De Conjuctionibus

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

ἤτοι Ἀπολλώνιος παρέσται ἢ Διονύσιος ἢ Τρύφων. ὁ δὲ ἠέ τοῦ ἤ

221
διαφέρει, ᾑ ὁ μὲν συνηθέστερος . . ὁ δὲ ποιητικός. Τὴν τῶν προκατειλεγμένων τάξιν ἔστιν οἰκείως ἐκδέξασθαι. οἱ συναπτι κοὶ καὶ ὅσοι ἀκολουθίαν ἐπαγγέλλονται ἐν ἀρχῇ τῶν λόγων παραλαμβανόμενοι, οὐκ ἂν εὖ τεθεῖεν ἐν μεταξύτητι· οἱ δὲ διαζευκτικοὶ οὐκ ἂν παραληφθεῖεν, εἰ μὴ ἐν μεταξύτητι τεθεῖεν. ὡς ἔφαμεν οὖν, τῇ δυνάμει τῶν συνδέσμων ἡ θέσις ᾠκείωται. τὸ μὲν γὰρ συναπτικὸν τὴν συνάφειαν ἐπαγγελλόμενον ἔχει ἡνωμένην τῷ λόγῳ τὴν τάξιν, τὸ δὲ διαζευκτικὸν δηλοῦν τὸ ἀσυνύπαρκτον μεσάζεται κατὰ τὴν τάξιν τῶν λόγων , ὡσανεὶ ἀπεῖργον τὸν ἕτερον τοῦ ἑτέρου λόγον. καὶ διὰ τοῦτο ἐν ἀρχῇ τοῦ λόγου τιθέμενοι οἱ διαζευκτικοὶ οὔ ποτε συνδέουσι τοὺς λόγους· ἤτοι ἡμέρα ἐστί νύξ ἐστιν. εἰ δὲ οὕτως ἀποφαινοίμεθα· ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστίν, οἰκείως ὁ λόγος συνδέδεται. καὶ ἀποβληθεὶς μὲν ὁ ἤτοι ἔτι τὴν διάζευξιν ἕξει, καθὸ εἰς τὴν οἰκείαν χώραν ἐτάχθη ὁ σύνδεσμος· ἀποβληθεὶς δὲ ὁ ἤ οὐ ποιήσει λόγον, εἴγε πάλιν μὴ δεόντως ἐτέτακτο ὁ ἤτοι.

Ἔστι καὶ τρίτη διαφορὰ τοῦ ἤ συνδέσμου, ἥτις καλεῖται διαϲαφητική. τοῦ μὲν γὰρ προτέρου ὕπαρξιν διασαφεῖ, τοῦ δὲ ἐπιφερομένου ἀναίρεσιν, βούλομαι πλουτεῖν ἢ πένεσθαι, βούλομαι φιλολογεῖν ἢ σχολάζειν. ποιεῖται καὶ μετὰ τοῦ πέρ τὴν σύνταξιν, ἡμέρα ἐστὶν ἤπερ νύξ. ἴδιον δὲ ἔχει παρὰ τοὺς προκειμένους συνδέσμους τὸ ἐν ἀρχῇ μὴ παραλαμβάνεσθαι, καθάπερ ἔχουσιν οἵ τε διαζευκτικοὶ καὶ παραδιαζευκτικοί, ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐϲτιν. τῷ μέντοι διαϲαφητικῷ ϲυνδέϲμῳ οὐκ ἄλλο τι ϲύνεϲτι μόριον ἢ τὸ μᾶλλον καὶ ἧττον.

καὶ ἦν ἡ τοιαύτη ἀφορμὴ ἀποδεικτική, καθότι προείπομεν ἐν τοῖϲ κατ’ ἀρχήν , τοῦ τὸ μᾶλλον καὶ ἧϲϲον ϲυνδέϲμουϲ εἶναι, καὶ καθὸ δύναμιϲ ἦν ἀντηρη Anν.

222

Ἔϲτι μέντοι καὶ ὑπὲρ τοῦ ἤ ζήτηϲιϲ, πότερον εἰϲ τὰ ἐπιρρήματα καταταγείη ἢ εἴπερ εἰϲ τοὺϲ ϲυνδέϲμουϲ. δῆλον ὡϲ καὶ τὸ ἀνθυπαγόμενον μὸριον, λέγω δὲ τὴν οὔ ἀπόφαϲιν, εἰϲ τοὺϲ ϲυνδέϲμουϲ παραλαμβάνοιτο ἄν· ἡμέρα ἐϲτὶν ἢ ν ύξ· π λουτεῖν βούλομαι ἤ πένεϲθαι. ἔϲτι τὸ αὐτὸ οὕτωϲ ἀποφήναϲθαι· πλουτεῖν βούλομαι , οὐ πένεϲθαι· ἡμέρα ἐϲτίν, οὐχὶ δὲ νύξ. Ἀλλὰ δείξομεν ὡϲ οὔτε ὁ προκατειλημμένοϲ ϲύνδεϲμοϲ ἄλλο τι κεκλήϲεται ἢ ϲύνδεϲμοϲ, οὔθ’ ἡ ἀπόφαϲιϲ . . ϲει ἢ ἐπίρρημα. πρῶτον, ὡϲ καὶ ἄλλοτε ἐδείξαμεν, τὰ ἀνθυπαγόμενα οὐκ εἰϲ τὰ αὐτὰ μέρη λόγου παραληπτά ἐϲτιν ἐν τῷ καθόλου, εἴγε ἐδείξαμεν ἐν τῷ . . ῥηματι τὸν ἄν ϲύνδεϲμον ἀντιπαραλαμβανόμενον κατὰ πλείονα, ὥϲτε οὐδὲ κατὰ τοῦτο τῷ ἤ τὸ οὔ τὸ αὐτό. δεύτερον οἱ ϲύνδεϲμοι ϲυϲϲημαίνουϲιν, αὐτόθεν δὲ ἡ ἀπόφαϲιϲ τὸ δηλούμενον προφανὲϲ ἔχει. τρίτον οἱ ϲύνδεϲμοι κατ’ ἰδίαν οὐ ῥητοί, ἐπεὶ πόθεν ϲύνδεϲμοι; . . . τὸν μὲν ἤ, ϲύνδεϲμον ἐπαγγελλόμενον, οὐ ῥητὸν κατ’ ἰδίαν, ἡ δὲ οὔ ἀπόφαϲιϲ. τέταρτον τὰ ἐπιρρήματα παράγεται, οὐχὶ οἱ ϲύνδεϲμοι. τὸ οὔ ἐν τῷ οὐχὶ παράγεται, τοῦ ἤ οὐχ οὕτωϲ ἔχοντοϲ. τὸ δὲ πάντων ϲυνεκτικώτατον· ἡ ἀπόφαϲιϲ πρὸ ῥήματοϲ ἐπιταϲϲομένη ποιεῖ αὐτοτέλειαν οὐ γρά φω, οὐ περιπατῶ. ἦν δὲ τὸ τοιοῦτον ἴδιον ἐπιρρημάτων. ὁ δὲ ἤ οὐδέποτε τὸ τοιοῦτον ἀπετέλεϲε . . τοῦ δ’ ἑτέρου λόγου ἐξ ἀνάγκηϲ παραλαμβανομένου . . ὅπερ ἦν ἴδιον ϲυνδέϲμου, γράφω ἤπερ λέγω, διαλέγομαι ἤπερ ἀναγινώϲκω. ὑγιῶϲ ἄρα ὃ μὲν ἐπίρρημα κεκλήϲεται, ὃ δὲ ϲύνδεϲμοϲ.

Φαίνεται δὲ ὅτι ἡ τοιαύτη διαφορὰ τοῦ ϲυνδέϲμου ἀπὸ τῆϲ διαζευκτικῆϲ ϲυνδέϲεωϲ μετέβαλεν εἰϲ τὴν διαϲαφητικήν,

ὡϲεὶ ἐπικριτικὴ γενομένη τῆϲ διαζεύξεωϲ. ἐκκείϲθωϲαν γὰρ αἱ διαφοραί. ἐπαγγέλλεται γὰρ τὸ διαζευκτικόν , ἐὰν τοῦτο, οὐ τοῦτο· εἰ τοῦτο μή, τοῦτο. καὶ ἔτι, ἢ τοῦτο ἢ καὶ τὸ ϲυνὸν ἢ τὰ ϲυνόντα . . . ὅπερ καλεῖται

223
παραδιαζευκτικόν. τὸ δὲ λειπόμενον , τοῦτο, οὐ τοῦτο. τέθειται γὰρ τὸ πλουτεῖν βούλομαι ἀνῃρημένου τοῦ πένεϲθαι. καί μοι δοκεῖ ἕνεκα τούτου ϲύνδεϲμον ἔξωθεν μηκέτι παραδεδέχθαι ὁ τοιοῦτοϲ λόγοϲ, εἰϲ δὲ ἐπίταϲιν τὸ ἐπιτατικὸν ἐπίρρημα, λέγω τὸ μᾶλλον. ἐπεὶ δὲ τὸ μὲν ἐν ἀρχῇ τού λόγου ἀναδεξάμενον τὸν ἤ ἢ τὸν ἤτοι ἀναμφίλεκτόν ἐϲτιν ἢ διαζευκτικὸν ἢ παραδιαζευκτικόν, τὸ δὲ μὴ οὕτωϲ ἔχον ἤτοι πάλιν διαζευκτικόν ἐϲτιν ἢ καὶ διαϲαφητικόν , φαίνεται ὅτι διὰ τὸ τοιοῦτον ἀμφίβολον . . . τοῦ τε διαϲαφητικοῦ καὶ τοῦ διαζευo κτικοῦ. ἐπὶ μὲν τοῦ βούλομ’ ἐγὼ λαὸν ϲάον ἔμμεναι ἢ ἀπολέϲθαι (Α 117) οὐ διϲτάζομεν , ὅτι ὁ ἤ νῦν διαϲαφητικόϲ, εἴγε ἐν διαζεύξει γινόμενον γέλοιον· ἐπὶ μέντοι τοῦ πάντεϲ κ’ ἀρηϲαίατ’ ἐλαφρότεροι πόδαϲ εἶναι ἢ ἀφνειότεροι χρυϲοῖό τε ἐϲθῆτόϲ τε (α 164) ὅ . . . . τὸν ἕτερον νῦν παραδέξαϲθαι. τὸν δὲ ἕτερον . . . . . δύναται γὰρ διαζευκτικὸϲ εἰρῆϲθαι τοῦ . . . πληροῦντοϲ. εὔξονται ταχεῖϲ γενέϲθαι, ἵνα ἀποφύγωϲιν Ὀδυϲϲέα , ἢ ἄγαν πλούϲιοι, ἵνα πείϲωϲι . . . εἴη παραπληρωματικὸϲ ὁ κέ. φαίνεται ὅτι διαϲαφητικόϲ ἐϲτι. μᾶλλον γὰρ εὔξονται ταχεῖϲ γενέϲθαι ἤπερ ἄγαν πλούϲιοι. ὅπερ καὶ μᾶλλον , καὶ καθόλου . . . . ϲύνδεϲμοϲ καὶ καθὸ ὑποβάλλει ὁ λόγοϲ . . . . που Εὐρύμαχ᾽, οὐδ’ εἰ μοι πατρώια πάντ’ ἀποδοῖτε (χ 61).

Ἑξῆϲ ῥητέον περὶ τῶν διαπορητικῶν.

Ἆρα. Οὗτοϲ κατὰ πᾶϲαν διάλεκτον, ὑπεϲταλμένηϲ τῆϲ κοινῆϲ καὶ Ἀττικῆϲ, ἦρα λέγεται· ἦρ’ ἔτι παρθενίαϲ ἐπιβάλλομαι, Ϲαπφώ (fr. 52 Ahrens, 102 Bergk3). ἧρ’ ἔϲτι θ’ ὕδωρ ϲ .... (lyr. gr. III3 p. 1358 Bergk) ἐπὶ τοῦ τοιούτου οὐκ ἐμποδίζοντόϲ τινοϲ ϲυναλοιφὴν ἐκδέξαϲθαι, Τρύφων (p. 35 Velsen) φηϲὶν ἀποκοπὴν παρηκολουθηκέναι. καὶ ἔτι ἧρά κεν ἐν δεϲμοῖϲ ἐθέλοιϲ. παρ’ Ἀλκμᾶνι (fr. 61 Bergk3)

224
ἦρα τὸν Φοῖβον ὄνειρον εἶδον. Ἀρχίλοχοϲ (fr. 86 Bergk3 ) μέντοι κοινότερον ἔφη ὡϲ ἆρ’ ἀλώπηξ καἰετὸϲ ξυνωνίην. Καί πού τινεϲ τὸν ἤ τὸν αὐτὸν ἐξεδέξαντο τῷ ἄρα, ὡϲ ἀποκοπῆϲ γεγενημένηϲ ἀπὸ τοῦ ἦρα, ὡϲεὶ καὶ εἴ τιϲ ἐκδέξαιτο τὸ δῶμα καὶ τὸ δῶ. ἀλλ’ οὐκ ἔϲτιν ὑγιέϲ, οὐ τοῦτό μου ἀποφαινομένου, ὡϲ οὐκ ἔνδεκτον ἀποκοπῆναι ϲύνδεϲμον· δεδείξεται γὰρ τὸ τοιοῦτον. τὸ γοῦν ὅ μοι γέραϲ ἔρχεται ἄλλῃ (Α 120) οὐκ ἄν ποτε ἀποδεξαίμην, καθό τινεϲ ᾠήθηϲαν , ἄρθρον ἀντὶ ϲυνδέϲμου παρειλῆφθαι, μᾶλλον δὲ ἀποκοπὴν εἶναι τοῦ ὅτι. ἀλλ’ οὐχ, ὥϲ τινεϲ, ὁ ἤ ἐν ἀποκοπῇ γενόμενοϲ τοῦ ἦρα. ϲαφὲϲ ἐντεῦθεν. πᾶϲα λέξιϲ ὁτιδήποτε παθοῦϲα ἔχει καὶ τὸ ἴδιον δηλούμενον, καὶ εἴ τινοϲ τάξεωϲ τύχοι, ταύτηϲ πάλιν οὐ μετατίθεται. φαμὲν δῶ· . . . . . . . . . . . ἀλλὰ πάλιν δηλοῦται τὸ δῶμα . . . . . . τὰ πάθη οὐ τῶν δηλουμένων . . . . . . καὶ ἡ παρά λέγεται πάρ, πὰρ Ζηνί, παρφολω . . . δηλοῖ ἐντελοῦϲ τῆϲ πάρα. ἀλλὰ μὴν . πιϲο . . . οὐ παρὰ τὸ πάθοϲ ἐναλλαγὴν τῆϲ . . . . . ἐν.

εἴπερ οὖν καὶ ὁ ἦρα μόνωϲ ὢν προτακτικὸϲ ἀπεκέκοπτο, καὶ πάλιν κατ’ ἀρχὰϲ παρελαμβάνετο. ὅπερ οὐ παρείπετο· εἰϲ γὰρ τοὐναντίον ἐχώρηϲε, τὸ ἐν μέϲῃ τῇ φράϲει παραλαμβάνεϲθαι. — ἀλλ’ οὐδ’ ὁ ἐν ἀρχῇ ἤ πάλιν ἀποκοπή ἐϲτι τοῦ ἦρα. φαμὲν γὰρ . . . ἢ δολιχὴ νοῦϲοϲ Ἄρτεμιϲ ἰοχέαιρα (λ 172)· ἦν γὰρ ἂν περιϲπώμενοϲ, εἴγε ἡ βαρεῖα ἀποκοπτομένη τὸν αὐτὸν τηρεῖ τόνον ἐν τῷ ὑπολειπομένῳ, δῶμα δῶ. — (καὶ ἕνεκά γε τούτου τὴν νῶι ἀντωνυμίαν, μονοϲύλλαβον εὑριϲκομένην παρ’ Ἀττικοῖϲ ἐν τῷ νώ, οὔ φαμεν ἀποκεκόφθαι. ἢ εἴπερ ἀποκοπή, ὑφ’ ἑτέρου λόγου τὰ τοῦ τόνου μετετέθη· οὗ τὴν ἀπόδειξιν ἐν τῷ περὶ ἀντωνυμιῶν ἐξεθέμην). — ϲαφὲϲ οὖν ὅτι οὔτε ἡ τοῦ προτακτικοῦ φωνὴ ἀπεκόπη τοῦ ἦρα διὰ τὸν τόνον, οὔτε ἡ τοῦ ὑποτακτικοῦ διὰ τὴν

225
ϲύνταξιν. — Τρύφων (p. 36 Velsen) δέ φηϲιν ὡϲ ὁ διαζευκτικὸϲ ἤ παραλαμβάνεται εἰϲ τούϲ διαπορητικοὺϲ κατ’ ἀρχὰϲ λόγουϲ, ὡϲ ἐπὶ τοῦ ἢ ἤδη ϲάφα οἶδεν (ω 404)· ἢ δολιχὴ νοῦϲοϲ, ἦ Ἄρτεμιϲ ἰοχέαιρα (λ 172). οὐ πάνυ δὲ ἀναγκαῖον. τί γὰρ τὸ κωλῦόν ἐϲτιν ὁμοφωνεῖν τῷ διαζευκτικῷ τὸν ἤ ϲύνδεϲμον, ὄντα διαπορητικόν, εἴγε καὶ ἐπ’ ἄλλων πλειόνων τὸ αὐτὸ παρέπεται;

Μηδ’ ἐκεῖνο δὲ παραλείπωμεν, ὥϲ τινεϲ ὑπέλαβον τὸν ἆρα ϲύνδεϲμον μὴ εἶναι, εἴγε τοῦ ἰδίου τῶν ϲυνδέϲμων ἐκτὸϲ πίπτει. τὸ ἡμέρα ἐϲτίν αὐτοτελέϲ, ἀλλὰ τὸ ἤτοι ἡμέρα ἐϲτίν οὐκ αὐτοτελέϲ, οὐδὲ τὴν αὐτὴν θέϲιν ἐπαγγελλόμενον τῷ ἡμέρα ἐϲτίν· καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτό· ἐν μέντοι γε τῷ ἡμέρα ἐϲτί, λέγω κατ’ ἐρώτηϲιν, οὐδὲν πλεῖον νοεῖται μετὰ τοῦ ἆρα. εἴτε ἄρα τὸ πρότερον αὐτοτελέϲ, καὶ τὸ μετὰ τοῦ ἆρα· εἴτε ἐλλειπέϲ, πάλιν τὸ αὐτό. —

ἔτι ὅτε φαμὲν οὕτωϲ ἆρα ἡμέρα ἐϲτὶν ἢ νύξ, ϲύνδεϲιν ἐποιηϲάμεθα οὐ διὰ τοῦ ἆρα, διὰ δὲ τοῦ ἤ. καὶ τοῦτο ϲαφέϲ ἐϲτιν ἐκ τοῦ τὸν μὲν ἤ ὑποϲτελλόμενον ἀϲύϲτατον τὸν λόγον καταλιπεῖν, τὸν δὲ ἆρα μηκέτι.

Ἕνεκά γε τοῦ τοιούτου οὐδὲ τὸν ἤ ϲύνδεϲμον καταλείψομεν. ἔϲτι γάρ που τοιαύτη φράϲιϲ· ἀναγιν ώϲκειϲ, οὐκ ἀ ναγινώϲκειϲ· ἀπέρχῃ, οὐκ ἀπέρχῃ. ἀλλ’ ὡμολογημένωϲ λείπεται ἡ φράϲιϲ τοῦ ἤ . . . . . . . . . . . . ᾔομεν, ὡϲ ἐκέλευεϲ, ἀνὰ δρυμά, φαίδιμ’ Ὀδυϲϲεῦ· εὕρομεν ἐν βήϲϲῃϲι τετυγμένα δώματα καλά (κ 251—52)· λείποντοϲ τοῦ καί. καὶ οὐχὶ παρὰ τὰϲ ἐλλείψειϲ οὐ ϲύνδεϲμοι. — (ἀλλὰ μὴν οὐδὲ ἄλλη λέξιϲ, εἰ καὶ ἔϲθ’ ὅτε πλεονάϲαιεν, οὐ παρὰ τοῦτο πλέον τι ἀναδεδεγμέναι εἰϲί, λέγω καθόλου ἐπὶ παϲῶν λέξεων). — τὸν αὐτὸν δὴ τρόπον ἐν φράϲει ἐὰν ἐλλείπῃ ὁ ἆρα, οὐ πάντωϲ οὐ ϲύνδεϲμοϲ. — ἔτι ὁ ἤτοι ὡμολόγηται ὅτι ϲύνδεϲμοϲ διαζευκτιAaovs.

226
κόϲ, καὶ δῆλόν ἐϲτιν ὡϲ μόνοϲ οὐ ποιεῖ διάζευξιν εἰ μὴ παραλάβοι τὸν ἤ. τὸ αὐτὸ οὖν παρακολουθήϲει τῷ ἆρα. — Ἀλλ’ οὐδὲν πλέον ϲημαίνει ἐν τῷ ἆρα ἡμέρα ἐϲτίν. — Ἕνεκα τοῦ τοιούτου οὐδ’ ὁ καί ϲύνδεϲμοϲ οὐδ’ ὁ ὅτι· τὸ γὰρ αὐτὸ ἐπαγγέλλεται τὸ καὶ γράφω καὶ γρ άφω. — πολλάκιϲ ἐγκειμένων τινῶν κατά τιναϲ λέξειϲ . παραλαμβάνομεν τοῦ αὐτοῦ δηλουμένου παραϲτατικὰ μόρια. οἷον ἐν ϲυγκριτικοῖϲ ἔγκειται τὸ μᾶλλον· ἀλλὰ καί φαμεν ταχύτερον μᾶλλον περιπάτει, ῥηίτεροι γὰρ μᾶλλον (Ω 243) καὶ οὐ πάντωϲ ἕνεκα τοῦ τοιούτου ἀποβλητέον τὸ μᾶλλον ὡϲ οὐκ ἐπίρρημα. — ἔτι γε μὴν πρὸϲ τὰϲ ἐρωτήϲειϲ ὁτὲ μὲν οὕτωϲ ὑπαντῶμεν· πεποίηκαϲ; ἀποκρινόμενοι τὸ ναί ἢ διὰ τοῦ ὁριϲμοῦ τοῦ ναὶ πεποίηκα. καὶ πάλιν οὐκ ἀπόβλητον τὸ ναί τῶν ἐπιρρημάτων. καὶ ἐπ’ ἄλλων ἀπείρων ἔϲτι τὸ τοιοῦτον παραϲτῆϲαι. τί οὖν τὸ ἐμπόδιον καὶ τῷ ἆρα ϲυνδέϲμῳ τὸ αὐτὸ παρακολουθῆϲαι;

Τινὲϲ δὲ καὶ τῶν φιλοϲόφων εἰϲ ἀναπόληϲίν φαϲι τῆϲ ἐρωτήϲεωϲ τὸν ἆρα παραλαμβάνεϲθαι, καθότι καὶ εἰϲ πλείονα ϲυγκατάθεϲιν τὸ ναὶ γέγρα φα, καὶ εἰϲ μᾶλλον ὕπαρξιν τὸν καί ἐν τῷ καὶ γράφῶ . — ἔλοθε δὲ αὐτούϲ, ὅτι καὶ ἐν τῷ ἆρα ἡμέρα καὶ ἔτι τοῖϲ παραπληϲίοιϲ ἐλλειπτικόϲ ἐϲτιν ὁ λόγοϲ, ἀπεκδεχομένων ἡμῶν τὰϲ ϲυμβολικὰϲ φωνάϲ, λέγω τὴν οὔ καὶ τὴν ναί. τὰ γὰρ ἐντελῆ ἐϲτι τοιαῦτα, ἡμέρα ἐϲτὶν ἦ οὕ; ἡμέρα ἐϲτὶν ἦ νύξ; Τρύφων παρεγένετο ἦ οὔ; Τ ρύ φ ων παρεγένετο ἦ Διον ύϲιοϲ: — Προϲθείημεν δ’ ἂν καὶ τοῦτο, ὡϲ καθόλου οἱ τοιοῦτοι λόγοι ἐκ διαζευκτικῆϲ φράϲεωϲ μετατέθεινται εἰϲ διαπορητικὴν ϲύνταξιν· καὶ γὰρ κατ’ ἐρώτηϲιν διαπορούντων ἡμῶν τι πρόϲ τιναϲ λόγουϲ καθ’ ὁριϲμὸν ἐκφερομένουϲ, παρα λαμβάνεται ἡ κατ’ ἐρώτηϲιν φράϲιϲ· περιπ ατεῖ Τρύφων. περιπατεῖ Τρύφων; γέγραφα . γέγρα φαϲ; γέγραφαϲ ϲήμερον γέγραφα. ϲήμερον γέγρα φαϲ; — τὰ δέοντα οὖν τούτων τῶν λόγων παραλαμβανέϲθω

227
εἰϲ διάζευξιν· τῶν μὲν ὡριϲμένων, οἷον ἡμέρα ἐϲτὶν ἢ νύξ ἐϲτι. (ϲαφὲϲ γὰρ ὅτι ὁ τὸ τοιοῦτον ἀποφαινόμενοϲ ἓν οἶδεν ἀληθὲϲ ὄν.) οὐχὶ οὖν πάλιν ἐπὶ τοῦ τοιούτου λόγου γενήϲεταί τιϲ ὑπερώτηϲιϲ· ἡμέρα ἐϲτὶν ἦ νύξ ἐϲτι; καὶ δῆλον ὅτι ὁ οὕτω λέγων ἀμφοτέρων ἐϲτὶ παραϲτατικόϲ, αἰτεῖ μέντοι τὸ ἕτερον, καθότι , ὡϲ ἔφαμεν , ὁ διεζευγμένοϲ ἐπαγγέλλεται τὸ ἕτερον. Οὐκ ἀπιθάνωϲ δὲ οἶμαι καὶ τὴν τοῦ ϲυνδέϲμου φωνὴν μετατεθεῖϲθαι τοῦ . νοῦ, καθότι καὶ ὅλη ἡ φράϲιϲ τὸ αὐτὸ ἀνεδέξατο· καθότι καὶ ἐκ τοῦ πλεονάϲαντοϲ ε ϲυμφανέϲ ἐϲτιν. ὡϲ γὰρ ἐν τῷ διαζευκτικῷ ἐϲτὶν ὁ ἠέ, οὕτωϲ καὶ ἐν τῷ διαπορητικῷ, ἧε χόλον παύϲειεν ἐρητύϲειέ τε θυμόν (Α 192). ἀλλὰ κἀκ τῆϲ τάξεωϲ. ὡϲ γὰρ τὰ διεζευγμένα ἀδιαφορεῖ, οὕτωϲ καὶ τὰ διηπορημένα, ἡμέρα ἐϲτὶν ἢ νύξ ἐϲτι, νύξ ἐϲτιν ἢ ἡμέρα ἐϲτίν. εἴτε γὰρ κατὰ διαπόρηϲιν εἴτε κατὰ διάζευξιν φαίημεν, ἀδιαφορεῖ.

— ὁμολόγωϲ οὖν οἱ κατ’ ἀρχὴν τιθέμενοι ϲύνδεϲμοι τῶν προκειμένων λόγων καὶ κατὰ φωνὴν διαλλαγὴν ἔϲχον, ὥϲτε ἐν μὲν διαζευκτικῷ παραλαμβάνεϲθαι τὸν ἤτοι, ἐν δὲ διαπορητικῷ τὸν ἆρα, ἤτοι Τρύφων πα ρέϲται ἢ Θέων, ἆρα Τρύφων παραγεν ήϲεται ἧ Θέων; μόνου τοῦ κατ’ ἀρχὴν ἤ κοινῶϲ εἰλημμένου ἐπί τε διαζεύξεωϲ ἐπί τε διαπορήϲεωϲ. Eἴρηται ὡϲ τὸ α τοῦ ἆρα εἰϲ η μετετίθετο παρὰ ταῖϲ ἄλλαιϲ διαλέκτοιϲ, ὑπεϲταλμένηϲ τῆϲ Ἀττικῆϲ καὶ κοινῆϲ. καί πού τινεϲ ἐπὶ τῆϲδε τῆϲ μεταθέϲεωϲ ἐπιϲτοῦντο, ὡϲ τὸ μακρὸν α εἰϲ η μετατίθεται παρ’ Ἴωϲιν, οὐ τὸ βραχύ, καθότι ὁ ἐν βραχεῖ τῷ α λεγόμενοϲ ἄρα ϲυλλογιϲτικόϲ ἐϲτι καλούμενοϲ ἢ ἐπιφορικόϲ, ὃν οὐ μετατιθεῖϲι. καὶ ἀντέλεγε Τρύφων (p. 36 Velsen), παρατιθέμενοϲ ὡϲεὶ καὶ τὸ βραχὺ α εἰϲ η μετατίθεται, ὡϲ τὸ ἀναιδείην ἐπιειμένε (Α 149), διπλάϲιον διπλήϲιον, τὴν ἀμαιμάκετον Ϲκύλλην,

228
πείνη δ’ οὔ ποτε δῆμον ἐπέρχεται (ο 407 ), ὕψι δ’ ἀέλλη (Π 374). ἐρχῆν δὲ κἀκεῖνο παραθέϲθαι, ὡϲ καὶ ἐπ’ αὐτοῦ τοῦ ϲυνδέϲμου ἡ μετάθεϲιϲ γεγόνοι. τὸ γὰρ ἦρά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμόϲ (Κ 401 ) οὐκ ἀπὸ τοῦ διαπορητικοῦ· οὐδὲ τὸ. ἧρά νύ μοι ξεῖνοϲ πατρώιόϲ ἐϲϲι παλαιόϲ (Ζ 215), ἦρά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν (Γ 183)· τοιοῦτον γάρ τί φηϲι· ξένοϲ ἄρα πατρ ώιοϲ εἶ, μεγάλων ἄρα δώρ ων ἐπιθυμεῖϲ. καὶ ἐπ’ ἄλλων πολλῶν.

Μῶν. Ϲυνήθηϲ ἐϲτὶ ποιηταῖϲ. καὶ πρόϲ τινων . . . ὡϲ εἴη ϲυνεϲτὼϲ ἐκ τοῦ μή καὶ οὖν. πρὸϲ οὓϲ ἀντιτίθηϲι Τρύφων (p. 36 Velsen) κἀκ τοῦδηλουμένου κἀκ τῆϲ φωνῆϲ . ἐκ μὲν οὖν τοῦ δηλουμένου, ὡϲ ἀϲυϲτατεῖἡ μή ἀπαγόρευϲιϲ μετὰ ϲυλλογιϲτικοῦ τοῦ οὖν διαπορητικὸν ἀποτελέϲαι, εἴγε διαφέρει τὸ ϲυλλογίζεϲθαι τοῦ διαπορεῖν. καὶ ἔτι ὡϲ ὁ οὖν ἐν ὑποτάξει ἐϲτίν, ὁ δὲ μῶν προτακτικόϲ. ἐκ δὲ τῆϲ φωνῆϲ, καθὸ ὁ μῶν ϲύνδεϲμοϲ τὸ υ ἐκθλίβει·