De Conjuctionibus

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

πολλάκι

244
γοῦν τὰ δίχα τοῦ π ἰϲοδυναμοῦντα τοῖϲ διὰ τοῦ ο παραγομένοιϲ, οἷοϲ ἦν Τ ῥυφων, τοιοῦτοϲ ἦν καὶ Διονύϲιοϲ· ὁπόϲοϲ ἦν ὄχλοϲ ἐν τῷ θεάτρ ῳ, τοϲοῦτοϲ κἀ ν τῇ ἀγορᾷ. τοιοῦτον οὖν ἐϲτι τὸ κείνου, ὅπωϲ δὴ δηρὸν ἀποίχεται (δ 109)· ἀντὶ γὰρ τοῦ ὡϲ.

Ὄφρα. Πάλιν τὸ προκείμενον μόριον, ϲύνδεϲμοϲ καθεϲτηκόϲ, ἰϲοδυναμεῖ τῷ ἵνα καὶ ὅπωϲ, οὐκέτι μέντοι ἐπίρρημα ὄν, ὅμοιον χρονικῷ τῷ ἕωϲ παραλαμβανόμενον, ὄφρα μὲν ἠὼϲ ἦν (Θ 66)· ἐν ἴϲῳ γάρ ἐϲτι τῷ ἕωϲ. καὶ οἶμαί γε, ὡϲ ἐπίρρημα καθεϲτηκὸϲ καὶ ἀνταπόδοϲιν ἐπιδέχεται ἐν τῷ τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο (Θ 67). ἕνεκα τούτου καὶ τὸ ἐξ αὐτοῦ μεταφραζόμενον , λέγω δὲ τὸ ἕωϲ. ὡϲ δὲ εἴπομεν , καὶ ϲυνδεϲμικὸν παραλαμβάνεται, ἰϲοδυναμοῦν τῷ ἵνα καὶ τῷ ὅπωϲ, ὅθ’ οὕτωϲ ϲυντάϲϲεται, ὄφρα πεποίθῃϲ (Α 524. ν 344). δῆλον γὰρ ὡϲ ἕνεκα τῆϲ ἰϲοδυναμίαϲ τοῦ ἵνα πάλιν τὰ ϲυνόντα ῥήματα ὑποτακτικὰ ἀποτελοῦνται. — Ϲεϲημειώϲθω δὲ ὅτι μόνον τῶν εἰϲ α ληγόντων ἀνταποδοτικῶν ἀνεπέκτατόν ἐϲτιν· ἰδοὺ γὰρ τὸ τηνίκα τηνικαῦτα λέγεται, τόϲα τοϲαῦτα, τοῖα τοιαῦτα. ἴϲωϲ δὲ ὅτι οὐ τὴν αὐτὴν ἔχει ἐξαρίθμηϲιν, εἴγε τῷ μὲν τηνίκα καὶ τοῖϲ ὁμοίοιϲ παράκειται πηνίκα ὁπηνίκα, τῷ δὲ τόφρα οὐκέτι. ἴϲωϲ δὲ καὶ διὰ τὸ ϲυνωνυμοῦν αὐτῷ, τὸ ἕωϲ.

Μηδὲ ἐκεῖνο δὲ παραλειπτέον, ὡϲ ὁ ἵνα καὶ οἱ ἰϲοδυναμοῦντεϲ ϲύνδεϲμοι παρὰ τὸ διάφορον τῆϲ ϲυντάξεωϲ, λέγω τὸ ἀποτελεϲτικὸν καὶ αἰτιολογικόν, καὶ διαφόρουϲ ἕξουϲι τούϲ ϲυνταϲϲομένουϲ χρόνουϲ, ὥϲτε τὸν μὲν ἀποτελεϲτικὸν καὶ μέλλουϲι ϲυντάϲϲεϲθαι,

τὸν δὲ αἰτιολογικὸν λεγόμενον παρῳχημένοιϲ· τὰ γὰρ γεγονότα αἰτιολογεῖται. ὁ γοῦν λέγων ἵνα γράψω ταῦτά μοι ἐγένετο, ὁμολογεῖ τὸ ἤδη

245
γεγραφέναι, ὥϲτε ἐνήργηϲεν ἤδη τὸ ἔγραψα καὶ αἰτίαν κατ’ αὐτοῦ ἐπήγαγε· τὸ μέντοι οὕτω λεγόμενον δὸϲ ἵνα γρά ψω οὔπω γέγονε, τὸ δὲ μὴ γεγονὸϲ μέλλοντόϲ ἐϲτιν ἀποτελεϲτικόν· μέλλοντι ἄρα ϲυντάϲϲεται. — χωρὶϲ εἰ μὴ οὕτω νοήϲαιμεν. δὸϲ ἵνα ἐν τελειώϲει γένηται τὸ γράψαι. ὅπερ οἶμαι βέλτιον. καὶ γὰρ ὁ ἀπὸ τῶν φωνῶν κανὼν ὁμολογεῖ τὸν ἀόριϲτον, τουτέϲτι τὸν παρῳχημένον, εἴγε κερῶ μὲν ὁ μέλλων, ἔκειρα δὲ ὁ ἀόριϲτοϲ, καὶ οὔ φαμεν δὸϲ ἵνα κερῶ ἀλλ’ ἵνα κείρω. καὶ ὁ Δωριεὺϲ τοὺϲ μέλλονταϲ περιϲπῶν , οὐκέτι ἐπὶ τῆϲδε τῆϲ ϲυντάξεωϲ περιέϲπαϲεν· ἦϲαν γὰρ αἱ φωναὶ οὐ μέλλοντοϲ, ἀλλὰ ἀορίϲτου. πλείϲταϲ ἔχω ἐκθέϲθαι εἰϲ τὸν τοιοῦτον λόγον παραθέϲειϲ, ἃϲ ἐν τοῖϲ περὶ ὑποτακτικῶν παραθήϲομαι, ἐν οἷϲ καὶ τὴν διαφορὰν ἐκθήϲομαι τῆϲ καταλήξεωϲ τῶν ὑποτακτικῶν, καὶ ὡϲ εἰϲ μίαν κατάληξιν πάντα ϲυνέωϲται, λέγω τὴν εἰϲ ω. ἔνθεν γὰρ καὶ ἡ ὑπόληψιϲ τοῦ ἵνα γρά ψω, ὅτι καὶ μέλλοντοϲ.

Ἴδιόν τι παρηκολούθηϲε τοῖϲ ϲυνεμπεϲοῦϲι ϲυνδέϲμοιϲ αἰτιώδεϲιν . . . . . ἐπιρρήμαϲι χρονικοῖϲ ἢ τοπικοῖϲ. ϲυνεμπι . . . ἡ ἀπόδειξιϲ. καὶ οὐκ ἀπίθανον ἕνεκα τούτου καὶ τὸν ἐπεί, αἰτιωδῶϲ παραλαμβανόμενον, ἔχειν χρονικὸν παρακείμενον ἐπίρρημα, ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦϲ ἠυκόμοιο (Θ 452), ἐπεὶ Τροίηϲ ἱερὸν πτολίεθρον ἔπερϲεν (α 2). ἔϲτι δὲ κἀκ τοῦ βίου τοιαῦτα τεκμήραϲθαι. ὁ δεῖνα ἀγα θ όϲ ἐϲτιν, ὅπου γε φιλεῖ το ὺϲ ἀγαθούϲ· ἴϲον γὰρ τῷ ἐπεὶ φιλεῖ τοὺϲ ἀγαo θούϲ, ἢ ὅτι φιλεῖ τοὺϲ ἀγαθούϲ· ὅτε ἀ πέδωκε τὴν παραθ ήκην, ὁπότε γε φιλοπονεῖ. — Οὐ μὴν ἐκεῖνό γε ἀληθέϲ, ὡϲ τὰ μὲν μονοϲύλλαβα τῶν ἐπιρρημάτων, ϲυνεμπίπτοντα ϲυνδέϲμοιϲ, παραλλαγὴν ἴϲχει τόνου, τῶν μὴ οὕτωϲ ἐχόντων τὸν αὐτὸν τόνον τηρούντων.

τὸ γὰρ ποῦ περιϲπῶμεν, ἀλλ’ οὐκέτι ἐν τῷ

246
Ὀδυϲϲῆοϲ δέ που εὐνή (π 34) παραπληρωματικῷ· καὶ τὸ νῦν, ἀλλ’ οὐκέτι ἐν τῷ καί νύ κεν (δ 363)· τὸ μέντοι ὅπωϲ καὶ τὰ τούτοιϲ ὅμοια , ὡϲ πρόκειται, ταὐτά εἰϲιν ἐν ἐπιρρήμαϲι καὶ ϲυνδέϲμοιϲ. — Ἔϲτι δὲ εἰπεῖν, ὡϲ τὸ μὲν νῦν οὐδ’ ὅλωϲ ὁμοφωνεῖ, εἴγε πάντοτε μὲν τὸ ἐπίρρημα διὰ δύο, ὁ δὲ ϲύνδεϲμοϲ οὐ πάντωϲ· καὶ εἰ τοῦτο, οὐ πάντωϲ ὁμοφωνεῖ. — ἀλλ’ οὐδὲ τὸ πού ϲύνδεϲμόϲ ἐϲτι παραπληρωματικόϲ · οὐ γὰρ δή γε τὰ πλεονάϲαντα μόρια ἐν λόγῳ ϲύνδεϲμοι παραπληρωματικοί. ἰδοὺ γὰρ καὶ ἄλλα ἐπιρρήματα παρέλκει, καὶ οὐ πάντωϲ ϲύνδεϲμοι· ἐπὶ μὲν τοῦ βίου ὅϲτιϲ θέλει ὑπαγέτω, καὶ ἔτι παρὰ τῷ ποιητῇ ὡϲ δ’ ὅτ’ ἐν οὐρανῷ ἄϲτρα φαεινήν (Θ 555), εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε (Π 667), οὐ ϲύ γ’ ἔπειτα Τυδέοϲ ἔκγονόϲ ἐϲϲι (Ε 813), ϲοὶ δ’ οὔπω μάλα πάγχυ θεοὶ μάκαρεϲ κοτέουϲι (Ξ 143). κατὰ τοῦτο οὖν πλεοναζέτω καὶ τὸ νῦν εἴ τί που ἔϲτι, πίθοιό μοι (δ 193) καὶ Ὀδυϲϲῆοϲ δέ που εὐνή (π 34), καὶ ὅϲα ἐϲτὶ τοιαῦτα. ἀλλ’ εἰ καὶ ϲύνδεϲμόϲ ἐϲτι τὸ πού, ἰδοὺ ὁμόφωνον ἐπιρρήματι ἐν τῷ εἴ που ἐϲαθρήϲειεν (Γ 450). ὅνπερ γὰρ τρόπον τοῖϲ ἄλλοιϲ πύϲμαϲι παράκεινται ἀόριϲτοι προφοραί, τὸ πλέον ἐν χρόνοιϲ δυϲὶν ἐγκλιτικαὶ καθεϲτῶϲαι, πῶϲ ἦλθεν; ἦλθέ πωϲ· τίϲ ἔγρα ψεν; ἔγραψέ τιϲ· πότε ἦλθεν; ἦλθέ ποτε· τὸν αὐτὸν τρόπον καὶ τῷ ποῦ παρακείϲεται ἐγκλιτικὸν ἀόριϲτον τὸ πού.

Χάριν. Δοκεῖ ἰϲοδυναμεῖν ϲυνδέϲμῳ τῷ ἕνεκα, χάριν Ἀπ ολ λωνίου ἕνεκα Ἀπολλωνίου. φηϲὶ δὲ καὶ ὁ Τρύφων (p. 42 Velsen), ὡϲ ἕνεκα τούτου τὸ μὲν ὄνομα καὶ χάριτα λέγεται καὶ χάριν, τὸ δὲ εἰϲ τοιαύτην ϲύνταξιν παραληφθὲν ὡϲ ἀντὶ ϲυνδέϲμου καθ’ ἕνα ϲχηματιϲμὸν παραλαμβάνεται, ὅπερ παρείπετο ϲυνδέϲμοιϲ. Ἔτι μέντοι φηϲὶν ὁ Τρύφων, ὡϲ παρὰ τὸν Εὐριπίδην καὶ ἔτι ἄλλοιϲ ποιηταῖϲ ὀνοματικῆϲ ϲυντάξεωϲ ἔτυχεν. ἐν μὲν γὰρ Κρήϲϲαιϲ (fr. 469 Dindorf Nauck)

247
ἐγὼ χάριν ϲὴν παῖδά ϲου κατακτενῶ, καὶ ἐν Αὔγῃ (fr. 270 Dindorf Nauck)· καὶ βουθυτεῖν γὰρ ἠξίουϲ ἐμὴν χάριν. τὰ γὰρ κτητικαῖϲ ἀντωνυμίαιϲ ϲυνταϲϲόμενα ὀνόματά ἐϲτι, τῆϲ αὐτῆϲ πτώϲεωϲ τυχόντα καὶ τοῦ αὐτοῦ ἀριθμοῦ , ἐμὸν αὐλόν, ἐμὴν οἰκίαν, ἐμὴν χάριν. . . . ἐμοῦ οἷόν τέ ἐϲτι παραθέϲθαι τὸ ἕνεκα, ἕνεκα ἐμοῦ, ἐπὶ δὲ τοῦ χάριν ἐμὴν οὐκέτι, ἕνεκα ἐμήν. τὸ τοιοῦτον δέ φαμεν εἰϲ ἀπόδειξιν τοῦ τὸ χάριν ὄνομα εἶναι κατὰ τὰϲ τοιαύταϲ ϲυντάξειϲ. — οὐδὲν μέντοι κωλύοι καὶ τὸ ἔθιμον ἐκδέξαϲθαι ὄνομα , λιπούϲηϲ προθέϲεωϲ τῆϲ εἴϲ, ὥϲτε οὕτωϲ ἀκούειν, χάριν Ἀπολλωνίου εἰϲ χάριν Ἀπολλωνίου, εἴγε καὶ τὸ ἐμὴν χάριν ἐν ἴϲῳ ἐϲτὶ τῷ εἰϲ ἐμὴν χάριν. καὶ φαίνεται ὅτι ἡ ὕφεϲιϲ τῆϲ προθέϲεωϲ προῆξε τὸ χάριν ἰϲοδυναμεῖν τῷ ἕνεκα. πάνυ δέ ἐϲτι κἀκείνου ἀπόδειξιϲ. ἡ τοιαύτη ϲύνταξιϲ ἐπὶ γενικὴν φέρεται, χάριν Θἐωνοϲ, χάριν Δίωνοϲ, ἐφ’ οὐ ἔφαμεν λείπειν τὴν εἴϲ. τοιοῦτον δέ ἐϲτι καὶ τὸ ἐμὴν χάριν, εἴγε πᾶϲα κτητικὴ ἀντωνυμία γενικῆϲ ἐϲτι πτώϲεωϲ ἀντωνυμία, τοῦ ἐπιφερομένου κτήματοϲ ἀδιάφορον ἔχοντοϲ τὴν ἐπιo φορὰν τῆϲ πτώϲεωϲ. τούτου οὖν τῇδε ἔχοντοϲ, πάλιν τὸ ἐμὴν χάριν ἢ ϲὴν χάριν ἴϲον ἐϲτὶ τῷ χάριν μου, ὡϲ εἰ ἐμὴν δ ούλην δούλην μου, ἐμὴν οἰκίαν οἰκίαν μου.

Τοϲαῦτα περὶ τῶν αἰτιολογικῶν.

Παρὰ τοῖϲ πλείϲτοιϲ ἐϲτὶ πρόληψιϲ, ὡϲ οἱ καλούμενοι παραπληρωματικοὶϲημαϲίαν τινὰ οὐ ποιοῦνται. ὁ γοῦν Tρύφων (p 35 Velsen) ἐν τῷ ὅρῳ βουλόμενοϲ καὶ αὐτοὺϲ ἐμπεριλαβεῖν , φηϲὶ καὶ τὸ κεχηνὸϲ τῆϲ ἑρμηνείαϲ ἔϲτιν ὅπου παραπληρῶν, ἀπείκαϲε δὲ καὶ αὐτὸν ταῖϲ καλουμέναιϲ ϲτοιβαῖϲ. ὃν γάρ, φηϲι, τρόπον εἰϲ τὰϲ ϲυνθέϲειϲ τῶν ἀμφορέων εὐχρηϲτεῖ ἡ τῶν ϲτοιβῶν παρένθεϲιϲ ὑπὲρ τοῦ μὴ καταθραύεϲθαι τοὺϲ ἀμφορεῖϲ, τὸν αὐτὸν δὴ τρόπον ὑπὲρ τοῦ τὰ τῆϲ φράϲεωϲ μὴ τραχύνεϲθαι ἥδε ἡ ϲύνταξιϲ τῶν μορίων παραλαμβάνεται.

Ἔτι δὲ καί τινέϲ φαϲιν οὐ δεόντωϲ αὐτὸϲ ϲυνδέϲμουϲ εἰρῆϲθαι,

248
εἴγε ϲυνδέϲεωϲ λόγων οὐκ εἰϲὶν αἴτιοι. Καί φηϲι Χαιρήμων ὁ Ϲτωικόϲ, ὡϲ κατά τι εἴηϲαν ἂν ϲύνδεϲμοι. ϲύνδεϲμον γάρ , φηϲι, καλεῖϲθαι καὶ αὐτὴν τὴν φωνὴν καὶ τὸ ἐξ αὐτῆϲ δηλούμενον, ᾧ λόγῳ καί τινα ἕτερα ϲχήματα. φαμέν τι πατρωνυμικὸν καὶ τὸ ἐν χαρακτῆρι πατρωνυμικὸν καί τι ἐν δηλουμένῳ, καὶ ἔτι τὰ κτητικά, καὶ ἄλλα πλεῖϲτα τοιαῦτα. ὡϲ οὖν τὸ τύπῳ πατρωνυμικῷ προϲκεχρημένον , οὐ μὴν δηλουμένῳ, πατρωνυμικὸν καλεῖται, ὥϲπερ τὰ τύπῳ ἀρϲενικά , οὐ μὴν δηλουμένῳ, ἀρϲενικὰ καλεῖται, οὕτω καὶ ἂν τύπῳ ᾖ ὁ παραπληρωματικὸϲ κεχορηγημένοϲ ϲυνδεϲμικῷ, μὴ μὴν δηλουμένῳ, εἰρήϲεται ϲύνδεϲμοϲ. ἀμέλει αὐτοὶ οἱ ϲύνδεϲμοι πλεονάϲαντεϲ οὐδὲν ϲυνδέουϲι καὶ ϲύνδεϲμοι καλοῦνται. οὐδὲν οὖν κωλύοι, καθότι καὶ ὁ Φιλόπονοϲ ἀπεφήνατο, ϲυνδέϲμουϲ καλεῖϲθαι τοὺϲ παραπληρωματικούϲ. καὶ τοῦτό φηϲι δεδωκώϲ, ὅτι οὐδὲν ϲυνδεϲμικὸν δηλοῦϲιν.

Ἃ δὲ καὶ Τρύφων (p. 43 Velsen) παρέθετο, ἐκθήϲομαι. Φηϲίν· ἤτοι ϲυλλαβαί εἰϲιν ἢ λέξειϲ. καὶ εἰ μὲν ϲυλλαβαί, τινων λέξεών εἰϲι μέρη, καὶ ἤτοι τελικαὶ ἢ ἀρκτικαί.

καὶ τελικαὶ μέν λέγει δή , βούλομαι δή , ἀρκτικαὶ δέ ἐγὼ δὴ βούλομαι, ἐγὼ δὴ λέγω. ἦν δὲ ἐν ἀμφοτέροιϲ ἀϲύϲτατον. — Οὐ γάρ ἐϲτί τιϲ ϲυλλαβὴ παντὸϲ μέρουϲ λόγου ληκτική, γενήϲεται δὲ ἐν τῷ Ἀπολλ ώνιοϲ δή, ἐγὼ δή, βούλομαι δή· καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό. ἀλλ’ εἰ καὶ προϲτιθεμένη ἔξωθέν ἐϲτιν ἐν παραγωγῇ ϲυλλαβή , πάλιν τὸ αὐτὸ ἐπιχείρημα ἀρκέϲει· ἑκάϲτη γὰρ τῶν παραγομένων λέξεων δεκτική ἐϲτιν ἰδίαϲ ϲυλλαβῆϲ, ὡϲ τῶν τρίτων τὸ ϲι, λέγη ϲιν, ἔχῃϲι, παμφαίνῃϲιν· ἡ τῶν δευτέρων εἰϲ θᾶ, λέγῃϲθα φέρῃϲθα, καὶ ἐπὶ τῶν πρώτων τὸ μι, τάων ἥν κ’ ἐθέλωμι (Ι 397 ), οὐδ’ ἂν ἐῷμι (π 85?)· καὶ οὐχ οἷόν τ’ ἐϲτὶν εἰπεῖν λέγωϲι οὔτε λέγωθα. καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό, λέγω δὲ πάλιν ἐπὶ τοῦ τοιόϲδε, μὴ κατὰ παντὸϲ ὀνόματοϲ ἐφικνεῖϲθαι τὸ δε· ἢ ὅτε οὕτωϲ φαμέν, τοῖοϲ τοιοῦτοϲ. πῶϲ οὖν πάλιν τὸ δή ἐϲτιν ἐν τῷ λέγω δή, λέγειϲ δή, λέγει δή; ϲαφὲϲ οὖν ὅτι τὸ τοιοῦτον μᾶλλον λέξεωϲ ᾔπερ ϲυλλαβῆϲ, εἴγε καὶ ἐν ἐπιρρήμοϲι

249
καὶ ϲυνδέϲμοιϲ τὸ τοιοῦτον ἔϲτιν εὑρέϲθαι. — Ἀλλ’ οὐδὲ ἀρκτική ἐϲτι ϲυλλαβή. πάλιν γὰρ πῶϲ πάϲηϲ λέξεωϲ ἡ αὐτὴ ϲυλλαβὴ ἀρκτική; πῶϲ τε ἐπὶ τοῦ ἐγὼ δὴ λέγω ἡ τῶν παρῳχημένων κλίϲιϲ οὐκ ἐγένετο κατὰ τὴν δή ϲυλλαβήν; τὸ τοιοῦτον γὰρ παρέπεται ῥήμαϲιν. οὐ γὰρ δή γε οἱ παραπληρωματικοὶ ϲύνδεϲμοι προθέϲειϲ εἰϲίν, ἵνα ϲυντεθέντεϲ προτακτικοὶ γίνωνται, καθότι τὸ καταβαίνω καὶ τὰ ὅμοια.

Οὕτω μὲν οὖν ϲυνάγει ὁ Τρύφων (p. 43 Velsen) ὡϲ οὐ ϲυλλαβαί, ᾧ καὶ ϲυνηγορήϲωμεν, ἔτι τινὰ προϲθέντεϲ. ϲυνάγει οὖν ὅτι λέξειϲ, παραλείπων τὸ ἀναγκαιότατον. ἐν γὰρ δὴ τῇ προτάϲει φηϲὶ τοῦ λόγου, εἰ λέξειϲ, ὀφείλουϲί τι δηλοῦν . ὅπερ αὐτοὶ ἀναπληρώϲωμεν. οἷϲ δὲ λόγοιϲ ἐχρήϲατο εἰϲ τὸ λέξειϲ εἶναι, πάλιν ἐκθετέον. — Ϲαφὲϲ μὲν οὖν ὅτι, ἐν οἷϲ οὐ ϲυλλαβαί, ἐν τούτῳ λέξειϲ.

ἴδιόν τε λέξεων τὸ μεταλαμβάνεϲθαι εἰϲ ὁμοιοϲήμουϲ, βροτόϲ ἄνθ ρωποϲ, αὐτάρ δέ. τοιοῦτοι δὲ καὶ οἱ προκείμενοι ϲύνδεϲμοι νύ δή ῥά. — πᾶν μόριον ἐγκλιτικὸν λέξιϲ ἐϲτίν, ἦλθέ τιϲ, ἄνθρωπόϲ εἰμι· πάμπολλοι δέ εἰϲιν οἱ παραπληρωματικοὶ ἐν ἐγκλίϲει. ὡϲ ὁ γέ, ὁ ῥά, ὁ θήν, ὁ νύ. — δύο λέξεων ἢ τριῶν οὐϲῶν ἀκώλυτον τὸ ἐπάλληλον τῆϲ ὀξείαϲ· καὶ κατὰ τοῦτο οὖν λέξειϲ τὰ προκείμενα μόρια· ἰδοὺ γὰρ ἐν τῷ ἦ νύ ϲέ που δέοϲ ἴϲχει (Ε 812) καθ’ ἓν ἕκαϲτον μέροϲ λόγου ἡ ὀξεῖα ἀνέϲτη.

Τῆϲ μὲν οὖν φωνῆϲ κανόνεϲ οἵδε εἰϲί· τοῦ δὲ δηλουμένου, ὅπερ καὶ μᾶλλον ἀναγκαῖον ἦν, παραθετέον. — οὐκ εἴ τι μέροϲ λόγου κατά τινα λόγον παρέλκεται, τοῦτο οὐχὶ πάντωϲ λέξιϲ, ἐπεὶ οἷόν τ’ ἐϲτὶν εἰϲ τὸ τοιοῦτον παραθέϲθαι πάντα τὰ μέρη τοῦ λόγου ἔν τιϲι ϲυντάξεϲι, μάλιϲτα ὑπὸ ποιητικῆϲ ἀδείαϲ, πλεονάζοντα. ποίαν γὰρ ἔχει χώραν τὸ πῇ ἔβη Ἀνδρομάχη λευκώλενοϲ (Ζ 377), λέγω τὸ κατὰ τὸ λευκώλενοϲ; — ἀλλ’ ἴϲωϲ πρὸϲ τὸ τοιοῦτον ἐκεῖνο εἰρήϲεται· ἀλλ’ ἐν ἑτέροιϲ τὰ παρέλκοντα δηλοῦϲί τι, ἐπεὶ πάλιν οὐ παρέλκει τὸ λευκώλενοϲ Ἥρη (Α 55), δεδείξεται οὖν ὡϲ οὐ πάντοτε πλεονάζουϲιν οἱ παραπληρωματικοί, ἀλλὰ

250
καί ποτε τόπον ἴϲχουϲι τὸν ϲημαίνοντά τι. ἔϲτιν ὑποδείγματα παρέλκοντοϲ μὲν τοῦ γέ οὗτόϲ γ’ Ἀτρείδηϲ, εὐρυκρείων Ἀγαμέμνων (Γ 178), καὶ ἐν ϲυνδέϲμῳ ἆρά γε ἡμέρα ἐϲτί; καὶ ἐν τῷ ϲύ γε, μὴ ϲύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεϲθαι (Π 89), καὶ μέν τοί γε· οὐ μὴν ἔτι ἐν τῷ καλῶϲ γε· ἐπιτέταται γὰρ ἡ ἔκπληξιϲ. ἀλλὰ μὴν καὶ ἐν τῷ τοῦτό γέ μοι χάριϲαι (lyr. gr. III3 p. 1356 Bergk), τοῦτό γέ μοι λά ληϲον ἔμφαϲιϲ ἱκανὴ μειότητοϲ καὶ τοῦ μηδὲν ἄλλο ἀποφαινομένου.

καὶ παντί γε προῦπτον, ὡϲ διαφέρει τὸ τοῦτο εἰπέ τοῦ τοῦτό γε εἰπέ. πῶϲ οὖν ἔτι οὐδὲν πληροῦϲιν οἱ παραπληρωματικοί; — Ἔτι ὁ δέ ϲύνδεϲμοϲ ὅπωϲ παραλαμβάνεται καὶ ἐπὶ ποίᾳ δυνάμει, ἐκτεθείμεθα. ἀλλὰ προϲλαβὼν τὸν γέ ἄλλο τι ἐπηγγείλατο. οὐ γὰρ ὡϲ ἐν τῷ ἀρά γε ἡμέρα; παρείλκετο ὁ γέ καὶ ἐν τῷ δέ γε. καλούμενον γοῦν ἔϲτιν εὑρέϲθαι παρὰ τοῖϲ Ϲτωικοῖϲ τὸν δέ γε ὄντα προϲληπτικόν. τοὺϲ γὰρ ἀπὸ ϲυναφῆϲ λόγουϲ εἰϲ ϲχηματιϲμὸν μετιόνταϲ ἡ τοιαύτη ϲύνταξιϲ ἡ τῶν ϲυνδέϲμων ὑπάγει, εἰ ἡμέρα ἐϲτί, φῶ ϲ ἐϲτιν· ἡμέρα δέ γέ ἐϲτιν· καὶ ἐπεὶ ἐν προϲλήψει ἐγένετο ὁ λόγοϲ, προϲληπτικοὶ οἱ τοιοῦτοι ϲύνδεϲμοι. — Τὸ δ’ αὐτὸ ϲυμβέβηκε καὶ ἐπὶ τοῦ ἀλλά καὶ ἀλλὰ μή ν. πάλιν γὰρ ὁ μήν παραπληρωματικόϲ, ϲυνών τῷ ἀλλά, τὴν αὐτὴν πρόϲληψιν ἀποτελεῖ, ἀλλὰ μὴν ἡμέρα ἐϲτί, καὶ ϲχεδὸν ἀμφοτέρων τῶν ϲυντάξεων μία δύναμιϲ· ἐκ γὰρ τῶν αὐτῶν εἰϲιν. ὁ γὰρ δέ ἰϲοδυναμεῖ τῷ ἀλλά (καὶ τοῦτο ἐδείχθη), ὃϲ προϲλαβὼν παραπληρωματικὸν τὸν γέ προϲληπτικὸϲ ἐγένετο· καὶ πάλιν ὁ ἀλλά, παραπληρωματικὸν προϲλαβὼν τὸν μήν, τὸ αὐτὸ ἐγένετο. πολλάκιϲ δὲ καὶ ὁ γάρ προϲέρχεται τῷ ἀλλά, ἀλλὰ γὰρ ἡμέρα ἐϲτί· καὶ εἰ ὁ γάρ ϲύνδεϲμοϲ, καὶ ὁ μήν καὶ ὁ γέ ϲύνδεϲμοι. Ἔτι ὁ πέρ παρέλκει

251
ἐν τῷ εἴπερ ἡμέρα ἐϲτί (καὶ διὅτι, εἴρηται)· ἀλλ’ οὐκέτι ἐν τῷ καίπερ ἀγαθὸϲ ὤν. ὑπεναντίωϲιν γὰρ ἐδήλωϲεν ὁ καίπερ καὶ δῆλον ὅτι διὰ τὸν πέρ, ὅπου γε καὶ κατ’ ἰδίαν ὁ πέρ ἐναντιωματικόϲ ἐϲτι μετ’ αὐξήϲεωϲ, ἀγαθόϲ περ ἐών (Α 131), ϲώφρων περ ὤν· τὸ γὰρ ἐναντίον τῷ τοῦτό γέ μοι χάριϲαι (lyr. gr. III3 p. 1356 Bergk), ἀπειργάϲατο. — Ἃϲ ἔχει δυνάμειϲ ὁ καί, εἴπομεν. ἀλλὰ προϲλαβὼν τὸν μήν ἀποδεικτικὸϲ γίνεται, πάλιν ὑπαγομένηϲ ἐναντιώϲεωϲ, οὐ βλέπω, καὶ μ ὴν ἡμέρα ἐϲτίν·