De adverbiis
Apollonius Dyscolus
Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.
Τὰ εἰϲ αϲ λήγοντα ὀξύνονται (ἰδιαίτερον μὲν παρὰ τὸν ἄνδρα παραχθὲν τὸ ἀνθρακάϲ). οὕτωϲ ἔχει καὶ τὸ ἐντυπάϲ, ἑκάϲ, ἀνεκάϲ (ὅπερ Ἀττικοὶ οὐ δεόντωϲ ἀναβιβάζουϲιν, ὡϲ καὶ ἐν ἑτέροιϲ ἐπιρρήμαϲι, χάριέν φαϲι καὶ ἄληθεϲ, καθὼϲ δείκνυμεν καὶ ἐπὶ τοῦ ϲφόδρα). — ϲημειωτέον οὖν τὸ πέλαϲ. τὸ γὰρ
Τὰ εἰϲ ι λήγοντα ἐπιρρήματα , παραγωγὰ ὄντα , ὀξύνεται. Καὶ ἀπὸ ὀνομάτων μὲν παραγόμενα, ταῖϲ τούτων γενικαῖϲ ίϲοϲυλλαβεῖ, καὶ ἔϲτιν ἐν ἐκτάϲει τοῦ ῑ. παρὰ τὴν ἀθεώρητοϲ καὶ τὴν ἀθεωρήτου τὸ ἀθεωρητί , ἀκονιτί , ἀμογητί, ἀκλαυτί, πανθοινί. καὶ ϲαφὲϲ ὅτι τὸ ἐν ἐκτάϲει τοῦ ῑ ἀμηνυτί ἀναλογώτερον. ὅτι γὰρ τὰ τοιαῦτα διὰ τοῦ ῑ, ϲαφὲϲ μὲν καὶ ἐκ τῶν διαλέκτων, ϲαφὲϲ δὲ καὶ ἐκ τῆϲ παραδόϲεωϲ καὶ ἔτι τῆϲ παρεπομένηϲ ἔϲθ’ ὅτε ϲυϲτολῆϲ, ὅπερ ἴδιον τῶν διχρόνων· τὸ γοῦν Ἀρχιλόχειον ϲυνεϲτάλη,
Πάνυ γέλοιόν ἐϲτι τὸ τὴν αὐτὴν ϲημαϲίαν ἀπαιτεῖν ἔν τε τοῖϲ ἐπιρρήμαϲι καὶ τοῖϲ ὀνόμαϲιν· εἰ γὰρ ἀθεώρητον τὸ οὐ τεθεωρημένον, πῶϲ τὸ ἀθεωρητί ϲημαίνει τὸ μὴ θεωρῆϲαι καὶ πῶϲ, εἰ ἄκλαυτον τὸ μὴ κεκλαυϲμένον, πῶϲ τὸ ἀκλαυτί τὸ μὴ κλαῦϲαι ϲημαίνει ἔϲτι γὰρ καὶ ἐν ἄλλοιϲ μέρεϲι λόγου πάμπολλα, οἶϲ ἡ τοιαύτη διαφορά. ἀπὸ παρακειμένψν παθητικῶν ἐνεργητικὰ ὀνόματα γίνεται· παρὰ γὰρ τὸ ἔψαλται τὸ ψάλτηϲ, λέλυται λύτηϲ, κεκάθαρται καθαρτήϲ. παρὰ τὴν ἐξ πρόθεϲιν, ϲημαίνουϲαν τὸ ἐκ τόπου, τὸ ἔξω ἐπίρρημα καὶ τὸ ἐν τόπῳ καὶ εἰϲ τόπον δηλοῖ. παρὰ τὴν πρόϲ πρόθεϲιν, πληϲιαϲμὸν ϲημαίνουϲαν (προϲελθεῖν γάρ φαμεν τὸ ἔγγιον ἐλθεῖν ) πρόϲω ἐϲτὶν ἐπίρρημα , ο ϲημαῖνον τὴν πληϲιότητα. παρ’ ἐνεργητικὸν τὸ τέμνω παθητικὸν γίνεται τὸ τόμοϲ, ἐν βαρείᾳ τάϲει· οὐ γὰρ πιθανόν ἐϲτι παρὰ τὸ τέμνομαι, ἐπεὶ οὐκ ἀναλογεῖ ἡ φωνή. ἔϲτι πάμπολλα εἰϲ τὸ τοιοῦτον ἐπιδεῖξαι.
Τὰ μέντοι διὰ τοῦ ϲτι ἐκφερόμενα ἄμεινον ἡγητέον ἀπὸ ῥημάτων παρῆχθαι. εἰ καὶ ϲυνυπάρχει τὰ ῥήματα , καὶ ταῦτα πάντα εἰϲ ζω περατούμενα. καὶ καθὼϲ ἀπὸ μιᾶϲ ϲυζυγίαϲ τῶν ῥημάτων μία ϲχεδὸν καὶ ἡ ϲυζυγία τῶν ἐπιρρημάτων. εὔλογόν τε καὶ τὸ διηλλαγμένον τοῦ [*](ARGVM. 3 Adverbia in iderivata oxvtona a snnt. Quae a nominibus descendunt, totidem syllabas habent, quot genetivi eorum, et i longam: —13 sed notio saepe variatur. –26 Quae in ϲτι finiunt, a verbis in ζω derivari credenda sunt, si quidem eius modi verba exstant.) [*](DISCR. SCRIPT. 1. [ἐν] delevit b in var. lect., ἐν ἐνδείᾳ Α b in textu | 2 - 3 πολακι | 6. τὸ supra lin. add. Ax | I 7. ακονητι Α | post πανθοινι in Α hoc signum quo indlicetur intercidisse quaedam, in marg. adduntur και ϲαφεϲ l. 8 αναλογωτερον, quae omiserat Α , ab A2 | 8. ἀμηνυτί vel ἀναιμωτί KLebrs, αμυνιτι 2 ἀμυνητί b 12. διδάξομεν PElmsley | 15. ακλαυϲτον Α | 16. ακλαυϲτι Α | 20. τὸ ἔξω b, sed na ω littera legi potest in Α; το εξω fuerunt primae litterae n fol. 131 r. Quae a lin.17 - 18 ἀπὸ παρακειμένων usque ad l. 25 ἐπιδεῖξαι leguntur, GDronke ita transponi voluit, ut primum locum occuparent haec verba l. 19 παρὰ τὴν - l. 23 πληϲιότητα, alterum boec l 17 18 ἀπὸ παρακειμένων - 19 καθαρτήϲ, tertium haec 23 παρ’ ἐνεργητικὸν —25 ἐπιδεῖξαι 1 24. πειθανονΑ 27. εἰ καὶ ϲυνυπάρχει GF Sehoemann, ἢ καὶ ϲυνυπάρχειν Ab)
Ἐδείξαμεν ἐν τοῖϲ περὶ τοῦ ἀέκητι , ὡϲ τὰ μὴ ὑποπίπτοντα ὑπὸ τόνδε τὸν λόγον πίπτει ὑπὸ βαρεῖαν τάϲιν, αὐθι, ἶφι. διὰ τοῦτο εὐμαρῶϲ τὰ τοιαῦτα καὶ τ⟨ὸ ϲ ἀποβάλλει⟩, πολλάκιϲ, τετράκιϲ. τὸ δὲ δίϲ καὶ τὸ τρίϲ οὐκέτι ἀποβάλλει διὰ τὸ εἰϲ ὀξεῖαν προάγεϲθαι. ἕνεκα τούτου μοι δοκεῖ καὶ τὸ χωρίϲ, ἀποβαλὸν τὸ ϲ οὐ δεόντωϲ, ἄνα λόγωϲ βεβαρύνθαι ἐν τῷ
Βαρύνεται καὶ ὅϲα ϲυνυπάρχει τοῖϲ είϲ θεν λήγουϲιν ἐπιρρήμαϲιν, οἴκοθεν οἴκοθι, οὐρανόθεν οὐρανόθι, αὐτόθεν αὐτόθι, πόθεν πόθι, ἀγχόθεν ἀγχόθι. ἅπερ φυλάϲϲει τὸ θ, ϲυνόντοϲ τοῦ ο κατὰ τὴν παρεδρεύουϲαν ἢ τοῦ ϲύνεγγυϲ ω, ὡϲ ἑτέρωθι, ἑκατέρωθι. τὰ γὰρ μὴ τῇδε ἔχοντα πάλιν μὲν βαρύνεται, ἀντί γε μὴν τοῦ θ τὸ ϲ παραλαμβάνεται, Ἀθήνηθεν Ἀθήνῃϲιν, Θήβηθεν Θήβηϲιν, Πιτάνηθεν Πιτάνῃϲιν. — Διὸ καὶ ϲημειὼϲαιτο ἄν τιϲ τὸ κεῖθι. ἀλλ’ ἦν γε ὑπὲρ τούτου φάναι, ὡϲ τὰ πεπονθότα οὐ τῳ ἐγγινομένῳ πάθει τὸ ἀκόλουθον ἀποτελεῖ, τῇ δὲ τοῦ ὁλοκλήρου προφορᾶ, ὡϲ ἐπ’ ὀνομάτων τὰ ϲυνηρημένα κατὰ τὰϲ εὐθείαϲ οὐ τῷ ϲυνηρημένῳ κατὰ τὰϲ κλίϲειϲ ἀκολουθεῖ, τῷ δὲ ὁλοκληροτέρῳ (ὡϲ ἐν διαλέκτοιϲ τὸ χαρίηϲ καὶ τὰ τοιαῦτα οὐ τῇ λέξει τῶν εἰϲ ηϲ ληγόντων ἠκολούθηϲεν, τῇ δὲ πρωτοτύπῳ προφορᾷ)· ὡϲ ἐν πρωτοτύποιϲ πλεοναϲμοῖϲ, ἡνίκα τὸ β ϲύνεϲτι τῷ ρ παρ’ Αἰολεῦϲι ϲυνεχέϲτερον ἐπιφερομένου τοῦ δ ἢ τοῦ τ καὶ ἔτι τοῦ κ, καὶ ἕνεκα τούτου τὸ ῥό τὸ β προϲελάμβανεν, οὐ τῷ πάθει ἀρκούμενον τοῦ ϲχήματοϲ, τῷ δὲ ἐντελεῖ ῥᾳδίωϲ. τὸ τοιοῦτον ἐπ’ ἄλλων ἀπείρων ἔϲτι παραϲτῆϲαι. καὶ δὴ καὶ τὸ κεῖθι οὐκ ἔχει φύϲει τὴν παρεδρεύουϲαν διὰ τοῦ ει, διὰ δὲ τοῦ νο. ὡϲ γὰρ παρὰ τὴν τούτου τουτόθεν τι γίνεται καὶ παρὰ τὴν αὐτοῦ αὐτόθεν, οὕτωϲ καὶ παρὰ τὴν ἐκείνου ἐκεινόθεν. ἔφαμεν δὲ τὸ ο αἴτιον γίνεϲθαι τῆϲ μονῆϲ τοῦ θ, καὶ εἰ οὐκ ἐπικρατεῖ τὼ πάθη, ἀναγκαία ἡ μονὴ τοῦ θ.
Ὁμοίωϲ καὶ τὰ διὰ τοῦ φι παρατόμενα βαρείαϲ ἔχεται τάϲεωϲ, λέγω περὶ τοῦ ἧφι βίηφι, οὐρανόφι, ἄπερ ἔϲθ’ ὅτε καὶ ϲὺν τῷ ν λέγεται, παϲϲαλόφιν, ἀριϲτερόφιν, δεξιόφιν --- ἔτι καὶ ἄλλα πλεῖϲτα [*](ARGVM. 7 Barytona sunt ea adverbia in i, quibus adverbia in θεν eiusdem radicis praesto sunt quaedam eiusdem generis, quae ipsa quoque barytona. sunt, in ϲι exeunt. Κεῖθι ex ἐκεινόθι factum est. - 28 Marytona sunt derivata in φι; possunt v assumere.) [*](TESTIM. 4 Cf Herod. π.μον.λέξ.26,11. –12 Cf. Sehol. Dion. BA p. 24512.) [*](DISCR. SCRIPT. 1. ὑπηοῖοι Homerus, υπ’ ηοιοι Α, ὑπ’ ἠοίη b | 2. γὰρ Ab in textu, 'F, δὲʳ b in var. lect. | 4. 'Fortasse Alcaei ThBergk | 9. ἅπερ φυλάϲϲει bis scriptum erat in Α, sed mendum sustulit Α | 15. προφοραι Α 1 18. τῇ b, εν τη Α | προφοραι Α | 21. τὸ ῥά b, το ρ Α | 22. ραιδιωϲ Α GUhlig dubitat sintne haec τῷ δὲ ἐντελεῖ ῥαδίωϲ delenda, an his servatis ἀκόλουθον addendum | 24. εἰ b in var. lect., ἠ Ab in textu | 28. ab εϲθ οτε vocibus, quae nunc fere evan in Α, incipit fol. 132 r. | 30. ετι και Α, ἔτι b)
Τὰ δὴ προκείμενα παρὰ πᾶϲιν ὑπείληπται ὡϲ ἐπιρρήματα εἴη, ὧνἐϲτὶ καὶ Τρύφων (p. 51 Velsen). —διὸ καὶ αὐτοί φαμεν, ὡϲ ἕνεκα τῆϲ παραγωγῆϲ εἶναι τὴν βαρεῖαν· ὡϲ ἕνεκα δὲ τῆϲ ἀκριβοῦϲ παραδόϲεωϲ, μήποτε παραγωγαί εἰϲι κατὰ τοῦ αὐτοῦ δὴ δηλουμένου παραλαμβϛανόμεναι. — Φηϲὶν οὑν ὁ Τρύφων τὸ τηνικαῦτα αὐτὰ παράγεϲθαι εἰϲ τὴν ταυτότητα, ἐπὰν ἡ φωνὴ ἡ τοῦ πρωτοτύπου ὁλόκληροϲ καθεϲτήκῃ, ὡϲ ἐν τῷ ἧφι βίηφι· εἰ δὲ μὴ τῇδε ἔχει, τὸ τηνικαῦτα ἐπιρρηματικῆϲ ἔχεϲθαι ϲυντάξεωϲ τὰ μόρια, ὡϲ ἐπὶ τοῦ χαλκόφι χαλκόϲ. «ἰδοὺ γάρ p», φηϲιν, «αἱ παραχθεῖϲαι γενικαὶ ἔχουϲι τὸν ἀριθμὸν εὐδιάκριτον , ἡ καλοῖο, ἡ Ἀτρείδαο τὸ δέ φηϲι κατ’ ὄρεϲφι τί μᾶλλον κατ’ ὄρουϲ ἢ κατ’ ὀρῶν ἰδιον δὲ τὸ μὴ διακρίνειν ἀριθμὸν ἐν ϲυντάξει ἐπιρρήματοϲ ». κατὰ δὴ ταύτην τὴν ἔννοιαν ἀπεφαίνετο τὰ τοιαῦτα ἐπιρρήματα εἰναι. —ἔϲτι μέντοι , ἀναλαβόντα τὸν λόγον , ἐκεῖνο φάναι , ὡϲ πρῶτον παρὰ Ϲικυωνίοιϲ ἐν γενικῇ ⟨ἑνικῇ ⟩ ἀπειράκιϲ παραλαμβάνεται· καὶ ὡϲ τὸ ἀπὸ χαλκόφι τὴν ἀπὸ χαλκοῦ γενικὴν ϲημαίνει, οὐχὶ χαλκῶν, οὕτω καὶ τὸ κατ’ ὄρεϲφιν οὐκ ἄλλο τι ϲημαίνει ἢ τὴν κατ’ ὄρουϲ. πρόϲ τε τὸν ἀπὸ τῆϲ φωνῆϲ λόγον, ὡϲ πάνυ ἐϲτὶ βίαιον τὸ διὰ τῆϲ μονῆϲ τῆϲ τῶν πρωτοτύπων φωνῶν παραδέξαϲθαι τὴν ταυτότητα τοῦ πρωτοτύπου, διὰ δὲ τῆϲ ἐλλείψεωϲ παραδέξαϲθαι ἐπιρρηματικὴν παραγωγήν. καὶ γὰρ κατὰ τὸ ἐναντίον φωναὶ μένουϲαι ἐν ϲυντάξει ἐπιρρήματα γίνονται, ὡϲ τὰ ὀνοματικὰ ἅπαντα οὐδεμιἅϲ παραφοορᾶϲ γινομένηϲ ἐν ταῖϲ φωναῖϲ (τὰ δὲ ὑποδείγματα πρόκειται, ἄπειρα ὄντα)· καὶ αἱ φωναὶ παραχθεῖϲαι καὶ παραφθαρεῖϲαι τὰ τέλη μένουϲιν ἐν ταῖϲ ἐννοίαιϲ τῶν πρωτοτύπων. οὐ γὰρ ἐπεὶ τὸ χαλκόφιν ἀπέβαλε τὸ υ κατὰ τὴν παραγωγήν γ, παρὰ τοῦτο οὐ γενική, ἐπεὶ οὐδὲ τὸ ἐμεῦ, ἀποβαλὸν τὸ υ ἐν τῷ ἐμέθεν, οὐκ ἀντωνυμία. — οὐκ ἄρα πάντωϲ παρὰ τὰϲ ἀποβολὰϲ τῶν ϲτοιχείων ὁ μεριϲμόϲ, παρὰ δὲ τὰϲ γινομέναϲ ϲυντάξειϲ, ὥϲ γε καὶ ἐντελῶϲ παραϲτήϲομεν περὶ τῶν εἰϲ θεν ληγόντων ἐπιρρημάτων, τίνα τε ὄντωϲ ἐϲτὶν ἐπιρρήματα, καὶ τίνα αὐτὸ μόνον παραγωγῇ κέχρηται τῆ διὰ τοῦ θεν, φυλάϲϲει δὲ τὴν τῶν πρωτοτύπων ἔννοιαν. —ἔτι ἡ γινομένη παραγωγὴ ἐν ἐπιρρήμαϲι κατὰ μιᾶϲ ἐϲτὶ ϲυντάξεωϲ, ὡϲ ἡ διὰ τοῦ θι ἐν ϲυντάξει ἐϲτὶ τῇ κατὰ δοτικήν, οἴκοθι ἐν οἴκῳ, Ἀβυδόθι ἐν Ἀβύδῳ, [*](ARGVM. 4 Haec in φι desinentia a plerisque adnumerantur advertiis sei videntur potius ita derivari, ut in es orationis parte, cuius vox primitiva fuit, maneant.) [*](DISCR. SCRIPT. 1 ἐϲτιν, αἰ (GDronke, εϲτιν και Α, ἐϲτι καὶ b in textu, ἐϲτι καὶ αἰ id. in var. lect. | 6. παραδωϲεωϲ Α | 9. καθεϲτηκε Α | 12. εὐδιάκριτον b, αδιακριτον Α | 16. εκεινον Α | 17 ἑνική add. GDronke | 18. χαλκον pro χαλκῶν Α 24. παραφοραϲ Α | 29. ἀποβάλλον Α | 31. ἐπιρρημάτων] fol. 13 32 ν. | 33. των supra lin. Α2 | 35. κατα in marg. add. A1)
Τὰ εἰϲ ῶ λήγοντα βαρύνεται, ἔϲω, κύκλῳ, τόνῳ, πόρρω, πρόϲω, ἑκαϲτάτω, ἀνωτέρω, ἀνωτάτω, περαιτέρω. ὥϲτε ἕνεκα τούτου ϲημειοῦϲθαι τὸ ἐπιϲχερ ώ καὶ ἰὠ. Ἀλλ’ ἴϲωϲ ἡ μὲν προκατειλεγμένη τῶν είϲ ω βαρεῖα τάϲιϲ ἔχει τὴν ὁμοείδειαν ϲυνῳδὸν τοῦ τόνου· ἦν γὰρ ἅπαντα ἐν παραγωγῇ, ὡϲ εἰ καί τιϲ οὕτωϲ εἴποι· τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα παραγωγὰ ἐν βαρείᾳ τάϲει ἐϲτί. καὶ εί μὲν ἀπὸ προθέϲεων γέγονεν, ίϲοϲυλλαβοῦντα μὲν ταῖϲ προθέϲεϲιν , εἰ καὶ διϲύλλαβοι εἶεν αἱ προθέϲειϲ· περιϲϲοϲυλλαβοῦντα δέ, εἰ ἀπὸ μονοϲυλλάβων προθέϲεων εἴη ἡπαραγωγή. διότι δὲ τὸ τοιοῦτον παρέπεται, ἐν ἄλλῳ τόπῳ καθολικώτερον εἰρήϲεται. τὰ δὲ ὑποδείγματα ἐκκείϲθω· παρὰ τὴν ἀνά ἄνω, κατά κάτω, πρόϲ πρόϲω, ἔϲ ἔϲω. τό τε τόνῳ καὶ κύκλῳ πρὸϲ ὁμοφω. νίαν τὴν ἀπὸ τοῦ τόνοϲ καὶ κύκλοϲ ἐν δοτικῇ πτώϲει. ἦν οὑν καὶ ταῦτα ἐκ προκειμένου γεγονότα. ἀλλὰ μὴν καὶ τὸ ἑκαϲτάτω καὶ ἑκαϲτέρω [*](ARGVM. 20 Αdverb ia in ω gravantur praeter ἐπιϲχερώ et ίώ, quae suut oxytona; etiam adverbia in ω a praepositionibus, —30 a dativis nominum, comparativis sup perlativisque derivata oxytona sunt.) [*](TESTIM. 7 Cf. Schol. N 588.) [*](DISCR. SCRIPT, 2. ἄγραδε KLehrs, ἀγρόνδε Ab | 7. κλιτικηϲ Α | ουρανια οτρανιαφιν Α , ορανίαφιν | 10. δὲ, ὡϲ εἰ Α b., δὲ ⟨κατὰ διαφόρουϲ πτώϲειϲ ῆγ. ἀλλ’ εἰ GDronke | 12. εἰ γὰρ οὐ ἡ b, η γαρ αυτη Α | 13. τοῦ υ b, ωϲ ἐκ του Α | ἐκ παϲϲαλοφι Α, παϲϲαλόφι b | 16. ϲαφεϲ εϲτιν Α, ϲαφέϲ b | ακουομενα Α in marg b, om Α1 | 18. γοῦν] 'Praestiuterit οῦν Item p 166,1᾿ b in var. lect. |ελληψει Α | 21. περεταιρω pro περαιτέρω Α | ὥϲτε b, ωϲ γε Α | 28. παρέπεται] fol. 133 r. 30. πρόϲ πρόϲω GDGronke, πρό πρόϲω Ab)
ἔτι τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα παροξύνεται, καθὼϲ ἔχει τὰ προκατειλεγμένα, πρόϲω, ἔϲω, κάτω, ἐγγυτέρω. ϲαφὲϲ οὑν ὅτι, καθὼϲ προείπομεν, εἰ ἐπίρρημα τὸ ἄνε ῳ, ϲεϲημειώϲεται. — ἀλλ’ εἰ παρεϲτήϲαμεν ὡϲ τὰ ϲυνεμπίπτοντα ὀνοματικῇ πτώϲει ἐπιρρήματα τὴν τάϲιν τῶν ὀνομάτων φυλάϲϲει, ϲαφὲϲ ὅτι προπαροξυνόμενον ἕνεκα τοῦ τόνου κατώρθωται. ἐδείκνυτο γὰρ τὸ προκείμενον , ὡϲ ἀπὸ Ἀττικῆϲ γραφῆϲ τῆϲ ἄνεωϲ ἐϲχημάτιϲτο· ἦν δὲ τὸ παρὰ Ἀττικοῖϲ ἄνεωϲ τρίτην ἀπὸ τέλουϲ ἔχον τὴν ὀξεῖαν. ὅθεν εὐλόγωϲ τὰ μὲν ἄλλα βαρυνόμενα τὴν ὀξεῖαν πρὸ τέλουϲ ἔχει, οὐ δυναμένηϲ τῆϲ ὀξείαϲ εἰϲ τρίτην ἀπὸ τέλουϲ πίπτειν.
ἔτι τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα βραχείᾳ κέχρηται τῇ παρεδρευούϲη, ὡϲ ἔχει τὸ ἑκαϲτέρω καὶ τὸ τόνῳ, ἄνω. καὶ οὐκ ἀντίκειται τὸ εἶϲω· δέδεικται γὰρ καὶ ἡ ἔϲ πρόθεϲιϲ ὁλοκληροτέρα καὶ τὸ ἔϲω. Τὸ ἄρα πόρρω ἐκτέταται ὡϲ Ἀττικώτερον, καθὸ καὶ τὸ προπέρυϲι πρωπέρυϲίν φαϲι, καὶ ὅτι μᾶλλον μηκυντικοί εἰϲι κατὰ τὰ φωνήεντα· περιϲϲοϲυλλάβου πάϲηϲ γενικῆϲ κατάληξίϲ ἐϲτι βραχεῖα, ἀλλὰ Ἀθηναῖοι πόλεώϲ φαϲι καὶ τὰ τούτοιϲ ὅμοια. κτητικῶν τῶν εἰϲ κοϲ ληγόντων ἡ παρεδρεύουϲα βραχεῖά ἐϲτιν , ἀλλὰ κεραμεικόϲ τέ φαϲι καὶ βοεικόϲ. τὸ ᾱ πρὸ τῶν δύο λλ ϲυϲτέλλεται, ϲκάλλω, θάλλω, ϲφάλλω, ἄλλοϲ, μαλλόϲ, φάλοϲ ἐδείχθη καὶ κατὰ τοῦτο τὸ μᾶλλον Ἀττικόν. ἄπειροϲ ἡ εἰϲ τὸ [*](ARGVM. 14 Ἄνεῳ iure proparoxytonon est, quippe cuius forma cum casu. nominis congruat. - 25 Πόρρω adverbium ex πόρῳ ortum esse videtur, ut altera p atticae dialecto debeatur.) [*](Disca. SCRIPT. 1. γ’ οὖν et h l. reposuit et fortasse p. 165, 18 reponendum esse censet G GUhlig, γοῦν Ab | 6 περὶ τῶν Α b, ⟨ἐν τῷ ⟩ περὶ τῶν RSkrzeezka. GDronke | 9. τοῦ τόνου ἐν διαφόρῳ εἴδει G Dhlig, τοῦ εἴδουϲ ἐν διαφόρῳ τόνῳ Ab | 14. ανεω Α ἀλλ’ εὶ G Uhlig, καὶ εἰ Ab | 15. ονομαϲτικη Α | 20. τῆϲ ὀξείαϲ εἰϲ τρίτην b in var. lect , τηϲ οξειαϲ τρίτην Α, τῆϲ ὀξείαϲ τρίτηϲ b in textu, τῆϲ ὀξείαϲ ⟨τρίτηϲ άπ ὸ τέλουϲ εἶναι· τὸ δὲ ἄνεῳ προπαροξύνεται, Ἀττικῶϲ δυναμένηϲ τῆϲ ὸξείαϲ εἰϲ ⟩ τρίτην GDronke | 22. βραχειαι Α | 25. αττικοτερον Α 27. κατάληξιϲ] fol. 133 v. κατα in καταληξιϲ voce add Α2 in marg. | 29. τε φαϲι. Α, φαϲι b)
ἔτι καὶ τὸ ο ὕτω εἰ κατὰ φύϲιν εἰϲ ω λήγει, ἕνεκα τοῦ χρόνου τοῦ παρεδρεύοντοϲ ϲεϲημειώϲεται. —ὅθεν διακριτέον, πότερον ἐν προϲθέϲει ἐϲτὶ τοῦ ϲ τὸ οὕτωϲ ἢ ἐν ὑφαιρέϲει τοῦ ϲ τὸ οὕτω. — Οὐδὲν τῶν εἰϲ ω ληγόντων ἐπιρρημάτων τὸ ϲ ποτὲ προϲλαμβάνει, ἀπειράκιϲ μέντοι τὰ εἰϲ ϲ λήγοντα βαρύτονα ἐπιρρήματα τὸ ϲ ἀποβάλλει· δεύτερον ἄρα ἐϲτὶ τὸ οὕτω τοῦ οὔτωϲ. –Τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα δείκνυται ἢ ἀπὸ ὀνομάτων τῶν οὐ τριγενῶν ἐϲχηματιϲμένα ἢ ἀπὸ προθέϲεων , ὡϲ ἔχει τὸ τόνῳ, κύκλῳ, κάτω καὶ τὰ ὅμοια· τὰ δὲ εἰϲ ωϲ περατούμενα πάντωϲ ἀπὸ τριγενῶν πτωτικῶν, κούφωϲ, φίλωϲ, μέϲωϲ, ταχέωϲ, εὐϲεβῶϲ, καλῶϲ ἔϲτι δέ γε τὸ οὐτοϲ οὐ μοναδικόν, τριγενὲϲ δέ. ϲαφὲϲ οὖν ὅτι καὶ κατὰ τοῦτο τὸ οὕτωϲ ἐντελέϲτερον.
Ἴϲωϲ τιϲ οἰήϲεται τὸ παράδειγμα ἐνέχεϲθαι πολλοῖϲ ἀντικειμένοιϲ, πρόληψιν ἔχων τοῦ ὅτι παρὰ τὸ ἐγγύτατοϲ τὸ ἐγγυτάτω ἐγένετο, παρά τε τὸ ἐϲώτατοϲ τὸ ἐϲωτάτω , καὶ ἔτι ἐπὶ τῶν τοιούτων ὑπερθετικῶν. ὅπερ ἐχρῆν καὶ τὸν Τρύφωνα, ἀποφαινόμενον τὸν προκείμενον κανόνα, περὶ τῶν δοκούντων ὡϲ ἀντικειμένων ἀπολογήϲαϲθαι. τὰ δὴ οὑν προκείμενα ἐπιρρήματα οὐ παρὰ τὰ προκείμενα ὑπερθετικὰ ὀνόματα [*](ARGVM. 5 Quidam illud a πρόϲ praepositione derivari eensent. –9 Οὔτωϲ plena forma est, non οὕτω. Nam adverbia in ω non assumunt litteram, quae vero in ϲ exeunt, eam baud raro abiciunt deinde, quae a nominibus triplicis generis dervantur, in ωϲ exeunt. —21 Quacum regula ἐγγυτάτω non pugnat nam non ab ἐγγύτατοϲ adiectivo, sed a positivo adverbiali descendit.) [*](TKSTIM. 14 Epim. Cr 307 ,9 τό ἀπὸ τριγενῶν ὀνομ μάτων γιόμενα μεσότητος ἐπ πιρρήματα εἰς ως λήγειν ὀφείλουσιν. οἷον καλός καλή καλόν καλῶς. φίλος φίλη φίλον φίλως. κοῦφος κούφ κοῦφον κούφως. ὅται δὲ τοινενὲς ὖ, εἰς ω (ω scr. J ACramer) λήγουσιν. οἶον κύκλος κύκλω, πρός πρόσω, Cf Et. M. 643, 32. Et. Gud. 443, 21.) [*](DISCR. SCRIPT. 3. πόρρω Α | διπλαϲιαϲμόϲ pro πλεοναϲμόϲ GDronke | post πλεοναϲμόϲ est ατηϲ in Α, sed uncis inclusum | 4 πυρρι pro πυρριαϲ Α A|8,μυρρίνη b μυρίνη Α | 10,τοῦ τῆϲ παρεδρευούϲηϲ pro τοῦ παρεδρεύοντοϲ GDronke | 10, ϲεϲημειωϲεται scriptum erat in Α, sed erasis ϲε litteris est ϲεϲημείωται, ϲεϲημειώϲεται b | 11. υφαιρεϲει Α, ἀφαιρέϲει b | τὸ οὕτω add. b | 18. ουτωϲ Α | 21. ἐνέχεϲθαι RSkrzeczka. et L. ex coniectura, ut videtur, nam in Α est ερεχεϲθαι, ita tamen ut pars p litterae erasa sit, ἑρχεϲθαι b in textu, 'F. ἔχεϲθαι᾿ id. in var. lect. 22. τὸ add. b | 25. litterae μενων απολογη Α2 in rasura.)
Καὶ τὸ ἄφν ω δέ, ἐν πάθει γενόμενον καὶ οὐ προφανῶϲ ἐπιδεξάμενον τὴν προκειμένην ὀνοματικὴν τριγένειαν, ϲυνεξῆλθε τοῖϲ εἰϲ ω λήγουϲιν ἐπιρρήμαϲιν. ἔϲτι μὲν γὰρ οὐ τούτου προκείμενον ὄνομα ἀφανήϲ, καὶ ἔτι τὸ ἀφανῶϲ, ἡ δὲ ϲυγκοπὴ ἄφνω, πάλιν καὶ τοῦ τόνου εὐλόγωϲ ἀναβιβαϲθέντοϲ, ἡ ἀπεδείχθη τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα, μοναδικὰ ὄντα λέγω, κατὰ βαρεῖαν τάϲιν. ὅτι δὲ ἔκθ’ ὅτε πάθοϲ ἐγγινόμενον ἀμαυροῖ τὰϲ ἰδιότηταϲ τοῦ δεόντωϲ πωϲ ϲχηματίζεϲθαι, ἐντελῶϲ ἐν τοῖϲ περὶ παθῶν ἐδείχθη.
Τὰ εἰϲ ως λήγοντα ἐπιρρήματα κοινολεκτούμενα δυϲὶ τόνοιϲ ὑπο πίπτει. ἢ γὰρ βαρύνεται, ὡϲ κούφωϲ, φαύλωϲ, μετρίωϲ, ἢ περιέϲπαϲται, ὡϲ τὸ ϲεμνῶϲ καὶ εὐϲεβῶϲ. καὶ ἔτι παρὰ Δωριεῦϲιν ἔνια ὀξύνεται, ὥϲτε κατ’ ἔγκλιϲιν ἀνεγνώϲθη ἦ ῥα καλὼ ϲ ἀποκαθάραϲα ἐξελεπύρωϲεν (Sophr. fr. 87 Ahrens). περὶ ὡν καὶ κατὰ τὸ ἑξῆϲ εἰρήϲεται.
ὙΠπέλαβον ὅτι καὶ κατὰ τὸ ἔθοϲ τὸ ὥϲ Δωρικόν ἐϲτι, περὶ οὖ ἐν εὐτάκτῳ εἰρήϲεται ἐν τῷ περὶ τῶν διεψευϲμένων τόνων. καὶ νῦν δὲ κεφαλαιωδέϲτερον ἔϲτι περὶ αὐτοῦ ἐκθέϲθαι, ὡϲ προϲήκοντα τὸν τόνον ἀνεδέξατο.
Τὰ προκείμενα τῶν ἐπιρρημάτων, ἰδίαϲ παραγωγῆϲ οὐ τυχόντα, οὐδὲ τὸν ἶδιον τόνον ἔχει, ἀναμένει δὲ τὸν πτωτικὸν τόνον, ὅϲ ἐϲτιν [*](ARGVM. 12 Ἄφνω ex ἀφανῶϲ factum est 20 Adverbia in ωϲ commun. omnium usu recepta aut barytona, aut perirspomena sunt. - 23 lure ὤς aeute notatur.) [*](TESTIM. 13 Cf Et. Or. 17, 19.) [*](DISCR. SCRIPT. 2. ϲυγκριτικῶν] fol. 134 v. | επιρρηματικην Α | 4. πληθυντικὸν ⟨ὑπερθετικὸν⟩ GDronke | 5 καὶ ἐπίρρημα ταχύτατα | in var. lect , καὶ ταχύ τατα Α b in textu | 14. τούτου b, τουτο Α 1 | 15. ἐπίρρημα pro ἔτι conicit G Dronke 18. τοῦ 0 G FShoemann GDronke, τὸ Ab in textu, τῷ b in var. lect. | 22. ενιαι Α | 23. pro ὥϲτε HLAhrens conicit ὅτε | καλιψϲ HLAhrens, κάλωϲ b | 25.ὅτι καὶ τὸ ὥϲ κατα τὸ Δωρικὸν ἑθοϲ ἐϲτί collocat GDronke | 27. προϲήκοντα τὸν RSkrzeczka, προϲήκοντα l Vablen, ἀνήκοντα Ab, ἀνάλογον τὸν G Drake | 29. ante ιδιαϲ in marg. add. Α2 ουκ)
Ἐταράχθηϲαν ἔνιοι καὶ κατὰ τὰ ϲχήματα τῶν ἐπιρρημάτων, ὑπολαμβάνοντεϲ μὴ ἐξομαλίζεϲθαι τὰ τῆϲ τάϲεωϲ τῶν ἐπιρρημάτων, εἴγε ἀπὸ τοῦ καλῶϲ φαϲι παγκάλωϲ καὶ ἀπὸ τοῦ ϲεμνῶϲ άϲεμνωϲ, οὺ μὴν ἀπὸ τοῦ ψευδῶϲ ἀψεύδωϲ, ϲαφῶϲ ἀϲόφωϲ ἦν. οὐδὲ γὰρ ἡ ϲύνθεϲιϲ αὐτῶν , τῶν δὲ προεκκειμένων πτωτικῶν , οἰϲ παρείπετο ἀναβιβάζειν μὲν τὸν τόνον , εἰ εἰϲ οϲ λήγοιεν , φυλάϲϲειν δἐ, εἰ εἰϲ ηϲ. καὶ ἐπεὶ καλόϲ πάγκαλοϲ παγκάλων, διὰ τοῦτο παγκάλωϲ· ψευδήϲ δὲ καὶ ἀψευδήϲ καὶ ἀψευδῶν , καὶ διὰ τοῦτο ἀψευδῶϲ, καὶ ἀϲαφῶϲ.
Δέδεικται ἄρα διὰ πλειόνων, ὅτι οὐκ ἰδίον τόνον ἀνεδέχετο τὰ εἰϲ ωϲ παρηγμένα παρ’ ὀνοματικὰϲ ἐκφοράϲ ὅθεν μοι δοκεῖ καὶ τὸ [*](ARGVM. 4 ln tonosi haec adverbia sequntur genetivum pluralis eorum nominum, unde derivantur. —10 Quae lex confirmatur et doricis formis, — 18 eo, quod adverbia aut admittunt aut non admittunt eas mutationes, quae in ge. netivis pluralis aut fiunt aut non fiunt —25 Παγκάλωϲ ἀϲαφῶϲ recte cum παγκάλων ἀϲαφῶν accentu congruunt —30 ltaque ὥϲ, cui genetivus pluralis, ad quem dingatur, praesto non est, nihil impedit ne acutum habeant.) [*](DISC SCRIPT 4. Ἔκκειται] fol. 135 r. | 5 το in voce τουτο supra Lin. Α 11 — 12. τὸ ἀλλῶϲ] Si et Koenii apographum et meum. Sed Bantus codicem habere dicit την αλλωϲ, indeque efficit legendum esse τηναλλῶϲ b in var lect Est το αλλωϲ et in Α et in L. ex quo sua sumpsit Κoen | 17. κατὰ b, και Α 20. 21. signum interrogationis, quod post ἀτρεκέωϲ posuerat b, post ἀτρεκέων pro puncto posuit RSehneider | 21. ἡ add. b)
Ϲυζυγεῖ τῷ προκειμένῳ μορίῳ ἀνταποδοτικὸν μὲν τὸ τώϲ, πυϲματικὸν δὲ τὸ πῶϲ, καὶ ἔτι ἀναφορικὸν τὸ ὅπωϲ, καθὸ καὶ ἄλλοιϲ ἡ τοιαύτη τάξιϲ παρέπεται, ἡ τῇ πῇ ὅπῃ , οὐ τοῦ ποῦ ὅπου, ἡνίκα τηνίκα πηνίκα ὁπηνίκα. —Ἴϲωϲ οὕν τιϲ φήϲει τὰ κατὰ πεῦϲιν ὁμοτονεῖν τοῖϲ κατὰ ἀπόλυϲιν. τὸ ποῦ περιϲπᾶται, ἀλλὰ καὶ τὸ οὐ τῆϲ αὐτῆϲ τάϲεωϲ ἔχεται. ηνίκα, καὶ τὸ πηνίκα. τὸ ἧ περιϲπᾶται, ἀλλὰ καὶ τὸ πῇ. εἰ δὴ καὶ τὸ πῶϲ περιϲπᾶται, ὁμόλογον ὅτι καὶ τὸ ὥὑϲ περιϲπαϲθήϲεται. Ἀλλὰ πρόϲ γε τὸ τοιοῦτον ἔϲτι φάναι. τί γὰρ μᾶλλον, εἰ τὸ ὥϲ ἀποδέδεικται εὐλόγωϲ ὀξυνόμενον, οὐχὶ τὸ πῶϲ περιϲπώμενον ἡμαρτῆϲθαι ὁμολογήϲουϲι τοῦ ἀπὸ τοῦ τ ἀρχομένου κατ’ ὀξεῖαν προφοράν, λέγω τοῦ τώϲ Ἔϲτιν οὖν ὑπὲρ ἀμφοτέρων ἀναλαβόντα τὸν λόγον ἐκεῖνο φάναι, ὡϲ εὐλόγωϲ καὶ τὸ πῶϲ περιεϲπᾶτο, προαποδεδειγμένου τοῦ ὅτι τὸ ὥϲ ὀξύνεται. — τὰ πύϲματα ἢ φύϲει θέλει βαρύνεϲθαι ἢ δυνάμει. τὰ γοῦν ὑπὲρ μίαν ϲυλλαβήν, ἔχοντα τόπον τῆϲ βαρείαϲ, πάντα βαρύνεται τὰ δὲ μονοϲύλλαβα, οὐ δυνάμενα ἐκτὸϲ τῆϲ ὀξείαϲ γενέϲθαι, δυνάμει ἐβαρύνθη περιϲπαϲθέντα. [*](ARGVM 3 Quod cum ita sit, ocutus recte imponitur ὥϲ .adverbio. —10 Dica fortasse quispiam, ὧϲ sorbendum cese, ut cum πῶϲ congrunt. —15 Sed ut ὤϲ acutum , ita πῶϲ circumflexum suo iure habet,) [*](TESTIM. 20 Epim. Cr. 324, 32 τα μονοσύλ λλαβα εἵχε τὸν τόνον φυσικόν· τ χὰρ πύσματο βαρύνεσθαι θίλει, χαρακεήρος μ ἀντικ κειμένου (ώς εἵπομεν δι τἐ ποδακῆ καὶ ποσαχῶς)· πόσος , πηνίκα· τό δὲ μονοσύ λλαβα οὐκ ήσύνατο βαρύνεσθαι . έκύλυε γὰρ ἡ μονσυλλ λαβία . ὅταν οὺν προ⟨σ⟩λάβη τὲ ⟨ο⟩ ἀναφορικὸν καὶ γένητοι ύπὲρ μὲακ συλλαβήν, άναλ λαμβάνει τὸν ὀφει λόμενον τόνοι καὶ βαρύνεται. οἷον ποὗ ο καὶ π λέγεται, καὶ πῶς. τα αῦτα oὑ φυσἲκῶ πε ριεσκάσθη. άλλὰ κατ ἀνάγκην. οὺ γὰρ ήσύνατο βαρύνεσθαι μονοσύλλαβα ὅντα. ἀναγκαίως ἅρα περισπάται. καὶ δυνάμει διὰ τῆς περισκωμένης βαρύ ύνεται . ἐάν οὐι προσέλθ τὸ ο καὶ σχῇ τὴ ποσόιτητα τῆς βαπείας. άναλ λαμβάνει καὶ τἠν βαρεῖαν, ὅπως κτλ.) [*](DISCR SCRIPT 1. ἐρωτύλοϲ b, ερωτικοϲ Α | παρὰ εὐθεῖαν τὴν b, παρα την ευθειαν παρα την Α | 2. ἐμποδὼν RSkrzeczka. ἐμποδοῦν Ab| 8. ανταποδωτικον Α |13. ἡνίκα] fol. 136 r. 14. Α¹ marg. haec adscripsit ει δη κ το c τουτεϲτιν ει δε και το πωϲ | 17 τοῦ b, τουτ Α, i. e. του τε ut 124, 16, vel του τηϲ ut do coni. 512, 13 b | 17 — 18 post ὁμολογήϲουϲι comma ponendum et post προφορὰν inserendum esse ὄντοϲ conset RSkrzeczka, idem coniecit G GDroοke | 18.non recte b dicit pro τοῦ τώϲ, quod est in Α quodque ipse scripsit, in A ease του τ 19. ωϲ Α, ὅτι b |20. προϲαποδεδειγμενου Α | 23. κ in εκτοϲ in rasura in Α)