De adverbiis

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

Ὅτι δὲ οὐ ϲυμπαθείαϲ ἔχεται ἡ πεῦϲιϲ ὡϲ πρὸϲ τὰ δίχα τοῦ τ καὶ μετὰ τοῦ τ λεγόμενα, ϲαφὲϲ ἐντεῦθεν. ὃν τρόπον ϲυνυπάρχουϲιν οἱ ἐνεϲτῶτεϲ τοῖϲ παρατατικοὶϲ, καὶ οἱ παρακείμενοι τοῖϲ ὑπερϲυντελικοῖϲ, καὶ αἱ γενικαὶ ταῖϲ δοτικαῖϲ, καὶ ἄλλα πλείονα, τὸν αὐτὸν τρόπον καὶ τὰ πύϲματα ὡϲ πρὸϲ τὰϲ ἀναφορικὰϲ προφοράϲ, καὶ τὰ δίχα τοῦ τ ὡϲ πρὸϲ τὰ ἀνταποδοτικά, λέγω ⟨τὰ⟩ μετὰ τοῦ τ. ϲυνυπάρχει γοῦν ἑαυτοῖϲ καὶ ϲυνεξέρχεται. καὶ ἐπεὶ ἅπαξ τὸ πότεροϲ διὰ τοῦ π, καὶ τὸ ὁπότεροϲ. ἀλλ’ οὐ πάντωϲ κατηνάγκαϲται τὸ ὅτεροϲ καὶ τότεροϲ. καὶ ἐπεὶ πάλιν τὸ ἕωϲ, εὐθέωϲ καὶ τὸ τέωϲ, καὶ ὄφρα καὶ τόφρα, οὐ πάντωϲ ἐξηναγκαϲμένου τοῦ φάναι καὶ πέωϲ καὶ ὁπέωϲ, καὶ πόφρα καὶ ὁπόφρα. οὕτωϲ καὶ ἐπὶ τῶν προκειμένων μορίων οὐ πάντωϲ καιταναγκάζεται τὰ ἑξῆϲ. οὐ γὰρ ἐπεὶ τὸ ἀναγινώϲκιυ καὶ ἀνεγίνωϲκον, εὐθέωϲ καὶ τὰ ἑξῆϲ κλίματα· οὐδὲ ἐπεὶ τὸ ὕδωρ ὀρθῆϲ καὶ αίτιατικῆϲ, εὐθέωϲ καὶ γενικῆϲ καὶ δοτικῆϲ. ένθεν οὖν καὶ κατὰ ϲυμπάθειαν καὶ τὸ τώϲ τῷ ὥϲ ϲυνετονώθη, οὐ μὴν τὸ πῶϲ, καθὸ οὔτε πάντωϲ ϲυνυπάρχον ὀφείλει εῖναι, καὶ καθὸ ἐδείξαμεν, ὅτι αἱ πεύϲειϲ κατὰ φύϲιν ἐβαρύνοντο.

Καὶ τοϲαῦτα μὲν περὶ τῶν παρὰ τὰ πτωτικὰ παρηγμένων.

Δοκεῖ δὲ πρωτότυπον εἰναι τὸ ἕωϲ· οὐ γὰρ προυφέϲτηκέ τι· τό τε ἀνταποδοτικὸν αὐτοῦ τέωϲ.

[*](ARGVM. 13 lnterrogutiva omnino ceterortIm correlativorum analogiam non sequuntur. — 30 Ἐωϲ videtur primitivum esse.)[*](TESTIM. 3 Choer. Can. 430 , 3 ὥς φησιν Ἀπολλώς ώνιος ἐν τῶ πεπὶ ἐπιρρημάιων τὰ μονοσύλλαβα πενστικὰ περισπώενα ἅκτα, προσλ λαμβάνοντα τὰ ο καὶ γινό. νενα άναφοικά. βαρύνονται. οἷον πῶς ὅπως , πῆ ὅπη· οὕτως οὖν καὶ ποῦ ὅπου.)[*](DISCR. SCRIPT. 8. κατὰ deleνit GDronke | 9 ὅπωϲ b, το πωϲ Α |10. ὁπῶϲ HLAhrens | 18. ἀνταποδοτικά b. αναφορικα Α τὰ add. b | 20. ἀλλ’ οὐ GUhlig, καὶ οὐ Α b | 23. κατανα(κάζεται] fol 136 ν. | 2 25. κληματα Α | 26. καί post οῦν viletur abundaro’ b in var. lect. |27 καθο Α, καθίὼϲ b | 31. post τέωϲ lacunum macris ambitus statuit EEgger)
174

Ἡπόρηται δὲ καὶ τὸ α αὔτωϲ πῶϲ ἐγένετο. οὐ γὰρ ἔχει τὴν ἔννοιαν τῆϲ αὐτόϲ ἀντωνυμίαϲ, καθότι τὸ ἐκεῖνοϲ ὡϲ πρὸϲ τὸ ἐκείνωϲ καὶ τὸ οὺτοϲ ὡϲ πρὸϲ τὸ οὕτωϲ. πρὸϲ οὶϲ καὶ τὰ τοῦ τόνου διελέγχει. Πρύφων (p. 52 Velsen) περὶ τοῦ ϲημαίνοντοϲ τὸ οὕτωϲ ἐκδέχεται μετάπτωϲιν τοῦ ο είϲ τὸ α γεγενῆϲθαι. ἀλλὰ ἐλείπετο καὶ περὶ τοῦ ϲημαίνοντοϲ τὸ μάτην διαλαβεῖν. ὅθεν ἢ καὶ αὐτὸ δεκτέον θεματικόν, ἢ ϲυγκαταθετέον Ἡρακλείδῃ, φαμένῳ ὡϲ κατὰ ϲτέρηϲίν ἐϲτι τὴν διὰ τοῦ α αὔτωϲ, ϲυναλοιφῆϲ γενομένηϲ τοῦ α καὶ ο εἰϲ α μακρόν, ὡϲ τὸ Μενέλαοϲ — Μενέλαϲ, Δορύλαοϲ Δορύλαϲ, Πτερέλαοϲ Πτερέλαϲ. τὰ γὰρ ἐν τῷ δέοντι μὴ γενόμενα ματαίωϲ γίνεται· φαμὲν γὰρ τὰ ἐν τῇ δεούϲῃ ποιότητι ποίηϲον ο ὕτωϲ.

Ἐϲτι καὶ ίδία παραγωγὴ περὶ τῶν εἰϲ χωϲ ληγόντων, ἃ μάλιϲτα παρὰ τὴν τῶν ἀριθμὸν δηλούντων πάλιν ἐπιρρημάτων ἀντιπαράθεϲιν ἀποτελεῖται, τοῦ τέλουϲ εἰϲ τὸ χωϲ τρεπομένου. ἅπερ οὐκέτι ἀναμένει τόνον ἀλλότριον ν, ἰδίᾳ δὲ περιϲπᾶται ἅπαντα, τετράκιϲ τετραχῶϲ, πεντάκιϲ πενταχῶϲ, πολλάκιϲ πολλαχῶϲ. ἐν ἰϲοϲυλλαβίᾳ οὑν ἀντιπαράκειται τοῖϲ προκειμένοιϲ ἐπιρρήμαϲι.

ἰαὶ κατὰ τοῦτο οὖν τιϲ ϲημειώϲαιτο τὸ διχῶϲ καὶ τριχῶϲ, ὅτι πλεονοϲυλλαβεῖ τοῦ δίϲ καὶ τρίϲ. Ἀλλ’ ἴϲωϲ ἐπεὶ οὐδὲ ὁλόκληρα αὐτὰ τὰ ἐπιρρήματα, ἐν δὲ ϲυγκοπῇ ῆ, καὶ τὰ παρακείμενα οὐ τῇ ϲυγκοπῇ ἠκολούθει, τῇ δὲ ὁλοκλήρῳ προφορᾷ. —Ἀλλ’ ἐπεὶ ἐμποδίζει τὸ μὴ ϲυνιεοῦϲθαι αὐτὰ τῷ δυάκιϲ καὶ τριάκιϲ, ἄμεινον ἐκεῖνο φάναι, ὡϲ πολλάκιϲ τὰ ἀπὸ μονοϲυλλάβων λέξεων παραγόμενα ἢ καὶ ϲυντιθέμενα φυλακτικά ἐϲτι τῶν ἰδίων φωνηέντων ὑπὲρ τοῦ μὴ παραναλίϲκεϲθαι εἰϲ τὰϲ παραγωγὰϲ αὐτὰϲ τὰϲ πρωτοτύπουϲ λέξειϲ, εἴγε καὶ ἡ πρό πρό. θεϲιϲ ϲυντιθεμένη οὐκ ἀποβάλλει τὸ ο, φωνήεντοϲ ἐπιφερομένου, ἡ δὲ ἀπό καὶ ὑπό· καὶ τὸ γή διον ὑποκοριζόμενον ἐφύλαξε τὸ η τοῦ γῆ, τοῦ τέλουϲ τῶν τοιούτων γενικῶν εἰϲ τὸ ιδιον μεταλαμβανομένου, κυνόϲ κυνίδιον, ἄρτου ἀρτίδιον, λέγω τῶν μετὰ ϲυμφώνου ἐκφερομένων· καὶ τὸ μνααῖοϲ ἐφύλαξε τὸ α. ἔϲτι καὶ ἄλλα πάμπολλα εἰϲ τὸ τοιοῦτον παραθέϲθαι. ἀναγκαία ἄρα καὶ ἡ μονὴ τοῦ ῑ ἐν τῷ διχῶϲ καὶ τριχῶϲ.

[*](ARGVM. 1 Αὕτωϲ ex οὕτωϲ ortum esse censet Trypho; ex ἀ-ούτωϲ contractum putat Heraelides. —12 Adverbia in χωϲ a numeralibus in κιζ aequato syllabarum numero derivari solent. 18 Quacum lege pugnant διχῶϲ τριχῶϲ neque possunt ex δυάκιϲ τριάκιϲ facta cese. Videntur igitur i servasse, ne prorsus oblitterentur voculae primitivae.)[*](DISCR. SCRIPT. 4. τοῦ ο b, το ο Α |7. τὴν διὰ τοῦ α αὕτωϲ RSchneidler, τοῦ ἂ οὕτωϲ Ab, ἐκ τοῦ ἀοὗτωϲ GFSchoemann |7 |8. ϲυναλειφηϲ Α | 12. περὶ delevit RSkrzeczka, ἐπιρρημάτων mutavit GDronke |13. παρὰ b, περι Α | 18. P. οὐκ ἄν τιϲ b in var. lect. | 21. ⟨τοῦτο ⟩ τὸ GDronke | 22. δυιακιϲ Α |24 — 25. τὰϲ] fol. 137 r. |30. μνααιδιοϲ Α)
175

Καὶ περὶ τάϲεωϲ δὲ τοῦ ἡϲύχωϲ ἢ ἡϲυ χ ῶϲ καὶ τοῦ παρακειμένου ἐπιρρήματοϲ, λέγω τοῦ ἡϲύχ ῃ ἢ ἡϲυχῇ. ἦν τιϲ διαφορά —Καὶ οἱ μὲν ἠξίωϲαν ἀμφότερα βαρύνειν, λέγω τὸ ἡϲύχωϲ καὶ ἡϲύχῃ, καθὸ ϲυμβαρύνεται τὰ τοιαῦτα τῶν ἐπιρρημάτων ταὶϲ ϲυνούϲαιϲ γενικαῖϲ. φαμὲν κούφωϲ, ὅτι καὶ κούφων, καθὼϲ πρόκειται· εἰ δέ φαμεν ἡϲύχ ων, δῆλον ὅτι καὶ ἡϲύχωϲ. — καὶ εἰ τὰ τοιαῦτα ἔχει τὰ παρακείμενα εἰϲ ῃ ἐπιρρήματα τὸν αὐτὸν τόνον τηροῦντα, δῆλον ὅτι καὶ ἡϲχη. φαμὲν γὰρ πάντῃ, ὅτι καὶ πάντωϲ, καὶ ἄλλη, ὅτι καὶ ἄλλωϲ,

  • ἄλλῃ μὲν γὰρ ἔγωγε (N 49)·
  • οὐδαμῇ δέ, ὅτι καὶ οὐδα μῶϲ. διχ ῇ τε καὶ τριχῇ, ὅτι καὶ διχῶϲ καὶ τριχῶϲ. τούτῳ γὰρ τῷ λόγῳ καὶ Δωριεῖϲ παν τό φαϲιν ν, ὅτι καὶ τὸ ἐπίρρημα παν ντώϲ, καὶ ἀλλά, ὅτι καὶ ἀλλῶϲ. κατὰ τοῦτον τὸν λόγον, δεδομένου τοῦ ἡϲύχωϲ, ϲυνδοθήϲεται καὶ βαρύτονον τὸ ἡϲύχῃ. Ἔϲτι καὶ ὑπὲρ τοῦ ἑτέρου λόγου ἐκεῖνο φάναι, ὅτι καὶ ἄλλα μόρια, ὀφείλοντα κατὰ ἀκολουθίαν τινὰ ἢ ὀξύνεϲθαι ἡ περιϲπᾶϲθαι, ϲυνεκδρομη Υραφῆϲ παρακολουθήϲαντα ἀπέφευγε τὸν δέοντα τόνον. παρὰ τὸ ἵϲτημι ἐϲτὶ τὸ ἱϲτάϲ καὶ παρὰ τὸ βίβημι τὸ βιβ άϲ, κίχρ ημι κιχράϲ, τίθημι τιθείϲ. ἔδει οὑν καὶ παρὰὸ ἴϲαμι τὸ ίϲάϲ εἰναι ἀλλ’ ἐπεὶ ἅπαξ αὶ εἰϲ ϲαϲ λήγουϲαι μετοχαὶ βαρύνονται, τῷ ῑ παραληγόμεναι, τεμίϲαϲ, λεπίϲαϲ, λακτίϲαϲ, ϲυνεξέδραμε καὶ ἡ ἴϲαϲ τοῖϲ τοιούτοιϲ. οὐδὲν οὑν κωλύοι καὶ τὸ ἡϲυχῶϲ περιϲπᾶν τῇ ϲυνεκδρομῇ τῇ τῶν εἰϲ χωϲ ληγόντων ἐπιρρημάτων, καὶ πάλιν ϲυμπαρακεῖϲθmι τὸ ἡϲυχῇ ϲυμπεριϲπωμένωϲ ὡϲ διχῇ καὶ τριχῇ.

    Τὸ παρὰ Μενάνδρῳ νουνεχόν τωϲ δοκεῖ ἀϲύϲτατον εἰναι, καθότι τῶν τοιούτων ἐπιρρημάτων προύφέϲτηκε καὶ πτωτικόν. τὸ νουνεχ χὧϲ ἀναλογώτερον καθέϲτηκε, καθότι καὶ τὸ νουνεχήϲ παράκειται. καθὸ οὑν οὐ δοκεῖ ἐπιρρηματικῶϲ ἐξενηνέχθαι, ϲεϲημειώϲθω· ἐπεί τοί γε πολλάκιϲ ϲχήματά τινα ἐκ διεϲτώτων εἰϲ ἑνότητα παραλαμβάνεται. [*](ARGVM, 1 Ἡϲὺχωϲ ut gravi accentu notetur, suadet tonus ceterorum adverbiorum in ωϲ (ab adiectivis in οϲ derivatorum). Ἡϲύχωϲ adverbii analogiam ήϲύχῃ sequatur necesse est —25 Ex duobus verbis νοῦν ἔχων unum adverbium coaluit νοῦν ἐχόντωϲ.) [*](TESTIM. 25 Et. M. 606, 35 νουνεχα ὁντως· ὑφ’ ἵν ἀναγνοαιέον· οολλάκια χὰρ ἀπὸ δὐο διεστώτων μερὼν τοῦ λόγου γέωεται ἑνότης, οἷον Ἅρειος πάγος Ἀρειοπαυίτης. Νέα πόλις Νιακολίης. τὸ αὐτό ταύτότης Οὕτω εοὗκ ἔχον, σύνθετον νουνγόντως) [*](DISCR. SCRIPT. 2. ηϲυχηι η ηϲύχη Α (| 3. ηϲυχη Α | 7. ῇ RSchneider, η Ab 8. ηϲυχηι Α παντη Α | 10. αλλη Α | ἔγωγ’ homerus ] post εγωγε Α habet και αλλωϲ, quae BSSchaefer sιc auxit καὶ ‘ἅλλ’ ἅλλωϲ et ad Ξ 124 retulit, om b | 11. ουδαμη, διχη et τριχη Α | 13. αλλαι Α | 15. φάναι b, in Α erat φαμεν, sed in φαμαι mut. Α1 |22. κωλύοι Α, quem idem habere dicit b in var lect., quod ipse edidit, κωλύει | 26. ἐπιρρημάτων fol 137 ν. | 28. εξηνηνεχθαι Α)

    176
    παρὰ δύο διεϲτῶτα τὸ Ἄρειοϲ πάγοϲ Ἀρειοπαγίτηϲ, παρὰ τὸ τὸ αὐτό ἕν που ἀποτελεῖται τὸ ταὐτότηϲ, παρὰ τὸ Nέα πόλιϲ ἕν τὸ Ννεαπ ολίτηϲ. ϲυϲταίη ἂν οὖν καὶ παρὰ τὸ νοῦν ἔχων τὸ ν ουνεχόντωϲ κατὰ τὸν τοιοῦτον λόγον, οὑ μήν, ὡϲ προείπομεν, κατὰ ϲύϲταϲιν τῶν προκειμένων ἐπιρρημάτων.

    Τοϲαῦτα περὶ τῶν εἰϲ ωϲ ληγόντων ἐπιρρημάτων.

    Τὰ εἰϲ ου λήγοντα ἐπιρρήματα, ἐάν τε παρ’ ὀνόματα ῇ ἐϲχηματιϲμένα, ἐάν τε παρ’ ἄλλο μέροϲ λόγου, περιϲπᾶται. τῷ ὕψοϲ παράκειται τὸ

  • ὑψοῦ δ’ ἐν νοτίῳ τήν γ’ ὥρμιϲαν (δ 785)
  • τῷ τῆλε τὸ τηλοῦ (δ μήποτε ἐδύνατο καὶ τῷ τέλοϲ παρακεῖϲθαι, ὥϲτε τὸ μὲν ἐντελὲϲ εἶναι τελοῦ, εἶτα κατ’ ἐπέκταϲιν τηλοῦ· τὰ γὰρ ἐπὶ τέλουϲ ϲυντείνοντα μεγεθύνεται)· τῷ ἄγχι τὸ ἀγχοῦ· τῇ αὐτόϲ ἀντωνυμίᾳ τὸ αὐτοῦ (ἔνθεν καὶ δοκεῖ τὰ τῆϲ παραθέϲεωϲ ἀμφίβολα γίνεϲθαι, ὅτι καὶ ἡ γενικὴ ϲυνεμπίπτει. τὸ γοῦν
  • ὀφθαλμοὶ δὲ χαμαὶ πέϲον ἐν κονίῃϲιν
  • αὐτοῦ πρόϲθε ποδῶν (Π 741)
  • ἤτοι ἀντὶ τοῦ αὐτοῦ πρόϲθε ποδῶνέἔπεϲαν, ἢ τοπικὴν ϲχέϲιν ϲημαίνει· καὶ τὸ
  • αὐτοῦ καὶ κριοῖο θοώταταί εἰϲι κέλευθοι (Arat. Phaen. 225)
  • ἤτοι τοῦ κριοῦ καὶ τοῦ ϲκορπιοῦ θοώταται αἱ κέλευθοί είϲιν, ἢ τοπικῶϲ πάλιν τὸ ἐπίρρημα κεῖται).— Ὅθεν ἀναλογὼτερον δοκεῖ εἶναι τὸ ποῦ τοῦ ὅπου. ἔχοι δ’ ἄν καὶ τὸ ὅπου ἀναλογίαν, καθὸ τὰ ἐν περιϲπαϲμῷ λεγόμενα μονοϲύλλαβα, προϲλαμβάνοντα τὸ ο κατὰ ἀναφορικὴν ἔννοιαν, βαρύνεται. τὸ πῶϲ ὅπωϲ λέγεται καὶ τὸ πῇ ὅπῃ· καὶ τὸ ποῦ ἄρα ὅπου εἶρηται.

    Ὁμοίωϲ καὶ τὰ εἰϲ οι λήγοντα παραγωγὰ περιϲπᾶται, παρ’ οἷα μέρη λόγου ἂν ῇ παρηγμένα, Μεγαροῖ, Ἰϲθμοῖ, καὶ παρὰ ἐπίρρημα τὸ ἐνταῦθα ἐνταυθοῖ. ϲεϲημειώϲεται οὖν τὸ οἶκοι οὐ μόνον τῇ [*](ARGVM. 8 Adverbi in ου, sive a nominibus sive ab aliis vocibus derivantur, circumfexum habent —23 Ὅπου autem correlativorum, quae ab o incipiunt, equitur analogiam. —28 Adverbia in οι derivata petispomena sunt. Quare πόποι οίκοι εὐοἵ notabilia;) [*](TKSTIM. 13 — 14 Et. Or. 152, 6 et tacito Apollonii nomine Et. M.757,9 haec ad verhum fere exscripserint. —23 Choer. Can. 430, 1.) [*](DISCR. SCRIPT. 1. τὸ Α et b in textu, nonne τὰ ? id. in var. lect. | Ἀρειο- παγίτηϲ ChALobeck, Ἀρεοπαγίτηϲ Ab 1 —2. παρὰ τὸ τὸ αὐτό b, παρα το αυτο Α ( |2. ταὐτότηϲ ChALobeck. ταυτότηϲ Ab |2 — 3. Νέα et Nεαπολίτηϲ ChALobeck, νέα et νεοπολίτηϲ b | 9. τῷ ὡ, τὸ Α | 11. ωρμηϲαν Α 12. 5 μήποτε pro ὁπότε RSchneider | τῷ τέλοϲ ὡ, τὸ τελοϲ Α | 23. Oθεν supra lin. Α 27. Ῥ’ εἰρἡϲεται b in var. lect. |30. μόνον ⟨ἐν ⟩ RSkrzezka)

    177
    τοιαύτῃ τάϲει, ἀλλὰ καὶ ἔτι ἐν τῷ οἴκοθεν, ὡϲ δεδείξεται ἐν τῷ περὶ. τῶν εἰϲ θεν. Καὶ ἕνεκα τοῦ τύπου καὶ τὸ πόποι, ὦ πόποι· καὶ γὰρ τὰ πρωτότυπα θέλει ὁπωϲδήποτε περιϲπᾶϲθαι, ὡϲ ἔχει τὸ οἰμοιμοῖ καὶ τὸ ὀτοτοῖ καὶ τὸ οἰοιοῖ. —Φαίνεται ὅτι καὶ τὸ εὐοἵ κατὰ τοῦτο ϲεϲημειώϲεται. τὸ γὰρ παρὰ τοῖϲ περὶ τὸν Ἀλκαῖον μέϲϲοι δῆλον ὅτι κατὰ τὴν ἰδίαν διάλεκτον ἀνὰ λόγον βαρυνθείη ἄν. οὐ γάρ ἐϲτιν ἐλλειπὴϲ τῇ ἔν προθέϲει, ϲυϲτελλομένου τοῦ ω εἰϲ τὸ ο, ὥϲ τινεϲ ὑπενόηϲαν, ἐν μέϲϲῳ· ἀλλ’ ὃν τρόπον παρὰ τὸ οἶκοϲ τὸ οἴκοι ἐγένετο, ϲημαῖνον τὸ ἐν οἴκῳ, παρά τε τὸ Πυθῦ τὸ Πυθοῖ, καὶ παρὰ τὸ Μέγαρα τὸ Μεγα ροῖ, ϲημαῖνον τὸ ἐν Μεγάροιϲ, τὸν αὐτὸν τρόπον καὶ παρὰ τὸ μέϲοϲ τὸ μέϲϲοι ἐγένετο, ϲημαῖνον τὸ ἐν μέϲῳ. ὅπερ ἔφην κατὰ τὸ Αἰολικὸν ἔθοϲ βαρύνεϲθαι.

    Τὰ εἰϲ δε λήγοντα τοπικὰ ἐπιρρήματα, ἐν ἑνὶ μέρει λόγου καθεϲτῶτα, καὶ προπαροξύνεται καὶ τῷ α παρεδρεύεται, ὡϲ ἔχει τὸ οἴκαδε, ἅλαδε. ἐν τόνῳ οὑν ϲεϲημειώϲεται τὸ ἐνθάδε, ἡ τε τὰ τοιαῦτα τῶν ἐπιρρημάτων παράκειται ὀνόμαϲι, τὸ ἐνθάδε δὲ οὐδὲ τῇδε ἔχει. τὰ προκείμενα τῶν ἐπιρρημάτων οὐδέποτε ἀποβολῇ τοῦ δε ϲχέϲιν τοπικὴν ἀποτελεῖ· πῶϲ οὑν παρὰ τὸ ἐνθάδε τὸ ἔνθα ϲχέϲιν τοπικὴν ϲημαίνει;

  • ἔθα κατεπλέομεν (1 142). -
  • Πρόϲκειται δὲ ἐν ἑνὶ μέρει λόγου, ἐπεὶ καὶ ἔϲτιν ἐκ ϲυντάξεωϲ τῆϲ κατ’ αἰτιατικὴν καὶ ϲυνδέϲμου τοῦ δέ πάλιν ἡ εἰϲ τόπον ϲχέϲιϲ, ὡϲ ἔχει τὸ ῦ ὕλυμπον δέ καὶ ἀγρὸν δέ καὶ οἶκον δέ. διὸ οὐδὲ κατὰ τὸ τοιοῦτον ὅμοιόν ἐϲτι τὸ ἐνθάδε, ὅτι οὕτε ἔγκειται αἰτιατική ή, οὕτε ὁ τόνοϲ τοῦ πρωτοτύπου διαφυλάϲϲεται, καθάπερ ἐπὶ τῶν προκειμένων. τὸ γὰρ οἰκον προπεριϲπᾶται, καὶ πάλιν ἐν τῇ προϲθέϲει τοῦ δέ μένει ὁ αὐτὸϲ τόνοϲ, οἶκον δἐ, μετὰ τοῦ καὶ τὴν ὀξεῖαν ἐπὶ τέλουϲ εἶναι. ὁ αὐτὸϲ λόγοϲ ἐπὶ τοῦ Ὄλυμπον καὶ Οὔλυμπ ον δέ. — διὸ καὶ δοκεῖ τὸ
  • ἅλαδ’ ἑλκομενάων (Ξ 100)
  • ἀμφίβολον εἶναι, δυνάμενον καὶ τῇ παραγωγῇ κεχρῆϲθαι τοῦ οἴκαδε, δυνάμενον καὶ ἐν αἰτιατικῇ εἰναι τοῦ ἅλα καὶ προϲθέϲει τοῦ δέ, ἐφ’ [*](ARGVM. 5 μέϲϲοι rursus cum οἵκοι convenit. —13 Adverbia in δε localia quae ex una voce constant, proparoxytons sunt. Ἐνθάδε neque hanc legem. sequitur, neque cum οἶκον δέ sim. convenit.) [*](Testim. 4 Schol. Dion. Thr. BA 946, 32.) [*](DISCR. SCRIPT 2. ὧ Klehrs. ὧ b |4. ὅτι καὶ] fol. 138 r. | εὐοἵ ChALobeck GUhlig, εὐοῖ b, εὐοί GGSchoemann, οἴμοι vel ὧμοι KLehrs | 6. ἀναλόγωϲ pro ἀνὰ λόγον GDronke | 7. ελλειπηϲ Α, ἐλλιπὴϲ b | 9. τὸ add. b | 15. P. ἐνθάδε, ῇ τε τα’ b in var. lect., ἐνθάδε. ῇ Ab in textu |17. τοῦ δε b, του δ in rasura Α1 | 23. Veram scripturam et hic et l. 27. 28 restituit KLehrs, Οὕλυμπόνδε ἀγρόνδε οἰκόνδε b)
    178
    οὗ καὶ δύο τόνοι ἐπιτεθήϲονται, ἅλα δέ. — ϲαφὲϲ οὑν ὅτι οὐδὲ κατὰ τοῦτον τὸν λόγον τὸ ἐνθάδε ὑποπίπτει τῷ λόγῳ, πάλιν τοῦ τόνου καταβιβαζομένου. Μή ποτ’ οὑν τῇδε ἐϲχηματίϲθη. ἔϲτι καὶ ἑτέρα παραγωγὴ ἡ διὰ τοῦ δε, ἥ τιϲ οὐχ ἕνεκα ϲχέϲεωϲ τοπικῆϲ παραλαμβάνεται, αὐτὸ δὲ μόνον κατὰ παραγωγήν, τῆϲ ϲημαϲίαϲ πάντοτε μενούϲηϲ τῆϲ αὐτῆϲ καὶ φωνῆϲ τῆϲ ὁλοκλήρου τῆϲ κατὰ τὸ πρωτότυπον, ἐφ’ ἧϲ καὶ ὁ τόνοϲ ἐφέλκεται πρὸ τοῦ τέλουϲ, ὥϲπερ ἔχει παρὰ τὸ τοῖοϲ τὸ τοιόϲδε, τόϲοϲ τοϲόϲδε, καὶ ἐν ἐπιρρήμαϲι τὸ τῆμοϲ τημόϲδε, τηνίκα τηνίκα δὲ. εἴπερ οὑν ἶδιον τῆϲδε τῆϲ παραγωγῆϲ τὸ ἐν ἀποβολῇ τοῦ δε τὴν αὐτὴν ἔχειν ϲημαϲίαν τοῖϲ πρωτοτύποιϲ, καὶ τὴν ὀξεῖαν ἐφέλκεϲθαι πρὸ τοῦ τέλουϲ, δῆλον ὡϲ καὶ τὸ ἐνθάδε τιϲδε τῆϲ παραγωγῆϲ ἂν εἴη, ἐπειδὴ τὰ προκείμενα δύο παρεπόμενά ἐϲτιν ἐν τῷ ἐνθάδε. κατὰ τοῦτό γέ τοι μόνον ϲεϲημειώϲεται, καθὸ ἡ τοιαύτη παραγωγὴ οὐχ οἱαιϲδήποτε λέξεϲι πρόϲειϲιν , ἀλλὰ μορίοιϲ ἀνταποδοτι κοῖϲ τοῖϲ ἀπὸ τοῦ τ ἀρχομένοιϲ, ὡϲ ἔχει τὸ τοϲόϲδε καὶ τὸ τοιόϲδε. οὐδὲ γὰρ τὰ ἄλλα ϲύζυγα, μὴ ἔχοντα τὸ τ, τῆϲ παραγωγῆϲ τυγχάνει, λέγω τὸ ἦμοϲ, ἡνίκα, εἰ μὴ γένοιτο τῆμοϲ καὶ τηνίκα. οὐ παρείπετο οὑν τῷ ἐνθάδε τὸ τοιοῦτον· κατὰ τοῦτο ἄρα ϲεϲημειώϲεται.

    Ποἱϲ αὐτοῖϲ ἐπιχειρήμαϲι χρήϲαιτο ἄν τιϲ καὶ ἐπὶ τοῦ ἔνθεν καὶ ἐνθένδε· οὐδὲν γὰρ τῶν εἰϲ θεν ληγόντων ἐπιρρημάτων ἔξωθεν παραγωγὴν ἴϲχει τὴν διὰ τοῦ δὲ. φαίνεται δὲ ὅτι οὐδὲ δύο λέξειϲ εἰϲὶν ἡμαρτημέναι, ἀλλὰ μία, εἴγε καὶ τὸ ἐνθὲν Δωρικώτερον ἀπεδείχθη γενόμενον ἔνθα, καθὼϲ ἐπεδείξαμεν καὶ περὶ τοῦ πρόϲθεν πρόϲθα , ὕπερθεν ὕπερθα.

    Ἔχοι δ’ ἂν ἐπίϲταϲιν καὶ τὸ ὧδε, ϲυνήθωϲ μὲν τὴν εἰϲ τόπον ϲχέϲιν δηλοῦν, ἐν δὲ τοῖϲ ὕμηρικοῖϲ, ὡϲ Ἀριϲτάρχῳ δοκεῖ, ἐν τῷ καθόλου μὴ τοπικῆϲ ἔχεϲθαι ϲχέϲεωϲ, τῆϲ δὲ κατὰ ποιότητα. καὶ ϲαφέϲ ἐϲτιν, ὅτι τῇ μὲν παραγωγῇ τῇ διὰ τοῦ δε οὐκ ἀπιθάνωϲ τὸ ϲύνηθεϲ [*](ARGVM .3 Videtur igitur ad τοιόϲδε all. similitudinem accommodatum esse —13 quamquam hoc modo non nisi correlativa, quae a τ incipiunt, amplificari solent. —19 Eadem de ἐνθένδε dici posent. 25 ·Ωδε in sermone vulgari est ‘huc’, sed omnino localem notionem non induere apud Honerum praecipit Aristarchus. Ac sune non ita formatum est, ut cetera in δὲ adverbia localia.) [*](TESTIM. 25 Et. M. 820, 43 ‘Ωδε σημαίνει δύο παρὰ τῷ ποιητῇ· τὸ οὕτως . . σημαίνει καὶ τὸ νῦν . . σημαίνει καὶ τόπον πκρὰ τοῖς ἄλλοιρ , τὸ ἐνταῦθα. ομαίνει καὶ τὰ ὅπως , καὶ μἀλιοτα Ὅμηρος τοῦτο οἷδεν ουδέποτε δὲ παρὰ τῷ ποιητῆ τοπικὸν  εϋρίσκεται, άλλὰ πάντοτε άωτὶ τοῦ οὕτως , ἐπὶρρνμα μεοτόητος. Οὺδὲν δὲ εἰς 6ε λῆυον τοπικὸν ἕγει πρὸ τοῦ τέλους τ πλὴν τοῦ ὧδε ούδὲ 6ὲ s(q δε λῆγον δισύλλαβον τοκικον ἰστιν.) [*](DICSR. SCRIPT. 1. επιτεθηϲονται A' in rasura |6, και φωνηϲ τηϲ ολοκλιηρου τηϲ siglis script add. Α2 in marg, recepit ὡ, om. Α 7. post εφελκεται desinIt fol 138 L: eadem vox repetita in initio fol. 138 ν. | 12. επειδε Α |19. τιϲ καὶ ἐπὶ b, τι κεπι Α)

    179
    τοπικὸν ἐξεδέξατο ἐπίρρημα, οὐ μὴν καὶ τὰ τῆϲ παραγωγῆϲ ὁμολογεῖ, καθὼϲ ἐδείχθη ὡϲ ἡ τοπικὴ παραγωγὴ τὴν διὰ τοῦ α γραφὴν ἔχει πρὸ τοῦ τέλουϲ, ἀπό τε ὀνομάτων παρήγετο, τὸ δὲ οὐ τῇδε εἶχεν. —Ἀλλ’ ἦν καὶ ἑτέρα ϲύνταξιϲ ἐν αἰτιατικῇ πάλιν ὀνομάτων καὶ προϲθήκῃ τοῦ δε, ὡϲ ἔχει τὸ οἶκον δέ καὶ τὰ τούτοιϲ ὅμοια. ὅπερ πάλιν οὐ τῇδε εἰχε τὸ προκείμενον ἐπίρρημα, οὔτε κατὰ γραφήν, οὔτε κατὰ τάϲιν. διὸ καὶ ἕνεκα τῶν τοιούτων μᾶλλον ἄν τιϲ παραδέξαιτο τὸ eτὸ δέ ἐπὶ τοπικῶν ἐπιρρημάτων,
  • πολλοῖϲιν γὰρ ἔγωγε ὀδυϲϲάμενοϲ τὸ δ’ ἱκάνω (τ 407)
  • δύναται γὰρ ἐγκεῖϲθαι αἰτιατικῆϲ ἄρθρον κατ’ οὐδετέραν προφοράν. — Ϲαφὲϲ οὖν ὅτι ἔχοιτο ἂν λόγου του κατὰ παραγωγὴν τὴν δε ϲυλλαβὴν προϲλαβὸν κατὰ τὸ αὐτὸ ϲημαινόμενον ν, ὡϲ ἔχει παρὰ τὸ τῆμοϲ τὸ τημόϲδε, τὴν αὐτὴν ἔχον ϲημαϲίαν τῷ πρωτοτύπῳ, τηνίκα τηνικάδε. ϲημαίνοντοϲ οὖν τοῦ ὥϲ ἐπιρρήματοϲ τὸ οὕτωϲ, εἴη ἂν ἡ προκειμένη παραγωγὴ κατὰ τὸ αὐτὸ δηλούμενον ἐν τῷ ὧδε, ἀναγκαίωϲ μένη, ἐπεὶ ἡ φύϲει μακρὰ ἐν τῇ τοιαύτῃ παραγωγῇ περιϲπωμένην ἀναδέχεται, τοιοῦδε, τοι ῷ δε.

    Ὁμοίωϲ δ’ ἂν ἔχοιτο καὶ τὸ τοιοῦτον ἐπιϲτάϲεωϲ. —« Ὁλοκλήρουϲ γὰρ τὰϲ τῶν πρωτοτύπων φωνὰϲ ἥδε ἡ παραγωγὴ φυλάϲϲει, τοῖοϲ τοιόϲδε, τηλίκοϲ τηλικόϲδε, τῆμοϲ τημόϲδε· χρῆν οὖν καὶ παρὰ τὸ ὥϲ ὧϲδε.» —Ἀλλὰ τοῦτο μὲν δύναται ἀπολογίαϲ ἔχεϲθαι, τῇ μὲν ἀπὸ Δωρικοῦ δυνάμενον ἐϲχηματίϲθαι τοῦ ὥ, ὅπερ ἀντὶ τοῦ ὥϲ παραλαμβάνουϲι, τῇ δὲ ἀπὸ τοῦ πτωτικοῦ τοῦ προυφεϲτῶτοϲ κατ’ ἔλλειψιν τοῦ ϲ· καὶ γὰρ παρὰ τὸ ὅϲ ὤφειλεν ὅϲδε εἶναι, ὅπερ ἐγένετο ὅδε. ἀλλὰ καὶ τοῦτο ϲυνήθωϲ ἀποβάλλει τὸ ϲ· τὸ γὰρ αὐτὸ ϲημαίνει ἐϲθ’ ὅτε τὸ ὁ καὶ τὸ ὅϲ,

  • ὁ γὰρ ἦλθε θοἀϲ (Α 12)
  • ὅϲ γὰρ δεύτατοϲ ἦλθεν (α 286).
  • Ἔχοιτο δ’ ἄν ἔτι καὶ ἐπιϲτάϲεωϲ τοιαύτηϲ, καθὼϲ εἶπομεν ὅτι ἡ διὰ τοῦ δε παραγωγὴ πολὺ πρότερον τὴν ἀνταπόδοϲιν τὴν διὰ τοῦ τ παραλαμβάνει· οὐ γὰρ παρὰ τὸ οἷοϲ τὸ τοιόϲδε, οὐδὲ παρὰ τὸ ἡνίκα τηνικάδε.— Καὶ πάλιν ὑπὲρ τούτου ἔϲτι φάναι, ὅτι ἔλλειψίϲ ἐϲτι [*](ARGVM. 11 Videtur igitur eis adverbiis in δε adnumerandum esse, quae eandem notionem atque primitiva habent: ὦδε =ὥϲ. —18 Mirum fortasse videtur, ab ὥϲ non ὦϲδε derivari, cum in talibus adverbiis forma primitiv aservar. soleat. Sed patrocinantur illi formae ὥ (— ὥϲ) et ὅδε (— ὅϲδε). 29 Ut in initio οὕτοϲ pronominis, ita in nito ὡδε adverbii desideratur.) [*](DISCR. SCRIPT. 1.ἐξεδέξατο ⟨τὸ ⟩ OSelneider 4|.ονοματων καιΑ1b.και in κατα mutavit Α |5. οἰκον δέ KLehrs, οἰκόνδε b | 7. τὸ τὸ δὲ RSchneider, τὸ τόδε b |7 —8. τοπικῶν ἐπιρρημάτων Ab, τόπου, ἐπιρρηματικῶϲ GFSchoemann | 9.ὀδυϲϲάμενοϲ Homerus, ὁδυϲάμενοϲ Ab | τὸ δ’ RSechneider, τόδ’ b | 11. του b in var. lect., τοῦ in textu | του κατὰ παραγωγὴν] fol. 139 r. | 30. ανταποδωϲιν Α | 31 οῖοϲ b, οιοϲὸε Α)

    180
    τοῦ τ ἐπὶ τῶν προκειμένων μορίων , ὡϲ δείκνυται καὶ ἐν τῷ περὶ ἀντωνυμιῶν, ὡϲ καὶ ἡ οὐτοϲ ἀντωνυμία, παραχθεῖϲα ἀπὸ τοῦ ὅϲ, λείπει νῷ τ, ἀποδεικνυμένου τοῦ τοιούτου καὶ διὰ τῶν πλαγίων πτώϲεων, τούτου, τούτ ῳ, καὶ οὐδετέρου τοῦ τοῦτο, καὶ διὰ Δωρικοῦ τοῦ τοῦτοι. ὅπερ καὶ διὰ τοῦ ἀρθρικοῦ δείκνυται καὶ διὰ τοῦ ἀντωνυμικοῦ· τὸ γὰρ οἱ τοί φαϲι Δωριεῖϲ, καὶ τὸ αἱ ταί, ταύται ταὶ θύραι μᾶτερ (Sophr. fr. 88 Ahrens). λέγω δὲ ὅτε κατὰ προτακτικὴν θέϲιν ἐϲτὶ τὸ ἄρθρον· ἐπεὶ ὅτε γε καθ’ ὑπόταξίν ἐϲτι, τὸ τ οὐ πάντωϲ προϲτίθηϲιν, ἐπεὶ φυϲική ἐϲτιν ἡ ἀπόϲταϲιϲ τοῦ τ, οὐκ ἐν πάθει γενομένη. ὅθεν οὐδ’ ἐπίμεμπτον ταὶ γυναῖκεϲ αἵ τὰν θεὸν φαντὶ ἐξελᾶν (Ahrens dial. ll p. 468). ἐτέτακτο γὰρ οὐ κατὰ πρόταξιν, ἀλλὰ καθ’ ὑπόταξιν.

    Ἐξῆϲ ῥητέον καὶ περὶ τοῦ οἶκον δέ. Τὰ μὲν οὖν προκατειλεγμένα ἐπιρρήματα, τύπου ἰδίου ἐχόμενα, τὴν εἰϲ τόπον ϲχέϲιν ἐϲήμαινε, παραγωγῆϲ τυγχάνοντα τῆϲ διὰ τοῦ δε· τὰ μέντοι τοιαῦτα, οἰκον δέ, ἀγρὸν δἐ, ῦὕλυμπον δἐ, ϲύνταξιν ἔχει ἐπιρρηματικήν, οὐ μὴν με. ριϲμὸν τὸν κατὰ τὰ ἐπιρρήματα. καὶ γὰρ τὸ ἐξ οἴκου ἔχει τὴν ἐκ τόπου ϲημαϲίαν, οὐ μήν ἐϲτιν ἐπίρρημα, μέρη δὲ δύο λόγου, τὴν ἐκ τόπου ϲχέϲιν παριϲτάντα , καθὸ ϲυνεχέϲτερον αἱ προθέϲειϲ, μετὰ καὶ ἄλλων πλειόνων ϲημαινομένων, καὶ παρεμφατικαί εἰϲι τόπου. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ ἐν οἴκ ῳ· οὐ γὰρ ταὐτόν ἐϲτι τῷ οἴκοθι. ὡϲ καὶ ἐπὶ τοῦ νῦν ἐπιρρήματοϲ, δηλοῦντοϲ τὸ ἐν τούτῳ τῷ χρόνῳ, οὐ ταὐτὸν παράγεται. Ὑππενόηϲαν δ’ ἔνιοι, ὡϲ ἕν εἴη μέροϲ λόγου τὸ οἶκονδέ, ἐκ λόγων τοιούτων· ὅτι κατὰ μίαν ϲχέϲιν ἐκφέρονται, ὅπερ ἴδιον ἐπιρρημάτων· ὅτε εἰ ὀνόματα ἦν τὸ οἶκονδέ, οὐκ ἂν ἐνεποδίζετο μεταϲχηματίζεϲθαι εἰϲ πτώϲειϲ καὶ ἀριθμούϲ, ὅπερ παρείπετο ὀμόμαϲιν. οἱ ϲυμπλεκτικοὶ ϲύνδεϲμοι εἰϲ ϲυμπλοκὴν παραλαμβάνονται, καὶ οὐ παρὰ τοὺϲ ἀριθμοὺϲ ἢ τὰϲ πτώϲειϲ ἐμπόδιοι καθεϲτᾶϲιν· ἑκάϲτηϲ γὰρ πτώϲεωϲ καὶ παντὸϲ ἀριθμοῦ δεκτικοί εἰϲιν. εὖ γὰρ λέγοι τιϲ ἀν θρώπουϲ μὲν ἐθεαϲάμην, ἄλλα δὲ ζῶα οὕ, ἢ ἄνθρωποϲ μὲν ἦν, ὄπ ωϲ δὲ ἀφανὴϲ ἐγένετο οὐκ ἐπίϲταμαι· ἀδιαφόρωϲ γὰρ ἔχουϲι, καθ’ οἱανδήποτε ἂν ὦϲι πτῶϲιν, ϲυμπλέκειν καὶ παραλαμβάνεϲθαι. ὅπερ [*](ARGVM. 13 Illa in δε derivata (ἄγραδε sim ) adverbia sunt; οῖκον δἐ vero sim. constructionem quidem, sed non formam habent adverbialem. —23 Fuerunt autem qui οἶκονδέ unam vocem esse existimarent.) [*](DISCR SCRIPT. 3. τῷ b, τὸ Α | 6. ταύται HLAbrens , ταῦται b |10. θεὸν φαντὶ HLAhrens, θεόν φαντι b | 11. ἐξελᾶν b, εξελαν HLAhrens | 14. ἐχόμενα] fol. 139 ν. |15 —16. οἶκον δἐ, ἀγρὸν δἐ, Οῦλυμπον δἐ KLehrs, οἰκόνδε, ἀγρόνδε, ῦλυμπόνδε b, οικον δε nunc evan. in Α |25. ὅτε b, οτι Α |28. καθιϲταϲιν Α 29. εῦ γὰρ λέγοι τιϲ RSkrzeczkan. εἰ γὰρ λέγοι τιϲ Α et b in textu, F. καὶ γὰρ λέγει τιϲ b in var lect , εὐλόγωϲ γὰρ λέγοι τιϲ vel εἶ γε λέγεται Dronke 30. ἢ Α et b in textu, καὶ b in var. lect. | |32. πτῶϲιν ⟨ὸνόματα⟩ GDronke)

    181
    ἐπὶ τοῦ οἰκον δέ καὶ οὕλυμπον δέ οὐκ ἔϲτιν ἐπινοῆϲαι· οὔτε γὰρ ϲύνδεϲιϲ οὔτε μετάπτωϲίϲ τιϲ εἰϲ ἀριθμὸν ἢ πτῶϲιν ἔνεϲτιν. Ἔτι τὰ ὀνόματα, προϲλαμβάνοντα ἄρθρα, φυλάϲϲει τὴν ἰδίαν ϲύνταξιν λόγον τε τὸν αὐτόν, δίχα τοῦ πλέονι ἀναφορᾶ κεχρῆϲθαι, ἄνθρωποϲ δὲ παραγενόμενοϲ, ὁ ἄνθρωποϲ δὲ παραγενόμενοϲ· ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ὁμοίων. οὐ μὴν ταὐτόν ἐϲτιν ἐν τῷ οῖκον δέ καὶ τὸν οἶκον δέ· οἶκόνδε γὰρ ἐλεύϲομαι, οὐ μὴν τὸν οἶκόνδε ἐλεύϲομαι. — Τοῖϲ τοιούτοιϲ λόγοιϲ ἐπανέχοντέϲ φαϲιν ἡνῶϲθαι τὰ τοιαῦτα εἰϲ ἐπιρρηματικὴν παραγωγήν. καὶ πάλιν ἀντείχοντο τῶν τονικῶν παραγγελμάτων, καὶ οὕτωϲ ἐπηπόρουν ἐπὶ τῶν ϲχημάτων. — Ἔϲτι δὲ πρὸϲ ἕν ἕκαϲτον τῶν προκειμένων ὑπαντῆϲαι, καὶ ὡϲ πρόκειται, δείξομεν ὅτι ἐϲτὶν ἐπιρρηματικὴ ϲύνταξιϲ, οὐ μὴν ἐπιρρηματικαὶ φωναί. — Τὰ μὲν οὖν ἐκ τῆϲ τάϲεωϲ προφανῆ. πῶϲ γὰρ τρίτη ἀπὸ τέλουϲ ή περιϲπωμένη πῶϲ τετάρτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα; λέγω ἐν τῷ οἰκον δέ, Οὔλυμπονδέ. — Πρὸϲ οἱϲ καὶ αἱ φωναὶ κλινόμεναι ὁλόκληροί εἰϲι κατ᾿ αἰτιακὴν πτῶϲιν. (ἀλλ᾿ οὐ τοῦτό φημι ϲυνεκτικὸν τοῦ δύο μέρη λόγου εῖναι, ἐπεὶ κὰν τοῖϲ κατ᾿ ἀρχὴν ἐδείξαμεν τὰϲ ὀνοματικὰϲ πτώϲειϲ εἰϲ ϲύνταξιν ἐπιρρηματικὴν τιθεμέναϲ καὶ ἐπιρρήματα καλουμέναϲ.)

    Διαφέρει τὸ οἴκοθεν τοῦ ἐξ οἴκου, ἡ ὃ μὲν ἓν μέροϲ λόγου, τὸ δὲ δύο, ἐκ προθέϲεωϲ καὶ ὀνόματοϲ, καὶ τὸ οἴκοθι τοῦ ἐν οἴκῳ, καὶ. τὸ οἴκαδε τοῦ εἰϲ οἰκον. καὶ ῷ λόγῳ τὸ εἰϲ οἶκον δύο μέρη λόγου, οὕτωϲ καὶ τὸ οἶκον δέ, ἐγκειμένου τοῦ δέ ϲυνδέϲμου.

    Ἴδιόν ἐϲτι τοῦ δέ ϲυνδέϲμου ἐπάγειν ἐϲ αὐτὸν τὴν ὀξεῖαν· τοιοῦτον δὲ καὶ τὸ οἰκον δέ, ὡϲ εἰ καὶ τὸ Ζεὺϲ δἑ. ἡ διὰ τοῦ δε παραγωγή, οὐκ οῦϲα ϲυνδεϲμική, ἀποφεύγει τὴν τοῦ ϲυνδέϲμου τάϲιν, παροξυνομμένη μὲν ἐν τῷ τοϲόϲδε, προπαροξυνομένη δὲ ἐν τῷ οἴκαδε, καθὸ κα ἡ διὰ τοῦ γε παραγωγὴ εἰϲ τὸ ἐναντίον μεθίϲταται τῆϲ τάϲεωϲ τοῦ γέ ϲυνδέϲμου. ἔϲτι γὰρ ἐγκλιτικὸϲ ὁ γέ, τὴν πρὸ αὑτοῦ ὀξύνων, καὶ διὰ τοῦτο τὸ ἔγωγε καὶ ἔμοιγε παρὰ Ἀττικοῖϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ἵνα διὰ τοῦ τόνου φύγη τὸ ἀμφίβολον τοῦ γέ ϲυνδέϲμου.

    Ἀλλὰ πῶϲ τοπικὴ ϲχέϲιϲ ἐϲτὶν ἐκ ϲυνδέϲμου τοῦ δέ — Ὅτι καὶ προθετικῇ παραθέϲει ϲυνδεϲμικὴ δύναμιϲ ἐγγίνεται, διὰ τὸ ἡμέραν [*](ARGVM. 11 Cui sententiae repugnat et accentus, — 15 et forma accusativi integra servata. — 24 Coniunctionis δέ est servare accentum, cum δε para- gogicum opinem tonum respuat. — 32 Ut praepositionibus quibusdam, ita etiam δέ coniunctioni vis adverbialis subicitur.) [*](Discb. sobipz. 1. ολυμπονδε Α | b scripsit et b. l, et l. 6, 7, 15 οἰκόνδε, et Οῦλυμπόνδε | 2. ϲύνδεϲιϲ KLehrs, ϲύνθεϲιϲ Ab | 4. τοῦ πλέονι b, το πλεονει A 13. πῶϲ γὰρ] fol.140 r. | 14. ἡ add. b | 22. λόγῳ τὸ b, λογω του A | 23 οἰκόνδε b, ut supra | 25. οῖκον δέ etiam b in var. lect., cum in textu sit οῖκόνδε 26. τάϲιν b in var. lect., ϲύνταξιν A et b in textu | 28. τοῦ γε b, του δε A τάϲεωϲ b in var. lect., ϲυντάξεωϲ A et b in textu | 30, τὸ add. b | 32. δἐ b. γε A | 33. προθετικῇ παραθέϲει b, προθετικη παραθεϲιϲ A)

    182
    εἰναι φῶϲ ἐϲτι, διὰ Διονύϲιον παρεγένετο Ἀπολλώνιοϲ, ἐκ τῆϲ ῥᾳθυμίαϲ αἱ κακίαι γίνονται, ὡϲ εἰ ἕνεκα τῆϲ ῥᾳθυμίαϲ. τί οὖν βίαιον τὸ καὶ ϲύνδεϲμον προθετικὴν δύναμιν ἀποτελέϲαι; — πρὸϲ οῖϲ οὐδὲ πάντοτε ϲυμπλέκει ὁ δέ ϲύνδεϲμοϲ, παραλαμβάνεται δὲ καὶ κατ᾿ ἔμφαϲιν, οὐδὲ ἐλάληϲέ μοι,
  • ποῖδά τε (Ζ 407).
  • οὐδ᾿ ἐλεαίρειϲ
  • τάχα δὲ καὶ εὐλόγωϲ οὕτωϲ ἀνθυπήχθη ἀντὶ τοπικῆϲ ϲημαϲίαϲ. — τὸ δὲ ϲυνεκτικώτατον, ὅτι ἐμιμήϲατο τοπικὴν παραγωγήν, λέγω τὴν οἴκαδε, ἄγραδε· καὶ ἐντεῦθεν, οὐ ϲυνδέων ἐν τῷ οἰκον δέ, ἠκούετο τοπικῶϲ. — Προϲτεθείη δ᾿ ἂν ἔτι καὶ τοῦτο. εἴπερ τὸ μέροϲ τοῦ λόγου ἀνθυπήλλακται, ϲαφὲϲ ὅτι καὶ ὁ τόποϲ, λέγω ὁ κατὰ τὴν ἀρχήν. τοῦτο δέ φημι, ἐπεὶ οὔτε ὁ καί ϲύνδεϲμοϲ ἐδύνατο παραλαμβάνεϲθαι, οὔτε ἄλλοϲ τιϲ τῶν προτακτικῶν. ἀλλ᾿ οὐδὲ τῶν ὑποτακτικῶν, ὅτι μὴ μόνον αὐτὸϲ ὁ δέ, ὡϲ ἔφην, μιμούμενοϲ τὴν τοπικὴν παραγωγήν, μετάβαϲίν τε τοῦ πράγματοϲ ϲημαίνων. διὸ καὶ ϲτιγμῆϲ αἴτιόϲ ἐϲτι καὶ αὐτοτελείαϲ παραϲτατικόϲ· ϲτιγμὴ γὰρ πᾶϲα ϲημεῖον αὐτοτελείαϲ ὁ τέ οὐκ ἐδύνατο παραλαμβάνεϲθαι, ἐπεὶ οὐκ αὐτοτέλειαν ποιῶν ἕτερον λόγον ἀπῄτει ἐπὶ τοῦ οὔτε τιμῶ ϲε οὔτε λαλῶ ϲοι. — Κατὰ τούτουϲ δὴ τοὺϲ τρόπουϲ οἶμαι ἀναγκαίωϲ τὸν δέ ϲύνδεϲμον παραληφθῆναι.