De adverbiis
Apollonius Dyscolus
Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.
Τὰ εἰϲ δε λήγοντα τοπικὰ ἐπιρρήματα, ἐν ἑνὶ μέρει λόγου καθεϲτῶτα, καὶ προπαροξύνεται καὶ τῷ α παρεδρεύεται, ὡϲ ἔχει τὸ οἴκαδε, ἅλαδε. ἐν τόνῳ οὑν ϲεϲημειώϲεται τὸ ἐνθάδε, ἡ τε τὰ τοιαῦτα τῶν ἐπιρρημάτων παράκειται ὀνόμαϲι, τὸ ἐνθάδε δὲ οὐδὲ τῇδε ἔχει. τὰ προκείμενα τῶν ἐπιρρημάτων οὐδέποτε ἀποβολῇ τοῦ δε ϲχέϲιν τοπικὴν ἀποτελεῖ· πῶϲ οὑν παρὰ τὸ ἐνθάδε τὸ ἔνθα ϲχέϲιν τοπικὴν ϲημαίνει;
Ποἱϲ αὐτοῖϲ ἐπιχειρήμαϲι χρήϲαιτο ἄν τιϲ καὶ ἐπὶ τοῦ ἔνθεν καὶ ἐνθένδε· οὐδὲν γὰρ τῶν εἰϲ θεν ληγόντων ἐπιρρημάτων ἔξωθεν παραγωγὴν ἴϲχει τὴν διὰ τοῦ δὲ. φαίνεται δὲ ὅτι οὐδὲ δύο λέξειϲ εἰϲὶν ἡμαρτημέναι, ἀλλὰ μία, εἴγε καὶ τὸ ἐνθὲν Δωρικώτερον ἀπεδείχθη γενόμενον ἔνθα, καθὼϲ ἐπεδείξαμεν καὶ περὶ τοῦ πρόϲθεν πρόϲθα , ὕπερθεν ὕπερθα.
Ἔχοι δ’ ἂν ἐπίϲταϲιν καὶ τὸ ὧδε, ϲυνήθωϲ μὲν τὴν εἰϲ τόπον ϲχέϲιν δηλοῦν, ἐν δὲ τοῖϲ ὕμηρικοῖϲ, ὡϲ Ἀριϲτάρχῳ δοκεῖ, ἐν τῷ καθόλου μὴ τοπικῆϲ ἔχεϲθαι ϲχέϲεωϲ, τῆϲ δὲ κατὰ ποιότητα. καὶ ϲαφέϲ ἐϲτιν, ὅτι τῇ μὲν παραγωγῇ τῇ διὰ τοῦ δε οὐκ ἀπιθάνωϲ τὸ ϲύνηθεϲ [*](ARGVM .3 Videtur igitur ad τοιόϲδε all. similitudinem accommodatum esse —13 quamquam hoc modo non nisi correlativa, quae a τ incipiunt, amplificari solent. —19 Eadem de ἐνθένδε dici posent. 25 ·Ωδε in sermone vulgari est ‘huc’, sed omnino localem notionem non induere apud Honerum praecipit Aristarchus. Ac sune non ita formatum est, ut cetera in δὲ adverbia localia.) [*](TESTIM. 25 Et. M. 820, 43 ‘Ωδε σημαίνει δύο παρὰ τῷ ποιητῇ· τὸ οὕτως . . σημαίνει καὶ τὸ νῦν . . σημαίνει καὶ τόπον πκρὰ τοῖς ἄλλοιρ , τὸ ἐνταῦθα. ομαίνει καὶ τὰ ὅπως , καὶ μἀλιοτα Ὅμηρος τοῦτο οἷδεν ουδέποτε δὲ παρὰ τῷ ποιητῆ τοπικὸν εϋρίσκεται, άλλὰ πάντοτε άωτὶ τοῦ οὕτως , ἐπὶρρνμα μεοτόητος. Οὺδὲν δὲ εἰς 6ε λῆυον τοπικὸν ἕγει πρὸ τοῦ τέλους τ πλὴν τοῦ ὧδε ούδὲ 6ὲ s(q δε λῆγον δισύλλαβον τοκικον ἰστιν.) [*](DICSR. SCRIPT. 1. επιτεθηϲονται A' in rasura |6, και φωνηϲ τηϲ ολοκλιηρου τηϲ siglis script add. Α2 in marg, recepit ὡ, om. Α 7. post εφελκεται desinIt fol 138 L: eadem vox repetita in initio fol. 138 ν. | 12. επειδε Α |19. τιϲ καὶ ἐπὶ b, τι κεπι Α)
Ὁμοίωϲ δ’ ἂν ἔχοιτο καὶ τὸ τοιοῦτον ἐπιϲτάϲεωϲ. —« Ὁλοκλήρουϲ γὰρ τὰϲ τῶν πρωτοτύπων φωνὰϲ ἥδε ἡ παραγωγὴ φυλάϲϲει, τοῖοϲ τοιόϲδε, τηλίκοϲ τηλικόϲδε, τῆμοϲ τημόϲδε· χρῆν οὖν καὶ παρὰ τὸ ὥϲ ὧϲδε.» —Ἀλλὰ τοῦτο μὲν δύναται ἀπολογίαϲ ἔχεϲθαι, τῇ μὲν ἀπὸ Δωρικοῦ δυνάμενον ἐϲχηματίϲθαι τοῦ ὥ, ὅπερ ἀντὶ τοῦ ὥϲ παραλαμβάνουϲι, τῇ δὲ ἀπὸ τοῦ πτωτικοῦ τοῦ προυφεϲτῶτοϲ κατ’ ἔλλειψιν τοῦ ϲ· καὶ γὰρ παρὰ τὸ ὅϲ ὤφειλεν ὅϲδε εἶναι, ὅπερ ἐγένετο ὅδε. ἀλλὰ καὶ τοῦτο ϲυνήθωϲ ἀποβάλλει τὸ ϲ· τὸ γὰρ αὐτὸ ϲημαίνει ἐϲθ’ ὅτε τὸ ὁ καὶ τὸ ὅϲ,
Ἔχοιτο δ’ ἄν ἔτι καὶ ἐπιϲτάϲεωϲ τοιαύτηϲ, καθὼϲ εἶπομεν ὅτι ἡ διὰ τοῦ δε παραγωγὴ πολὺ πρότερον τὴν ἀνταπόδοϲιν τὴν διὰ τοῦ τ παραλαμβάνει· οὐ γὰρ παρὰ τὸ οἷοϲ τὸ τοιόϲδε, οὐδὲ παρὰ τὸ ἡνίκα τηνικάδε.— Καὶ πάλιν ὑπὲρ τούτου ἔϲτι φάναι, ὅτι ἔλλειψίϲ ἐϲτι [*](ARGVM. 11 Videtur igitur eis adverbiis in δε adnumerandum esse, quae eandem notionem atque primitiva habent: ὦδε =ὥϲ. —18 Mirum fortasse videtur, ab ὥϲ non ὦϲδε derivari, cum in talibus adverbiis forma primitiv aservar. soleat. Sed patrocinantur illi formae ὥ (— ὥϲ) et ὅδε (— ὅϲδε). 29 Ut in initio οὕτοϲ pronominis, ita in nito ὡδε adverbii desideratur.) [*](DISCR. SCRIPT. 1.ἐξεδέξατο ⟨τὸ ⟩ OSelneider 4|.ονοματων καιΑ1b.και in κατα mutavit Α |5. οἰκον δέ KLehrs, οἰκόνδε b | 7. τὸ τὸ δὲ RSchneider, τὸ τόδε b |7 —8. τοπικῶν ἐπιρρημάτων Ab, τόπου, ἐπιρρηματικῶϲ GFSchoemann | 9.ὀδυϲϲάμενοϲ Homerus, ὁδυϲάμενοϲ Ab | τὸ δ’ RSechneider, τόδ’ b | 11. του b in var. lect., τοῦ in textu | του κατὰ παραγωγὴν] fol. 139 r. | 30. ανταποδωϲιν Α | 31 οῖοϲ b, οιοϲὸε Α)
Ἐξῆϲ ῥητέον καὶ περὶ τοῦ οἶκον δέ. Τὰ μὲν οὖν προκατειλεγμένα ἐπιρρήματα, τύπου ἰδίου ἐχόμενα, τὴν εἰϲ τόπον ϲχέϲιν ἐϲήμαινε, παραγωγῆϲ τυγχάνοντα τῆϲ διὰ τοῦ δε· τὰ μέντοι τοιαῦτα, οἰκον δέ, ἀγρὸν δἐ, ῦὕλυμπον δἐ, ϲύνταξιν ἔχει ἐπιρρηματικήν, οὐ μὴν με. ριϲμὸν τὸν κατὰ τὰ ἐπιρρήματα. καὶ γὰρ τὸ ἐξ οἴκου ἔχει τὴν ἐκ τόπου ϲημαϲίαν, οὐ μήν ἐϲτιν ἐπίρρημα, μέρη δὲ δύο λόγου, τὴν ἐκ τόπου ϲχέϲιν παριϲτάντα , καθὸ ϲυνεχέϲτερον αἱ προθέϲειϲ, μετὰ καὶ ἄλλων πλειόνων ϲημαινομένων, καὶ παρεμφατικαί εἰϲι τόπου. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ ἐν οἴκ ῳ· οὐ γὰρ ταὐτόν ἐϲτι τῷ οἴκοθι. ὡϲ καὶ ἐπὶ τοῦ νῦν ἐπιρρήματοϲ, δηλοῦντοϲ τὸ ἐν τούτῳ τῷ χρόνῳ, οὐ ταὐτὸν παράγεται. Ὑππενόηϲαν δ’ ἔνιοι, ὡϲ ἕν εἴη μέροϲ λόγου τὸ οἶκονδέ, ἐκ λόγων τοιούτων· ὅτι κατὰ μίαν ϲχέϲιν ἐκφέρονται, ὅπερ ἴδιον ἐπιρρημάτων· ὅτε εἰ ὀνόματα ἦν τὸ οἶκονδέ, οὐκ ἂν ἐνεποδίζετο μεταϲχηματίζεϲθαι εἰϲ πτώϲειϲ καὶ ἀριθμούϲ, ὅπερ παρείπετο ὀμόμαϲιν. οἱ ϲυμπλεκτικοὶ ϲύνδεϲμοι εἰϲ ϲυμπλοκὴν παραλαμβάνονται, καὶ οὐ παρὰ τοὺϲ ἀριθμοὺϲ ἢ τὰϲ πτώϲειϲ ἐμπόδιοι καθεϲτᾶϲιν· ἑκάϲτηϲ γὰρ πτώϲεωϲ καὶ παντὸϲ ἀριθμοῦ δεκτικοί εἰϲιν. εὖ γὰρ λέγοι τιϲ ἀν θρώπουϲ μὲν ἐθεαϲάμην, ἄλλα δὲ ζῶα οὕ, ἢ ἄνθρωποϲ μὲν ἦν, ὄπ ωϲ δὲ ἀφανὴϲ ἐγένετο οὐκ ἐπίϲταμαι· ἀδιαφόρωϲ γὰρ ἔχουϲι, καθ’ οἱανδήποτε ἂν ὦϲι πτῶϲιν, ϲυμπλέκειν καὶ παραλαμβάνεϲθαι. ὅπερ [*](ARGVM. 13 Illa in δε derivata (ἄγραδε sim ) adverbia sunt; οῖκον δἐ vero sim. constructionem quidem, sed non formam habent adverbialem. —23 Fuerunt autem qui οἶκονδέ unam vocem esse existimarent.) [*](DISCR SCRIPT. 3. τῷ b, τὸ Α | 6. ταύται HLAbrens , ταῦται b |10. θεὸν φαντὶ HLAhrens, θεόν φαντι b | 11. ἐξελᾶν b, εξελαν HLAhrens | 14. ἐχόμενα] fol. 139 ν. |15 —16. οἶκον δἐ, ἀγρὸν δἐ, Οῦλυμπον δἐ KLehrs, οἰκόνδε, ἀγρόνδε, ῦλυμπόνδε b, οικον δε nunc evan. in Α |25. ὅτε b, οτι Α |28. καθιϲταϲιν Α 29. εῦ γὰρ λέγοι τιϲ RSkrzeczkan. εἰ γὰρ λέγοι τιϲ Α et b in textu, F. καὶ γὰρ λέγει τιϲ b in var lect , εὐλόγωϲ γὰρ λέγοι τιϲ vel εἶ γε λέγεται Dronke 30. ἢ Α et b in textu, καὶ b in var. lect. | |32. πτῶϲιν ⟨ὸνόματα⟩ GDronke)
Διαφέρει τὸ οἴκοθεν τοῦ ἐξ οἴκου, ἡ ὃ μὲν ἓν μέροϲ λόγου, τὸ δὲ δύο, ἐκ προθέϲεωϲ καὶ ὀνόματοϲ, καὶ τὸ οἴκοθι τοῦ ἐν οἴκῳ, καὶ. τὸ οἴκαδε τοῦ εἰϲ οἰκον. καὶ ῷ λόγῳ τὸ εἰϲ οἶκον δύο μέρη λόγου, οὕτωϲ καὶ τὸ οἶκον δέ, ἐγκειμένου τοῦ δέ ϲυνδέϲμου.