετατίθηϲιν εἰϲ τὰ καλούμενα ὑποτακτικά, καθότι καὶ ὁ ἐάν ἐπιζευκτικόϲ, ἵνα γρά ψω, ἵνα γράψ ῃϲ, ἵνα γρά ψῃ· ἐπιρρηματικῶϲ δὲ φυλάϲϲει τὴν ὁριϲτικὴν κλίϲιν, ἵνα τ’ ἔτραφεν ἠδ’ ἐγένοντο (κ 417)· ἔνθ’ ἵνα ἐϲ κακόν ἐϲτιν. καὶ τοῦτό γε διοίϲει, ὡϲ ϲυνήθωϲ μέν ἐϲτι ϲύνδεϲμοϲ καθεϲτηκώϲ, ποιητικῶϲ δὲ ἐπίρρημα. Ἔχει δὲ καὶ τὰϲ ϲυνδεϲμικὰϲ διαφορὰϲ δύο οὔϲαϲ, μίαν μὲν αἰτιολογικήν, ἑτέραν δὲ ἀποτελεϲτικήν. ἐν γὰρ αἰτίᾳ τοῦ ἀναγνῶναί φαμεν οὕτωϲ, ἵνα ἀναγν ῶ ἐτιμήθην, ἵν α λοιδο ῥήϲω ἐπεπλήχθην· οὐκέτι δὲ τὸ αὐτὸ παρέπεται ἐν τοῖϲ τοιούτοιϲ, δὸϲ ἵνα γρά ψω, ἵνα γρά ψῃϲ, ἵνα γρά ψῃ· Θέων διακινεῖ ἵνα ὑγιάνῃ, φιλοπονεῖ ἵν α ἐνάρετοϲ γένηται. ϲαφὲϲ γὰρ ὅτι εἰϲ ἀποτελεϲτικόν τι παραλαμβάνεται ἐπὶ τῶν τοιούτων ὁ ἵνα.
Ὅπωϲ. Καὶ τόδε τὸ μόριον ϲύνδεϲμοϲ καθέϲτηκε, ταὐτὰ δηλῶν τῷ ἵνα· πάλιν γὰρ τὸ ἵνα ὑγιάνῃ ἐν ἴϲῳ ἐϲτὶ τῷ ὅπ ωϲ ὑγιάνῃ, ἵν’ ἀθανάτοιϲι φαείνοι (γ 2). οὐκέτι μέντοι, ἐπίρρημα ὄν, τὸ αὐτὸ δηλοῖ· τὸ μὲν γὰρ ἵνα τοπικόν, τὸ δὲ ὅπωϲ ἐν ἀναφορᾷ τοῦ πῶϲ. ὃν γὰρ τρόπον παρὰ τὸ ὅτε γίνεται τὸ πότε καὶ ἔτι ὁπότε, οἷοϲ ποῖοϲ ὁποῖοϲ; ἡνίκα πηνίκα ὁπηνίκα, τὸν αὐτὸν δὴ τρόπον καὶ παρὰ τὸ ὥϲ ἐϲτι τὸ πῶϲ καὶ ὅπωϲ.