De adverbiis

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

Ἐϲτι καὶ ίδία παραγωγὴ περὶ τῶν εἰϲ χωϲ ληγόντων, ἃ μάλιϲτα παρὰ τὴν τῶν ἀριθμὸν δηλούντων πάλιν ἐπιρρημάτων ἀντιπαράθεϲιν ἀποτελεῖται, τοῦ τέλουϲ εἰϲ τὸ χωϲ τρεπομένου. ἅπερ οὐκέτι ἀναμένει τόνον ἀλλότριον ν, ἰδίᾳ δὲ περιϲπᾶται ἅπαντα, τετράκιϲ τετραχῶϲ, πεντάκιϲ πενταχῶϲ, πολλάκιϲ πολλαχῶϲ. ἐν ἰϲοϲυλλαβίᾳ οὑν ἀντιπαράκειται τοῖϲ προκειμένοιϲ ἐπιρρήμαϲι.

ἰαὶ κατὰ τοῦτο οὖν τιϲ ϲημειώϲαιτο τὸ διχῶϲ καὶ τριχῶϲ, ὅτι πλεονοϲυλλαβεῖ τοῦ δίϲ καὶ τρίϲ. Ἀλλ’ ἴϲωϲ ἐπεὶ οὐδὲ ὁλόκληρα αὐτὰ τὰ ἐπιρρήματα, ἐν δὲ ϲυγκοπῇ ῆ, καὶ τὰ παρακείμενα οὐ τῇ ϲυγκοπῇ ἠκολούθει, τῇ δὲ ὁλοκλήρῳ προφορᾷ. —Ἀλλ’ ἐπεὶ ἐμποδίζει τὸ μὴ ϲυνιεοῦϲθαι αὐτὰ τῷ δυάκιϲ καὶ τριάκιϲ, ἄμεινον ἐκεῖνο φάναι, ὡϲ πολλάκιϲ τὰ ἀπὸ μονοϲυλλάβων λέξεων παραγόμενα ἢ καὶ ϲυντιθέμενα φυλακτικά ἐϲτι τῶν ἰδίων φωνηέντων ὑπὲρ τοῦ μὴ παραναλίϲκεϲθαι εἰϲ τὰϲ παραγωγὰϲ αὐτὰϲ τὰϲ πρωτοτύπουϲ λέξειϲ, εἴγε καὶ ἡ πρό πρό. θεϲιϲ ϲυντιθεμένη οὐκ ἀποβάλλει τὸ ο, φωνήεντοϲ ἐπιφερομένου, ἡ δὲ ἀπό καὶ ὑπό· καὶ τὸ γή διον ὑποκοριζόμενον ἐφύλαξε τὸ η τοῦ γῆ, τοῦ τέλουϲ τῶν τοιούτων γενικῶν εἰϲ τὸ ιδιον μεταλαμβανομένου, κυνόϲ κυνίδιον, ἄρτου ἀρτίδιον, λέγω τῶν μετὰ ϲυμφώνου ἐκφερομένων· καὶ τὸ μνααῖοϲ ἐφύλαξε τὸ α. ἔϲτι καὶ ἄλλα πάμπολλα εἰϲ τὸ τοιοῦτον παραθέϲθαι. ἀναγκαία ἄρα καὶ ἡ μονὴ τοῦ ῑ ἐν τῷ διχῶϲ καὶ τριχῶϲ.

[*](ARGVM. 1 Αὕτωϲ ex οὕτωϲ ortum esse censet Trypho; ex ἀ-ούτωϲ contractum putat Heraelides. —12 Adverbia in χωϲ a numeralibus in κιζ aequato syllabarum numero derivari solent. 18 Quacum lege pugnant διχῶϲ τριχῶϲ neque possunt ex δυάκιϲ τριάκιϲ facta cese. Videntur igitur i servasse, ne prorsus oblitterentur voculae primitivae.)[*](DISCR. SCRIPT. 4. τοῦ ο b, το ο Α |7. τὴν διὰ τοῦ α αὕτωϲ RSchneidler, τοῦ ἂ οὕτωϲ Ab, ἐκ τοῦ ἀοὗτωϲ GFSchoemann |7 |8. ϲυναλειφηϲ Α | 12. περὶ delevit RSkrzeczka, ἐπιρρημάτων mutavit GDronke |13. παρὰ b, περι Α | 18. P. οὐκ ἄν τιϲ b in var. lect. | 21. ⟨τοῦτο ⟩ τὸ GDronke | 22. δυιακιϲ Α |24 — 25. τὰϲ] fol. 137 r. |30. μνααιδιοϲ Α)
175

Καὶ περὶ τάϲεωϲ δὲ τοῦ ἡϲύχωϲ ἢ ἡϲυ χ ῶϲ καὶ τοῦ παρακειμένου ἐπιρρήματοϲ, λέγω τοῦ ἡϲύχ ῃ ἢ ἡϲυχῇ. ἦν τιϲ διαφορά —Καὶ οἱ μὲν ἠξίωϲαν ἀμφότερα βαρύνειν, λέγω τὸ ἡϲύχωϲ καὶ ἡϲύχῃ, καθὸ ϲυμβαρύνεται τὰ τοιαῦτα τῶν ἐπιρρημάτων ταὶϲ ϲυνούϲαιϲ γενικαῖϲ. φαμὲν κούφωϲ, ὅτι καὶ κούφων, καθὼϲ πρόκειται· εἰ δέ φαμεν ἡϲύχ ων, δῆλον ὅτι καὶ ἡϲύχωϲ. — καὶ εἰ τὰ τοιαῦτα ἔχει τὰ παρακείμενα εἰϲ ῃ ἐπιρρήματα τὸν αὐτὸν τόνον τηροῦντα, δῆλον ὅτι καὶ ἡϲχη. φαμὲν γὰρ πάντῃ, ὅτι καὶ πάντωϲ, καὶ ἄλλη, ὅτι καὶ ἄλλωϲ,

  • ἄλλῃ μὲν γὰρ ἔγωγε (N 49)·
  • οὐδαμῇ δέ, ὅτι καὶ οὐδα μῶϲ. διχ ῇ τε καὶ τριχῇ, ὅτι καὶ διχῶϲ καὶ τριχῶϲ. τούτῳ γὰρ τῷ λόγῳ καὶ Δωριεῖϲ παν τό φαϲιν ν, ὅτι καὶ τὸ ἐπίρρημα παν ντώϲ, καὶ ἀλλά, ὅτι καὶ ἀλλῶϲ. κατὰ τοῦτον τὸν λόγον, δεδομένου τοῦ ἡϲύχωϲ, ϲυνδοθήϲεται καὶ βαρύτονον τὸ ἡϲύχῃ. Ἔϲτι καὶ ὑπὲρ τοῦ ἑτέρου λόγου ἐκεῖνο φάναι, ὅτι καὶ ἄλλα μόρια, ὀφείλοντα κατὰ ἀκολουθίαν τινὰ ἢ ὀξύνεϲθαι ἡ περιϲπᾶϲθαι, ϲυνεκδρομη Υραφῆϲ παρακολουθήϲαντα ἀπέφευγε τὸν δέοντα τόνον. παρὰ τὸ ἵϲτημι ἐϲτὶ τὸ ἱϲτάϲ καὶ παρὰ τὸ βίβημι τὸ βιβ άϲ, κίχρ ημι κιχράϲ, τίθημι τιθείϲ. ἔδει οὑν καὶ παρὰὸ ἴϲαμι τὸ ίϲάϲ εἰναι ἀλλ’ ἐπεὶ ἅπαξ αὶ εἰϲ ϲαϲ λήγουϲαι μετοχαὶ βαρύνονται, τῷ ῑ παραληγόμεναι, τεμίϲαϲ, λεπίϲαϲ, λακτίϲαϲ, ϲυνεξέδραμε καὶ ἡ ἴϲαϲ τοῖϲ τοιούτοιϲ. οὐδὲν οὑν κωλύοι καὶ τὸ ἡϲυχῶϲ περιϲπᾶν τῇ ϲυνεκδρομῇ τῇ τῶν εἰϲ χωϲ ληγόντων ἐπιρρημάτων, καὶ πάλιν ϲυμπαρακεῖϲθmι τὸ ἡϲυχῇ ϲυμπεριϲπωμένωϲ ὡϲ διχῇ καὶ τριχῇ.

    Τὸ παρὰ Μενάνδρῳ νουνεχόν τωϲ δοκεῖ ἀϲύϲτατον εἰναι, καθότι τῶν τοιούτων ἐπιρρημάτων προύφέϲτηκε καὶ πτωτικόν. τὸ νουνεχ χὧϲ ἀναλογώτερον καθέϲτηκε, καθότι καὶ τὸ νουνεχήϲ παράκειται. καθὸ οὑν οὐ δοκεῖ ἐπιρρηματικῶϲ ἐξενηνέχθαι, ϲεϲημειώϲθω· ἐπεί τοί γε πολλάκιϲ ϲχήματά τινα ἐκ διεϲτώτων εἰϲ ἑνότητα παραλαμβάνεται. [*](ARGVM, 1 Ἡϲὺχωϲ ut gravi accentu notetur, suadet tonus ceterorum adverbiorum in ωϲ (ab adiectivis in οϲ derivatorum). Ἡϲύχωϲ adverbii analogiam ήϲύχῃ sequatur necesse est —25 Ex duobus verbis νοῦν ἔχων unum adverbium coaluit νοῦν ἐχόντωϲ.) [*](TESTIM. 25 Et. M. 606, 35 νουνεχα ὁντως· ὑφ’ ἵν ἀναγνοαιέον· οολλάκια χὰρ ἀπὸ δὐο διεστώτων μερὼν τοῦ λόγου γέωεται ἑνότης, οἷον Ἅρειος πάγος Ἀρειοπαυίτης. Νέα πόλις Νιακολίης. τὸ αὐτό ταύτότης Οὕτω εοὗκ ἔχον, σύνθετον νουνγόντως) [*](DISCR. SCRIPT. 2. ηϲυχηι η ηϲύχη Α (| 3. ηϲυχη Α | 7. ῇ RSchneider, η Ab 8. ηϲυχηι Α παντη Α | 10. αλλη Α | ἔγωγ’ homerus ] post εγωγε Α habet και αλλωϲ, quae BSSchaefer sιc auxit καὶ ‘ἅλλ’ ἅλλωϲ et ad Ξ 124 retulit, om b | 11. ουδαμη, διχη et τριχη Α | 13. αλλαι Α | 15. φάναι b, in Α erat φαμεν, sed in φαμαι mut. Α1 |22. κωλύοι Α, quem idem habere dicit b in var lect., quod ipse edidit, κωλύει | 26. ἐπιρρημάτων fol 137 ν. | 28. εξηνηνεχθαι Α)

    176
    παρὰ δύο διεϲτῶτα τὸ Ἄρειοϲ πάγοϲ Ἀρειοπαγίτηϲ, παρὰ τὸ τὸ αὐτό ἕν που ἀποτελεῖται τὸ ταὐτότηϲ, παρὰ τὸ Nέα πόλιϲ ἕν τὸ Ννεαπ ολίτηϲ. ϲυϲταίη ἂν οὖν καὶ παρὰ τὸ νοῦν ἔχων τὸ ν ουνεχόντωϲ κατὰ τὸν τοιοῦτον λόγον, οὑ μήν, ὡϲ προείπομεν, κατὰ ϲύϲταϲιν τῶν προκειμένων ἐπιρρημάτων.

    Τοϲαῦτα περὶ τῶν εἰϲ ωϲ ληγόντων ἐπιρρημάτων.

    Τὰ εἰϲ ου λήγοντα ἐπιρρήματα, ἐάν τε παρ’ ὀνόματα ῇ ἐϲχηματιϲμένα, ἐάν τε παρ’ ἄλλο μέροϲ λόγου, περιϲπᾶται. τῷ ὕψοϲ παράκειται τὸ

  • ὑψοῦ δ’ ἐν νοτίῳ τήν γ’ ὥρμιϲαν (δ 785)
  • τῷ τῆλε τὸ τηλοῦ (δ μήποτε ἐδύνατο καὶ τῷ τέλοϲ παρακεῖϲθαι, ὥϲτε τὸ μὲν ἐντελὲϲ εἶναι τελοῦ, εἶτα κατ’ ἐπέκταϲιν τηλοῦ· τὰ γὰρ ἐπὶ τέλουϲ ϲυντείνοντα μεγεθύνεται)· τῷ ἄγχι τὸ ἀγχοῦ· τῇ αὐτόϲ ἀντωνυμίᾳ τὸ αὐτοῦ (ἔνθεν καὶ δοκεῖ τὰ τῆϲ παραθέϲεωϲ ἀμφίβολα γίνεϲθαι, ὅτι καὶ ἡ γενικὴ ϲυνεμπίπτει. τὸ γοῦν
  • ὀφθαλμοὶ δὲ χαμαὶ πέϲον ἐν κονίῃϲιν
  • αὐτοῦ πρόϲθε ποδῶν (Π 741)
  • ἤτοι ἀντὶ τοῦ αὐτοῦ πρόϲθε ποδῶνέἔπεϲαν, ἢ τοπικὴν ϲχέϲιν ϲημαίνει· καὶ τὸ
  • αὐτοῦ καὶ κριοῖο θοώταταί εἰϲι κέλευθοι (Arat. Phaen. 225)
  • ἤτοι τοῦ κριοῦ καὶ τοῦ ϲκορπιοῦ θοώταται αἱ κέλευθοί είϲιν, ἢ τοπικῶϲ πάλιν τὸ ἐπίρρημα κεῖται).— Ὅθεν ἀναλογὼτερον δοκεῖ εἶναι τὸ ποῦ τοῦ ὅπου. ἔχοι δ’ ἄν καὶ τὸ ὅπου ἀναλογίαν, καθὸ τὰ ἐν περιϲπαϲμῷ λεγόμενα μονοϲύλλαβα, προϲλαμβάνοντα τὸ ο κατὰ ἀναφορικὴν ἔννοιαν, βαρύνεται. τὸ πῶϲ ὅπωϲ λέγεται καὶ τὸ πῇ ὅπῃ· καὶ τὸ ποῦ ἄρα ὅπου εἶρηται.

    Ὁμοίωϲ καὶ τὰ εἰϲ οι λήγοντα παραγωγὰ περιϲπᾶται, παρ’ οἷα μέρη λόγου ἂν ῇ παρηγμένα, Μεγαροῖ, Ἰϲθμοῖ, καὶ παρὰ ἐπίρρημα τὸ ἐνταῦθα ἐνταυθοῖ. ϲεϲημειώϲεται οὖν τὸ οἶκοι οὐ μόνον τῇ [*](ARGVM. 8 Adverbi in ου, sive a nominibus sive ab aliis vocibus derivantur, circumfexum habent —23 Ὅπου autem correlativorum, quae ab o incipiunt, equitur analogiam. —28 Adverbia in οι derivata petispomena sunt. Quare πόποι οίκοι εὐοἵ notabilia;) [*](TKSTIM. 13 — 14 Et. Or. 152, 6 et tacito Apollonii nomine Et. M.757,9 haec ad verhum fere exscripserint. —23 Choer. Can. 430, 1.) [*](DISCR. SCRIPT. 1. τὸ Α et b in textu, nonne τὰ ? id. in var. lect. | Ἀρειο- παγίτηϲ ChALobeck, Ἀρεοπαγίτηϲ Ab 1 —2. παρὰ τὸ τὸ αὐτό b, παρα το αυτο Α ( |2. ταὐτότηϲ ChALobeck. ταυτότηϲ Ab |2 — 3. Νέα et Nεαπολίτηϲ ChALobeck, νέα et νεοπολίτηϲ b | 9. τῷ ὡ, τὸ Α | 11. ωρμηϲαν Α 12. 5 μήποτε pro ὁπότε RSchneider | τῷ τέλοϲ ὡ, τὸ τελοϲ Α | 23. Oθεν supra lin. Α 27. Ῥ’ εἰρἡϲεται b in var. lect. |30. μόνον ⟨ἐν ⟩ RSkrzezka)

    177
    τοιαύτῃ τάϲει, ἀλλὰ καὶ ἔτι ἐν τῷ οἴκοθεν, ὡϲ δεδείξεται ἐν τῷ περὶ. τῶν εἰϲ θεν. Καὶ ἕνεκα τοῦ τύπου καὶ τὸ πόποι, ὦ πόποι· καὶ γὰρ τὰ πρωτότυπα θέλει ὁπωϲδήποτε περιϲπᾶϲθαι, ὡϲ ἔχει τὸ οἰμοιμοῖ καὶ τὸ ὀτοτοῖ καὶ τὸ οἰοιοῖ. —Φαίνεται ὅτι καὶ τὸ εὐοἵ κατὰ τοῦτο ϲεϲημειώϲεται. τὸ γὰρ παρὰ τοῖϲ περὶ τὸν Ἀλκαῖον μέϲϲοι δῆλον ὅτι κατὰ τὴν ἰδίαν διάλεκτον ἀνὰ λόγον βαρυνθείη ἄν. οὐ γάρ ἐϲτιν ἐλλειπὴϲ τῇ ἔν προθέϲει, ϲυϲτελλομένου τοῦ ω εἰϲ τὸ ο, ὥϲ τινεϲ ὑπενόηϲαν, ἐν μέϲϲῳ· ἀλλ’ ὃν τρόπον παρὰ τὸ οἶκοϲ τὸ οἴκοι ἐγένετο, ϲημαῖνον τὸ ἐν οἴκῳ, παρά τε τὸ Πυθῦ τὸ Πυθοῖ, καὶ παρὰ τὸ Μέγαρα τὸ Μεγα ροῖ, ϲημαῖνον τὸ ἐν Μεγάροιϲ, τὸν αὐτὸν τρόπον καὶ παρὰ τὸ μέϲοϲ τὸ μέϲϲοι ἐγένετο, ϲημαῖνον τὸ ἐν μέϲῳ. ὅπερ ἔφην κατὰ τὸ Αἰολικὸν ἔθοϲ βαρύνεϲθαι.