De Conjuctionibus

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

οὐ γὰρ οἷόν τε εὑρέϲθαι τὸ υ ἐκθλιβόμενον, προϲλαμβανόμενον δὲ κατὰ τὰϲ γινομέναϲ ϲυναλοιφάϲ, ὡϲ ἐν τῷ δὴ αὖτε δηῦτε, ὁ αὐτόϲ ωὑτόϲ, ἐμέο αὐτοῦ ἐμωυτοῦ. ἧν ἂν οὖν καὶ μωῦν. Καὶ πρὸϲ τὸ τοιοῦτόν τινεϲ ἔφαϲαν, ὡϲ διὰ κακοφωνίαν ἐκθλιβείη τὸ υ. Δέον δὲ πρὸϲ μὲν τὸν ἀπὸ τῆϲ φωνῆϲ λόγον φάναι, ὡϲ οὐ παρὰ τὸν οὖν ἡ ϲύνθεϲιϲ, ἀλλὰ παρὰ τὸν ὦν, ὄντα καὶ Ἰωνικὸν καὶ Αἰολικὸν καὶ Δωρικόν. Ἀλλὰ πῶϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ; ὅτι δυνάμει Ἴωνεϲ. ἀλλ’ εἰ καὶ ἀπὸ Δωρίδοϲ διαλέκτου ἦν τι παρ’ Ἀθηναίοιϲ, οὐ ξένον, ὅπου γε καὶ δαρόν φαϲιν. — ἀλλὰ καὶ ἐπὶ ϲυναλοιφῆϲ ἔϲτι τὸ τοιοῦτον παραϲτῆϲαι. τὸ θάτερον παρ’ αὐτοῖϲ ἀϲύϲτατον, ἐὰν παρὰ τὸ ἕτερον ᾖ ϲυνηλιμμένον, εἴγε ἡ τοιαύτη ϲυνέλευϲιϲ εἰϲ τὴν ου δίφθογγον μεθίϲταται, τὸ ἐμόν τοὐμόν, τὸ ἔργον τοὖργον, τὸ ἔλαιον τοὔλαιον. πῶϲ οὖν τὸ ἕτερον οὐ θούτερον; ψυχρὸν τὸ λέγειν, ὅτι ἀπὸ πληθυντικῆϲ ἐκφορᾶϲ εἰϲ ἑνικὴν μετῆλθε. πότε γὰρ πληθυντικὸν ἑνικὸν ἐκαAnιuνω.

229
νόνιϲε; καὶ πότε οὐχὶ αἱ παραθέϲειϲ κατὰ τοὺϲ ἰδίουϲ ἀριθμοὺϲ τὰϲ ϲυναλοιφὰϲ ἀναδέχονται; ἔϲτω δὲ ἐν ὑποδείγματι τὸ ἔργον τοὖργον, τὰ ἔργα τἆργα. καὶ ὡϲ οὐχ ὑγιὲϲ τὸ λέγειν τοὖργα ἢ τἆργον , δῆλον ὡϲ καὶ ἐπὶ τοῦ προκειμένου ταὐτὸν παρακολουθήϲει, καὶ ἡ ἀπολογία περιίϲταται εἰϲ ϲολοικιϲμόν. — ἄμεινον οὖν παραδέξαϲθαι Δωρικὴν μετάθεϲιν τοῦ ε εἰϲ τὸ α, καὶ ὡϲ ὁ ἀνήρ ἁνήρ, ὁ ἄνθρωποϲ ἅνθρωποϲ, οὕτωϲ τὸ ἅτερον θάτερόν ἐϲτι, καὶ ἄλλα, τὸ πεινῆν καὶ διψῆν. καὶ οὐκ ἐπὶ πλέον δεῖ περὶ τούτων παραθέϲθαι.

Καθίϲταται οὖν κατὰ φωνὴν ὁ μῶν οὕτωϲ. πρὸϲ δὲ τὸν ἀπὸ τοῦ δηλουμένου λόγον ἐκεῖνα ἂν φήϲαιμεν. πρῶτον ὅτι αἱ ϲυνθετοι τῶν λέξεων οὐ τὸ αὐτὸ ἐπαγγέλλονται ταῖϲ ἁπλῶϲ ἐκφερομέναιϲ, ἐν τοῖϲ περὶ ϲχημάτων εἴρηται. καὶ ἐξ αὐτῶν τῶν ϲυνδέϲμων πλεῖϲτα ἔϲτι παραθέϲθαι, καθὸ ἑξῆϲ εἰρήϲεται, εἴγε ἄλλο μὲν τὸ καί, ἄλλο δὲ τὸ καίτοι δηλοῖ.

— ἀλλ’ εἰ καὶ τὸ τοιοῦτον παραθείη τιϲ, ἔϲτι καταϲτῆϲαι κυρίωϲ τὴν κατάϲταϲιν τοῦ ϲυνδέϲμου, ὡϲ βούλεται ὁ Τρύφων. τὸ μή οὐ πάντοτέ ἐϲτιν ἀπαγορευτικόν, ἀλλὰ καὶ διαπορητικῶϲ παραλαμβάνεται· μὴ γρά ψεῖ; μὴ λήϲεται ἡμᾶϲ; ἴϲον γάρ ἐϲτι τῷ ἆρα λήϲεται ἡμᾶϲ. ἀλλὰ μὴν καὶ ὁ οὖν παραπληρωματικόϲ ἐϲτι. ϲυνέϲτηκεν οὖν ὁ μῶν ἔκ τε διαπορητικοῦ τοῦ μή καὶ τοῦ ὦν παραπληρωματικοῦ, καὶ οὕτωϲ ἐϲτὶ διαπορητικόϲ. μαριτυρεῖ δὲ ϲυλλογιϲτικῷ μὲν ὄντι τῷ οὖν τὸ οὐκοῦν οὐ βαρυνόμενον κατὰ τέλοϲ, παραπληρωματικῷ δ’ ὄντι τὸ βαρυνόμενον.

Κᾶτα. Οὗτοϲ πολλάκιϲ ἐν ἴϲῳ τῷ καί παραλαμβάνεται. οὐ γὰρ . . . ον παρ’ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ (v. 203) τὸ

230
κᾶτα πῶϲ δυνήϲομαι ἀντὶ τοῦ καί παραλαμβάνεϲθαι. ἴϲωϲ μέντοι ἐκεῖνο διαπορητικόν ἐϲτιν ἐν Φοινίϲϲαιϲ Εὐριπίδου (v. 598 Kirchhoff) κᾶτα ϲὺν πολλοῖϲιν ἦλθεϲ. Τρύφων (p. 37 Velsen) μέντοι ἐν τῷ περὶ ἐπιρρημάτων ὡϲ περὶ ἐπιρρήματοϲ χρονικοῦ τὸν λόγον ποιεῖται, ἐν ῷ καὶ ἐζήτηϲεν, εἰ ἐγκειται τὸ εἶτα. ἐν δὲ τῷ περὶ ϲυνδέϲμων, ὁμοίωϲ τοῖϲ περὶ Ἀπολλώνιον καὶ Κόμανον καὶ ϲχεδὸν ἅπαϲι ϲύνδεϲμον ἐκδεχόμενοϲ, πάλιν λόγουϲ τινὰϲ προὐφέρετο ἐξεταϲτικοὺϲ τοῦ ἐγκεῖϲθαι τὸν καί καὶ τὸ εἶτα, καθό τινεϲ ᾠήθηϲαν, καὶ ἦϲαν τοιοῦτοι οἱ κανόνεϲ· ὁ καί ϲύνδεϲμοϲ ἔκθλιψιν τοῦ ι καὶ κρᾶϲιν τοῦ α ποιεῖται εἰϲ μακρὸν α, τοῦ ε μόνου ἐπιφερομένου (φαίνεται ὅτι καὶ τοῦ η)· καὶ ἐμέ κἀμέ, καὶ ἐκεῖνοϲ κἀκεῖνοϲ. ὅτε μέντοι δίφθογγοϲ ἐπιφέρεται, ἐκθλίβεται τὸ α καὶ τὸ ι, καὶ εἶχον κεἶχον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ο. ἐπιφερόμενον γὰρ μόνον τὸ ο κρᾶϲιν ποιεῖται, καὶ ὁ ϲόϲ χὡ ϲόϲ, καὶ ὁ οἶνοϲ χοἷνοϲ, καὶ ὁ φίλοϲ χὡ φίλοϲ. εἴπερ οὖν ἔγκειται τὸ εἶτα, ἦν ἂν κεῖτα. καὶ ἔτι ἐν τῷ περὶ ἐπιρρημάτων καὶ τὸ δηλούμενόν φηϲι μάχεϲθαι.

ὁ μὲν γὰρ καί ϲύνδεϲμοϲ ἐπὶ τῶν κατὰ τὸν αὐτὸν καιρὸν παραλαμβανομένων ἐϲτίν (ὑφ’ ἕνα γὰρ καιρὸν γραφόντων τινῶν φαμεν καὶ Διονύϲιοϲ ἔγραφε καὶ Ἀπ ολλ ώνιοϲ), καὶ δῆλον ὅτι διὰ τοῦτο καὶ ἀθροιϲτικόϲ· ὁ δὲ εἶτα χρόνου τομὴν ἐπαγγέλλεται. ὁ γὰρ λέγων Ἀριϲτοφάνηϲ ἔγρα ψεν, εἶτα Ἀπολλώνιοϲ τάξεώϲ ἐϲτι παραϲτατικόϲ.προϲθείημεν δ’ ἂν ὅτι καὶ τοῖϲ κατὰ ἀριθμὸν παραλαμβανομένοιϲ ϲύνεϲτιν , Ἀρίϲτα ρχοϲ πρῶτοϲ ἔγραψε ν, εἶτα δεύτεροϲ Ἀριϲτοφάνηϲ, εἶτα τρίτοϲ καὶ τὰ ἑξῆϲ. εἰ καὶ τὸ δεύτερόϲ τιϲ βαϲτάξειε, μένει τὸ ἐν δευτέρᾳ τάξει νοούμενον, Ἀρί ϲταρχοϲ πρῶτοϲ ἔγρα ψεν, εἶτα Διονύϲιοϲ. εἰ μέντοι τὸν καί παραλαμβάνοιμεν, ἀμφότεροι γίγνονται. διὰ τούτων οὖν θεματικὸν τὸν ϲύνδεϲμον ἐξεδέχετο. — εἶτά φηϲι· χωρὶϲ εἰ μὴ ἐπεκτέταται ὁ καί, ὡϲ ὁ δή, ἀποβολῆϲ γενομένηϲ τοῦ ι καὶ εὐλόγου ἐκτάϲεωϲ τοῦ α, καθότι καὶ τὸ κλαίειν κλάειν. ἦν δ’ ἂν τοῦτο πιθανόν , εἰ πάντοτε ἀντὶ τοῦ καί παρελαμβάνετο ὁ κᾶτα. καὶ φαίνεται ὅτι, δι’ οὐ ᾐτήϲατο

231
ὑποϲτολὴν τοῦ ι, διὰ τούτου οἱ ἀξιοῦντεϲ τὸ εἶτα ἐγκεῖϲθαι κατορθοῦϲι τὸν κᾶτα. ὡϲ γὰρ τὸ καὶ ἐμέ κἀμέ, οὕτω καὶ τὸ καὶ εἶτα, ἐνδεῆϲαν τῷ δευτέρῳ ι, ὑποϲυνήλιπται ἐν τῷ κᾶτα.

Πρὸ τῆϲ καταλογῆϲ τῶν αἰτιολογικῶν ἐπιϲτατέον μορίῳ τῷ ἕκητι, τί ποτ’ ἂν εἴη μέροϲ λόγου. καὶ δῆλον ὅτι, εἰ ϲημαίνοι τὸ ἕνεκα. ϲύνδεϲμοϲ ἂν εἴη αἰτιολογικόϲ, ἰϲοδυναμῶν τῷ ἕνεκα καὶ χάριν· εἰ δὲ μὴ δηλοῖ μὲν τὸ ἕνεκα, τὸ δὲ ἑκοντηδόν, ἕκητι ϲοῦ ὡϲ εἰ ἑκόντοϲ, δῆλον ὡϲ ἐπίρρημα. — Ἀλλά φηϲιν ὁ Τρύφων (p. 39 Velsen), ὡϲ ἀδύνατον ἂν εἴη ϲύνδεϲμον αὐτὸ ἐκδέξαϲθαι, καθὸ οὔ ποτε οἱ ϲύνδεϲμοι τὴν α ϲτέρηϲιν ἀναδέχονται, ἔϲτι δὲ τὸ ἀέκητι ἐν ϲτερήϲει τοῦ ἕκητι.

Προϲθείημεν δ’ ἂν τῷ λόγῳ καὶ τοῦτο, ὡϲ εὐλόγωϲ οὐδὲ ἡ α ϲτέρηϲιϲ παρακείϲεται τοῖϲ ϲυνδέϲμοιϲ, ἐπεὶ πάντοτε ἐν ϲυνθέϲει ἐϲτί, καὶ ἔϲτιν ἀνατρεπτικὴ τοῦ πρὸϲ ὃ ϲυντίθεται. εἴπερ οὖν τὸ τοιοῦτον παρείπετο, καὶ ἡ δύναμιϲ τῶν ϲυνδέϲμων ἀνῃρεῖτο, καὶ δῆλον ὡϲ οὐ ϲύνδεϲμοι. ἔτι εἴπερ τὸ ἕκητι ϲύνδεϲμοϲ αἰτιολογικόϲ, δῆλον ὡϲ οὐ τὸ ἀέκητι· ϲτέρηϲιϲ γὰρ τῆϲ αἰτιολογίαϲ. Ἀλλὰ πάλιν ἦν ἐκεῖνο ἀδύνατον τὸ μὴ εἰϲ ταὐτὸν εἶδοϲ παραλαμβάνεϲθαι τὸ ἐν ϲτερήϲει παραλαμβάνοι0 μενον μέροϲ λόγου, φυλάττον τὴν αὐτὴν κατάληξιν καὶ τὸ αὐτὸ δηλούμενον, αὐτὸ μόνον τῆϲ ϲτερήϲεωϲ περιττευούϲηϲ. ὃν γὰρ τρόπον τὸ ἑκών τῷ ἀέκων ταὐτόν, οὕτω καὶ τὸ ἀέκητι ταὐτὸν ἔϲται τῷ ἕκητι· οὐδενὶ γὰρ διαφέρει, ὡϲ ἔφαμεν, εἰ μὴ τῇ ϲτερήϲει. εἴρηται δὲ ὅτι ἀδύνατον τὸ ἀέκητι ϲύνδεϲμον εἶναι· ἄλογον ἄρα καὶ τὸ ἕκητι ϲύνδεϲμον εἶναι.

Προϲθείημεν δ’ ἂν καὶ τοῦτο, ὡϲ ἐν τοῖϲ ϲυνδέϲμοιϲ ἡ οὔ ἀπόφαϲιϲ ὅτε πρόϲειϲιν ἐν παραθέϲει, οὐ τὸν ϲύνδεϲμον ἀναιρεῖ μόνον, τὴν δὲ ὅλην φράϲιν. φημὶ δὲ τοῦτο, καθὸ ἡ οὔ ἀπόφαϲιϲ, ἀναιροῦϲά τινα μέρη λόγου, καὶ εἰϲ τὴν α μεταλαμβάνεται ϲτέρηϲιν, οὐ φίλοϲ ἄφιλοϲ, οὐ ϲέβω ἀϲεβῶ, οὐχ οἱόν τε δ’ ἐϲτὶν εὑρεῖν, καθότι προείπομεν, ἐν ϲτερήϲει ποτὲ ϲύνδεϲμον παραλαμβανόμενον. τὸ ὅλον οὖν ἀναιρεῖ ἡ ἀπόφαϲιϲ, οὐχὶ τὸν ϲύνδεϲμον. φαίνεται οὖν ὅτι καὶ ἐν τῷ ἕκητι

232
κατὰ τὸ αὐτὸ προϲεληλύθει ἡ οὔ ἀπόφαϲιϲ, οὐχ ἕκητι Ἀπολλωνίου, ὁμοίωϲ τῷ οὐχ ἕνεκα Ἀπολλωνίου, οὐ χάριν Ἀπολλωνίου, οὐχ ὅτι ἔγραψα.

Ἀλλ’ οὐδὲ ἐπίρρημα, φηϲὶν ὁ Τρύφων (p. 39 Velsen), πάνυ ἀκριβῶϲ καὶ τῷ ϲχηματιϲμῷ προϲελθὼν καὶ τῇ τάϲει. εἰ γὰρ παρὰ τὸ ἑκών τὸ ἐπίρρημα ἐγένετο, κἂν ὠξύνετο, εἴγε τὰ ἐν παραγωγῇ, κἂν μακρῷ τῷ ι χρῆται κἂν βραχεῖ, ὀξύνεται, Ἑλληνιϲτί, ἀμογητί, πανοικί. πῶϲ οὖν βαρύνεται τὸ ἕκητι;

— Ἔτι οὐδέποτε ἐπίρρημα ϲὺν ϲτερήϲει ἀποτελεῖται. τὰ γὰρ ὄντα παραϲύνθετά ἐϲτι. τῷ ἀϲέμνωϲ τὸ ἄϲεμνοϲ παράκειται, τῷ ἀψευδῶϲ τὸ ἀψευδήϲ, τῷ ἀκλαυτί τὸ ἄκλαυτοϲ, τῷ ἀθεωρητί τὸ ἀθεώρητοϲ. — Ϲαφῶϲ παραδίδοται ὁ τοιοῦτοϲ λόγοϲ ἐν τῷ περὶ ἐπιρρημάτων. ὥϲτε καὶ κατὰ τοῦτο ἀϲύϲτατον τὸ ἀέκητι, κἂν ἐπίρρημα καθεϲτήκῃ τὸ ἕκητι.

Ἔδει τὸν Τρύφωνα καὶ τὴν φωνὴν καταϲτῆϲαι τοῦ ἕκητι. εἰ ὅλωϲ δύναται τῇ ἑκών παρακεῖϲθαι. καί φηϲιν ὅτι, καθὸ ἠλογήθη ἡ φωνή, δύναται ἐπίρρημα καθίϲταϲθαι, ἠλογημένον ἐν τῇ τάϲει, καθότι καὶ ἐν αὐτῇ τῇ φωνῇ . ἔδει δὲ καὶ περὶ τῆϲ α ϲτερήϲεωϲ λόγον τινὰ ποιήϲαϲθαι, ἐπεί τοί γε ἐπίρρημα καθεϲτὸϲ ἀκατάϲτατον γενήϲεται καὶ ἐν τάϲει ἀνακόλουθον πρὸϲ τὴν ἑκών, ἄλογον ἔχον τὴν ϲύνθεϲιν. καὶ οὐδὲν κωλύϲει ἕνεκα τούτου τὸ αὐτὸ ἁμάρτημα μετατιθέναι ἐπὶ τὸν ϲύνδεϲμον, κἂν ϲύνδεϲμοϲ καταϲταίη τὸ ἀέκητι.

Ῥητέον οὖν ὑπὲρ τοῦ ϲχηματιϲμοῦ τοῦ ἕκητι, ὅτι ἀπὸ ϲυνθέτων πολλάκιϲ ἀποτελεῖται ἁπλᾶ, καὶ δη . . . . θοϲ ὑπαντᾷ τῇ καλουμενῃ ἀφαιρέϲει· ὃν γὰρ τρόπον ἐπὶ τῶν ἁπλῶν ϲχημάτων τὸ λειπόμενον πάντωϲ τοῦ ὅλου δηλουμένου ἐϲτὶ παραϲτατικόν, τὸν αὐτὸν

233
τρόπον τὸ λειπόμενον ἁπλοῦν δηλώϲει τοῦ ὅλου τὴν ϲύνθεϲιν ἐκ τοῦ δηλουμένου, ἐπεὶ τὸ ἀφῃρημένον ἐν λεκτῷ καθειϲτήκει. ἐκκείϲθω δὲ ὑποδείγματα. τὸ ἠνορέη διαφέρει τοῦ ἀνδρία, ᾗ τὸ μὲν ἐξ ἁπλοῦ ἐγένετο τοῦ ἀνδρόϲ, τὸ δὲ ἐκ ϲυνθέτου τοῦ εὐήνωρ· οὐ γὰρ ἂν ἄλλωϲ τὸ κατ’ ἀρχὴν α εἰϲ η μετέπεϲεν, οὐδὲ μὴν τὸ η εἰϲ τὸ ω, εἰ μὴ παρέποιτο ϲύνθεϲιϲ ὡϲ ἐν τῷ ἀντήνωρ καὶ ἀγαπήνωρ, Ἐλπήνωρ. ἦν οὖν καὶ τὸ εὐήνωρ, ἀφ’ οὗ κτητικὴ παραγωγὴ ἔπιπτεν εὐηνόρεια ὡϲ ῾Ἑκτόρεια κ . . ρεια καὶ πρακτόρεια, εὐηνορέα καὶ ἔτι Ἰωνικῶϲ εὐηνορέη, ὡϲ Ἑκτορέη. ὁμολόγωϲ οὖν ἐν ἀφαιρέϲει τοῦ εὖ τὸ ἠνορέη , καὶ οὐκ ἀϲυνήθωϲ τοῦ εὖ παρ’ αὐτῷ λείποντοϲ. οὕτω γὰρ ἔχει τὸ δόμοιϲ ἔνι ποιητοῖϲι (v 306), τοῖϲ εὖ πεποιημιένοιϲ.

— εἰϲ τὸν τοιοῦτον λόγον καὶ ἄλλα πλεῖϲτα ἔϲτι παραθέϲθαι. τὸ γὰρ φρονεῖν ἢ ψευδήϲ ἢ ϲαφήϲ οὐκ ἄλλωϲ ἂν καταϲταίη , εἰ μὴ δοθείη ὅτι δεύτερα εἴη τῶν καλουμένων ϲυνθέτων. καὶ τὸ ἀλλ’ ἄνα, μηκέτι κεῖϲο (Ϲ 178), καὶ τὸ πάρα δ’ ἀνήρ (π 45) εἰϲ τὸ αὐτὸ ϲυναχθήϲεται. γείτονεϲ ἠδὲ ἔται (δ 16), ἀϲτυγείτονεϲ. ἔτι δὲ καὶ τὸ ἐν πύλῳ ἐν νεκύεϲϲι (Ε 397 ), προπύλῳ. ἦν οὖν τι ῥῆμα τὸ ἀεκάζω, ἔνθεν τὸ πόλλ’ ἀεκαζομένη (Ζ 458), ᾡ παρέκειτο ἐπίρρημα τὸ ἀεκαϲτί, ὡϲ ἰάζω ἰαϲτί, αἰολίζω αἰολιϲτί, δωρίζω δωριϲτί. τοῦτο ἐν ἐνδείᾳ τοῦ ϲ καὶ Ἰωνικῇ μεταθέϲει τοῦ α εἰϲ η, καθότι καὶ τὸ διπλάϲιον διπλήϲιον, ἀποτελεῖ τὸ ἀέκητι, πάνυ εὐλόγωϲ τοῦ τόνου ἀναβιβαϲθέντοϲ, καὶ καθότι ἔνδεια πολλάκιϲ τοῦ ϲ ἀναβιβαϲμὸν τοῦ τόνου ἀποτελεῖ, οὐταϲμένοι οὐτάμενοι, ϲυνεληλαϲμένοι

234
ϲυνεληλάμενοι, δεϲποϲτήϲ δεϲπότηϲ, ἐργαϲτήϲ ἐργάτηϲ, καὶ καθότι τὰ πάθη τοῖϲ τύποιϲ ϲυνεκτρέχει. ἴϲωϲ γὰρ καὶ τὰ προκείμενα τῶν λέξεων ἕνεκα τῶν τύπων μετετίθει τοὺϲ τόνουϲ. — ἔϲτι πάμπολλα εἰϲ τὸ τοιοῦτο παρατίθεϲθαι. — καὶ ἐπὶ τοῦ οὖν προκειμένου ῥητέον ὅτι κατὰ ἀμφότερα τὴν βαρύτητα παραιτεῖται , εἴγε τὰ εἰϲ ι λήγοντα ἐπιρρήματα ὀξύνεται τότε ὅτε παραγώγων χαρακτῆρα ἀναδέδεκται, ῥηματικὰ μὲν ὄντα διὰ ϲυϲτελλομένου τοῦ ι, ὀνοματικὰ δὲ διὰ μακροῦ τοῦ ι . φωνου . τοῦ ἐν τῷ ὀνόματι. τοῦ μὲν προτέρου αἰολιϲτί, ἰαϲτί· τοῦ δὲ δευτέρου ἀκόνητοϲ ἀκονητί, παμμαχί, πανθοινί. Οὐκέτι οὕτωϲ οὖν ἔχον καὶ τὸ ἀέκητι διὰ τὰ προειρημένα πάθη μετῄει εἰϲ βαρύτητα ὁμοίωϲ τῷ ἶφι καὶ αὖθι. — ὡϲ οὖν ἔφαμεν, τῇ ἀφαιρέϲει τῆϲ α ϲτερήϲεωϲ καὶ τὸ ἕκητι ἐγεγόνει.

Οἱ αἰτιολογικοὶ ϲύνδεϲμοι καὶ ἀκολουθίαϲ εἰϲὶ πάλιν δεκτικοὶ καὶ ὑπάρξεωϲ, ὡϲ καὶ ϲχεδὸν τοῖϲ παραϲυναπτικοῖϲ οἱ αὐτοί εἰϲι. τοιοῦτον γάρ ἐϲτι τὸ νοούμενον ἐν τοῖϲ παραϲυναπτικοῖϲ· εἰ τὸ πρὸτερον ἀληθέϲ, καὶ τὸ δεύτερον· τὸ δεύτερον, ὅτι καὶ τὸ πρῶτον. τὸν γοῦν ἐπεί ϲύνδεϲμόν τινεϲ ἀδιαφόρωϲ ἔταξαν καὶ εἰϲ τοὺϲ αἰτιολογικούϲ, ὡϲ τῶν παραϲυνημμένων καὶ αἰτιολογικῶν ταὐτὸ δηλούντων

235
. . . μέντοι καί τινέϲ φαϲιν ὡϲ οἱ μὲν αἰτιολογικοὶ ϲύνδεϲμοι . . ἀπὸ τοῦ δηλουμένου τὴν ὀνομαϲίαν ἔϲχον, οἱ δὲ ϲυναπτικοὶ ἀπὸ τῆϲ φωνῆϲ, ἐπεὶ κατὰ ϲυνάφειαν τὸ ἐπιφερόμενον αἰτοῦϲι. Καὶ τοϲαῦτα μὲν περὶ τῆϲ ἐννοίαϲ τῶν αἰτιολογικῶν.

Ὅτι. Τὸ προκείμενον μόριον διαφορὰϲ ἔχει τέϲϲαραϲ, δύο ϲυνδεϲμικὰϲ καὶ δύο πτωτικάϲ, καθὼϲ καὶ Τρύφων (p. 40 Velsen) παρέθετο. Ϲύνδεϲμοϲ μὲν οὖν ἐϲτιν αἰτιολογικὸϲ οὕτωϲ, ὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτίν· ὅτι περιπατῶ, κιν οῦμαι· ὅτι ἠπαιδεύτηϲαϲ, δαρήϲῃ. καὶ ἦν πάλιν τὸ τοιοῦτον ἐκ τοῦ ϲυνδέϲμου ᾐτιολογημένον, τὰ δὲ δύο τὰ πρότερα αὐτόθεν πάλιν εἶχε τὴν ἐπιφορὰν ἀληθῆ· ἐπεὶ οὐ πάντωϲ ὅτι ἀνέγνωϲ τιμηθήϲῃ· οὐ γὰρ πάντωϲ ϲύνεϲτι τῷ ἀναγνῶναι τὸ τιμηθῆναι. Τρύφων Φηϲὶ (p. 40 Velsen) τὸν ὅτι ϲύνδεϲμον καὶ πτωτικοῖϲ καὶ ἀπτώτοιϲ ϲυντάϲϲεϲθαι· ὅτι ὁ ἥλιοϲ ὑπὲρ γῆν ἐϲτίν, ἡμέρα ἐϲτίν· ὅτι περι πατῶ, κινοῦμαι. τὸ δὲ ἀληθὲϲ τῇδε ἔχει. ὁ ὅτι ϲύνδεϲμοϲ μόνωϲ φέρεται ἐπὶ τὰ ὁριϲτικὰ τῶν ῥημάτων , ὥϲτε τὰ ϲυνταϲϲόμενα πτωτικὰ ἢ ἄλλα τινὰ ἐν ὑπερβατῷ λαμβάνεϲθαι. ὅτι καλῶϲ ἀναγιν ώϲκω· τὸ γὰρ ἀκολουθοῦν ἐϲτιν ὅτι ἀνα γιν ώϲκω καλῶϲ· ὅτι ἐϲτὶν ἥλιοϲ ὑπὲρ γῆν. μετὰ γοῦν μόνου ὁριϲτικοῦ καὶ αὐτοτελὲϲ γίνεται, μετὰ δὲ ἄλλου τοῦτο ἀδύνατον, εἰ μὴ ἐπενεχθείη ῥῆμα πάλιν ὁριϲτικόν.

οὐκ ἀγνοῶ δέ, ὅτι παρὰ Ἀττικοῖϲ καὶ εὐκτικοῖϲ ϲυντάϲϲεται, ἤκουϲα ὅτι φιλοπονοίηϲ καὶ ἥϲθην. καὶ δῆλον ὅτι αἱ τοιαῦται φράϲειϲ ἀνθυπαλλαγὰϲ ἀνεδέξαντο τῶν ὁριϲτικῶν ὡϲ πρὸϲ τὰ εὐκτικά, εἴγε τὸ δηλούμενον ὁριϲτικόν, ἤκουϲα ὅτι φιλοπον εῖϲ, ὡϲ εἰ καὶ ἐπὶ τῆϲ Ὁμηρικῆϲ ϲυνηθείαϲ ἀπαρέμφατοϲ παραλαμβάνοιτο δηλοῦϲα πρόϲταξιν.

Ἔτι δὲ ὁ ὅτι ϲύνδεϲμοϲ ἑτέραν ἔχει ϲημαϲίαν, λέγω δὲ διαβεβαιωτικὴν ἐν τοῖϲ τοιούτοιϲ· ὅτι μὲν τὸ μέλι γλυκύ ἐϲτι, πρ οφανέϲ · διότι δέ, ἀγν οῶ· ὅτι μὲν ὁ δεῖνα ἔβλα ψέ με, δῆλον, διότι δέ, ἀγνοῶ.

Καὶ αἱ μὲν ϲυνδεϲμικαὶ διαφοραὶ αὖταί εἰϲιν· αἱ δὲ πτωτικαί , ὡϲ ἔφαμεν, δύο, ἥ τε ἐν ἑνὶ μέρει λόγου, καὶ ἡ καὶ ἐν δυϲί. — τοῖϲ κατὰ πεῦϲιν προοιϲτοῖϲ παράκεινται ἀναφορικὰ κατὰ πρόϲθεϲιν τοῦ ο,

236
ποῖοϲ ὁποῖοϲ, πόϲοϲ ὁπόϲοϲ. ὅτι γὰρ οὐχὶ ἐν προϲθέϲει ἄρθρου τοῦ ὁ ἀποτελεῖται, ἐντελῶϲ εἴρηται ἐν τοῖϲ περὶ ϲχημάτων. ὁπόϲοι γοῦν φαμεν καὶ ὁπόϲαι , καὶ ὁποῖοι καὶ ὁποῖαι, ἑνὸϲ ὄντοϲ ἁπλοῦ τοῦ ὁποῖοϲ. καὶ τῷ οὖν τίϲ παράκειται τὸ ὅτιϲ, ἀφ’ οὗ τὸ ἠδ’ ὅτιναϲ μινύθῃϲιν (Ο 492). ὃ ποιήϲεται οὐδέτερον ὅτι, ὡϲ ὁποῖον καὶ ὁπόϲον. — ἔϲτ δὲ ἕτερόν τι τὸ ὅ τι ἐν δυϲὶ μέρεϲι λόγου, οὕτωϲ ἔχον τὸ ὁ καὶ τὸ τί. καὶ δῆλον ἐκ τῆϲ διϲϲῆϲ κλίϲεωϲ, οὗ τινοϲ, ᾧ τινι μὴ βίοϲ ἔνδον (Hes. 0). D. 3I), ὅν τινα. ἔνθεν αὖ πάλιν τὸ οὕϲ τιναϲ αὖ μεθιένταϲ (Δ 240). ἔνθεν πάλιν θηλυκὸν ἥ τιϲ, καὶ δῆλον ὡϲ οὐδέτερον τὸ ὅ τι, ἐν δυϲὶ μέρεϲι λόγου καθεϲτηκόϲ, καθότι καὶ τὸ ὅϲ τιϲ καὶ τὸ ἥ τιϲ.

Οὕνεκα. Διαφέρει τοῦ προκείμενου ϲυνδέϲμου, καθὸ ποιητικώτεροϲ, καὶ καθότι τὰϲ αὐτὰϲ ἀμφιβολίαϲ οὐκ ἔχει, ἐπεὶ ἕνεκά γε τοῦ δηλουμένου οὐ διαφέρει· μεταλαμβάνεται γοῦν εἰϲ τὸν ὅτι, πάλιν ὁμοίωϲ ἐπὶ τὰ ὁριϲτικὰ ῥήματα φερόμενοϲ,