De adverbiis

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

Ἀλλὰ πῶϲ τὸ ὄνομα οὐ κλίνεται τὸ μετὰ τοῦ δέ; Ὅτι ἑκάϲτῃ πτώϲει κατὰ παράθεϲιν προϲιοῦϲα ἡ πρόθεϲιϲ ἴδιον ἔχει ϲημαινόμενον. διαφέρει γοῦν τὸ δἰ Ἀπολλωνίου τοῦ δἰ Ἀπολλώνιον, ῆ τὸ μὲν αἰτιολογικὸν ἀκούεται, ὃ δὲ τοιοῦτόν τι, γινώϲκοντοϲ Ἀπολλωνίου. ἦν οὖν τοπικὴ ϲχέϲιϲ ἐν τῷ οἰκον δέ, ἥ τιϲ αἰτιατικὴν πτῶϲιν ἀπαιτεῖ· ὅθεν οὐ κλίνεται, ἵνα μὴ τὸ ϲημαινόμενον φθαρῇ.

Διὰ τί ἄρθρον οὐ προϲλαμβάνει; Ὅτι τὰ πτωτικά, τοπικὴν ϲχέϲιν ϲημαίνοντα ἐκ προθέϲεωϲ, οὐ δύνανται παράθεϲιν ἄρθρου παραδέξαϲθαι, εἰ μὴ προϲτεθείη ἡ πρόθεϲιϲ οὔ φαμεν τῆϲ Λέϲβου παρεγενόμην, οὕτωϲ δέ, ἐκ τῆϲ Λέϲβου παρεγενόμην· καὶ ἔτι οὔ φαμεν τῷ [*](Anovm. 4 omnino δέ coniunctio complures notiones babet, — 9 et localem potestatem a syllabae δε paragogicae similitudine accepit. — 13 Nec potuit ulla alia coniunctio praeter δὲ banc vim accipere. —21 Cum uno accusativo δέ illud construitur, quia, ut certam utiquam vim habeat, cum uno eodemque casu construatur necesse est. — 28 Articulus non admittitur, nam nomina localia. articulum non assumunt nisi antea adiecta praepositione.) [*](Discr. sckipt. 6. ελαιαιρειϲ Α | 12. τόποϲ b in var. ect. ELehrs, τόνοϲ Α et b in textu | 13. ἐδύνατο] fol. 140 v. | παραλαμβάνεϲθαι RSkrzeczka, κατ᾿ ἀρχὴν λαμβάνεϲθαι Ab | 14. μονον in A esse satis clare cerni potest, videtur esse μόνον L in marg., μόνοϲ edidit b, qui in var. lect. auctor est in Α legi μονο 18. ποιῶν RSchneider, ἀπαιτῶν Ab, ἀποτελῶν b in var. lect. LFriedlaender, παριϲτάνων GFschoemann | 19. δὴ b, δε A | 24. ὁ δὲ b, | γιγνωϲκοντοϲ A | 25. οῖκόνδε b | 30 τῆϲ Λέϲβου b, τηϲ εκ (εκ supra lin. A1) Λεϲβο in fine versus A | παρεγενόμην· καὶ ἔτι οῦ φαμεν b, παρεγενομενομενοϲηνκαιετιεκτηϲλεϲβουουφαμεν Α, b in var. lect. nihil nis εκ τηϲ Λεϲβου inter ἔτι et οὐ repetitum enotavit)

183
οἴκῳ μένει με, ἐν δὲ τῷ οἴκῳ μένει με. εἰ δὲ τοῦτο ἀληθέϲ, ϲαφὲϲ ὅτι δεῖ πρότερον ἐπικαλέϲαι τὸ ἄρθρον τὴν πρόθεϲιν, εἶτα οὔτωϲ ἐγγενέϲθαι τὴν ϲχέϲιν. τούτου δὲ μὴ γενομένου, οὐδὲ τὸ ἄρθρον προϲελεύϲεται. Τοϲαῦτα περὶ τῶν προκειμένων ϲχημάτων.

Τὰ εἰϲ οϲ λήγοντα ἐπιρρήματά ἐϲτι μὲν ϲπάνια, ὀξύνεται δὲ κατὰ τὸ πλεῖϲτον, ἐν τόϲ, ἐκτόϲ, εἰκόϲ. Τὸ πάροϲ ϲημειωτέον. Τὸ γὰρ τῆμοϲ τῇ πρὸϲ τὴν πεῦϲιν βαρείᾳ ἐκφορᾷ ἀναγκαίωϲ ἀπέβαλε τὴν ὀξεῖαν, ἐπεὶ ὁμοτονεῖ τὰ πύϲματα τοῖϲ ἀνταποδοτικοῖϲ, τοῖοϲ ποῖοϲ, τόϲοϲ πόϲοϲ, τηλίκοϲ πηλίκοϲ. ἀνάγκη δὲ πάντωϲ τὰ τοιαῦτα μόρια βαρύνειν καὶ τὰ τούτοιϲ ϲύζυγα, λέγω ὁπη λίκοϲ, ὁπόϲοϲ. ἀναγκαίωϲ οὖν τὸ τῆμοϲ ἐβαρύνθη, καθὸ καὶ τὸ ἦμοϲ καὶ τὸ ὁπῆμοϲ. ᾧ λόγῳ καὶ τὰ εἰϲ ου λήγοντα ἁπάντοτε 'ὲν περιϲπᾶται, τηλοῦ, ἀγχοῦ, αὐτοῦ, τὸ δὲ ὅπου διὰ τὴν ἀναφορικὴν πάλιν προφορὰν ἐβαρύνθη. — φαίνεται δὲ ὅτι τὸ ποῦ διὰ μονοϲυλλαβίαν ἀναγκαίωϲ ϲυνεξῆλθε τῷ τηλοῦ καὶ ἀγχοῦ.

Ἔνιοι τὸ ἔναγχόϲ ἐβάρυναν, οἰόμενοι τὴν ἐπιϲυμβαίνουϲαν ϲύνθεϲιν αἰτίαν εἰναι τῆϲ βαρύτητοϲ. — Πρὸϲ ὃ ἔϲτι φάναι, ὅτι πρῶτον ἡ ἐκ ϲυνθέϲεωϲ προφορὰ πολὺ πρότερον οἶδε τὴν ἐν ἁπλότητι· οὐ λέγεται δὲ κατ᾿ ἰδίαν τὸ ἀγχόϲ. πρὸϲ οἷϲ οὐδὲ ἔχουϲιν ἄντικρυϲ ἐπιϲτῆϲαι τοιαύτην ϲύνθεϲιν ἐπιρρημάτων. — δεύτερον τῇ ϲυνεκδρομῇ τῶν ὀξυτόνων ὀφείλει ὀξύνεϲθαι. — Ἔχει δὲ καὶ ὁ ϲχηματιϲμὸϲ τῇδε. ὃν τρόπον καὶ ἐπ’ ὀνομάτων μεταπλαϲμοὶ γίνονται, καθάπερ τὸ ἐρυϲάρματεϲ, τὸ λῖτα, τὸ παρὰ Ϲαπφοῖ αὔα (fr. 152 Bergk 3), τὸ πυργοκέρατα παρὰ Βακχυλίδη (fr. 51 Bergk3), δυνατὸν καὶ ἐπὶ τοῦ προκειμένου τῇδε γεγενῆϲθαι τὸν ϲχηματιϲμόν. παρὰ τὸ ἀγχοῦ δύναται γεγενῆϲθαι τὸ ἀγχόϲ, προϲλαβὸν τὴν ἔν πρόθεϲιν κατὰ παρολκήν, ὡϲ ἔχει τὸ ἐναλίγκιοϲ, ἔναντίοϲ, ἐνέπειν. αἱ δὴ τοιαῦται τῶν προθέϲεων [*](ARGVM 5 Adverbia in οϲ fere omnia oxytona sunt. Πάροϲ igitur notabile est; minus notabile τῆμοϲ: sequitur enim analogiam correlativorum. — 16 Ἔναγχόϲ recte oxytonon est. Factum enim est ex ἀγχοῦ, ἐν praepositione redundante — 27 qui pleonasmus non valet ad accentum retrahendum.) [*](TRSTIM. 23. Et. M. 174, 38 Εἴρηται (scil. αὔω μοϲ.═  καθεύδω) παρὰ τῇν αὔαν Aἰολικῶς τὴν ἡμέραν· τὴν γὰρ ἠῶ οἱ Αἰολεῖς αὗον (αὔαν V et Gud., αὖαν D) φασί. Cf. ib. 171, 44 Αὔριον· παρὰ τὸ αὐῶ (in Sorb. est αὔω; vid. Or. 14, 24) Αἰολικόν, ὃ σημαίνει τὴν ἡμέραν. ib. 17 74, 44 Aὔως· ἡ ἠὼς, τουτέστιν ἡ ἡμέρα. Οὕτω λέχεται παρὰ τοῖς Αἰολεῦσι Σαπφώ· ῾ Πότνια αὔως᾿.) [*](Discr, script. 2. ἐπικαλέϲαι GDronke, ἐπικαλύψαι Ab | 5. ἐπιρρήματά ἐϲτι b in textu, ‘Scr. ἐπιρρήματά ἔϲτι᾿ id in var. lect. | 8. ανταποδωτικοιϲ A | 9. ‘F. τά ⟨τε⟩ τοιαῦτα’ b in var. lect. | 11. οὖν τὸ] fol. 141 r. | τῆμοϲ b, τημοι A | 18. ου supra lin. Α1 | 23. αὔα ThBergk, αὐα A b,  ‘Scribendum videtur αὐόαν, auroram’ ChALobeck | 24. πυργοκέρατα Ab, ‘f πυρϲοκέρατα ChALobeck, conieci πύργον ὑψικέρατα ThBergk)

184
παρελκόμεναι. καθάπερ πλεονάϲματα οὖϲαι, οὔτε τάϲιν οὔτε ἄλλο τι τῶν παρεπομένων ἐναλλάϲϲουϲι. καὶ γὰρ τὸ ἐναντίοϲ οὐκ ἀνεβίβαζε τὸν τόνον, ὀφεῖλον. εἶπερ οὖν ϲύνθετον, τί οὐ ϲυμμεταβάλλει τὸ γένοϲ, ὅπερ ἴδιον ϲυνθέϲεωϲ; ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ ἐναλίγκιοϲ. καὶ τὸ ἐνέπω ἐκλίθη ὡϲ ἁπλοῦν, ἤνεπον. — τούτων οὖν τῇδε ἐχόντων, παρελκομένηϲ τῆϲ ἔν προθέϲεωϲ ἐν τῷ ἔναγχόϲ, περιϲϲὸν ἀφιϲτάνειν τὸν κατὰ τὸ τέλοϲ τόνον, ὅπου γε, ὡϲ ἔφημεν, τῷ τύπῳ, καὶ εἰ ἦν ϲύνθετον, ἐχρῆν ὀξυτονεῖν.

Οὕτωϲ ἔχει καὶ τὸ ϲυνεχέϲτερον λεγόμενον παῤ Ἴωϲι κηγχόϲ, ὃ ἐν δυϲὶ μέρεϲι λόγου, ἐξ Ἰωνικοῦ τε τοῦ κῇ ἀντὶ τοῦ πῇ, καὶ τοῦ μεταπεπλαϲμένου, λέγω τοῦ ἀγχόϲ, ἴϲωϲ ϲυναληλιμμένου τοῦ ᾱ εἰϲ τὸ η.

Αἱ διὰ τοῦ θεν παραχθεῖϲαι λέξειϲ τοπικαὶ ἐπιρρηματικῶϲ τὴν ἐκ τόπου ϲχέϲιν ϲημαίνουϲιν. (εἶπον δὲ παραχθεῖϲαι τοπικῶϲ, ἐπεὶ καὶ ἔνια τὴν αὐτὴν ἔχει ϲημαϲίαν τοῖϲ πρωτοτύποιϲ, ὡϲ δεδείξεται.) καὶ διὰ τοῦτο διαφέρει τὸ δίχα τοῦ διχόθεν. ἡ τὸ μὲν δίχα εἰϲ δύο ἐϲτί, τὸ δὲ διχόθεν ἐκ δύο, καθάπερ καὶ ἐπ’ ἄλλων παραγωγῶν μετὰ τοῦ παράγεϲθαι τὰϲ φωνὰϲ καὶ τὰ δηλούμενα ϲυμμεταπίπτει. καὶ παράγεται μὲν ἡ φωνή, οὐ μὴν τὸ ϲημαινόμενον, ὡϲ ἐπ’ ὀνομάτων ἔχει τὸ

  • ἀναγκαίη γὰρ ἐπείγει (τ 73)
  • καὶ
  • παρθενικῇ εἰκυῖα (η 20)
  • καὶ τὸ Αἰτωλόϲ Αἰτ ὠλιοϲ, κάπροϲ κάπριοϲ, ἄπειροϲ ἀπείρων, καὶ τὸ
  • πομπῆεϲ ἀγαυοί (ν 71),
  • καὶ τὸ
  • Ἀϊδωνῆι προῖαψεν (Ε 190),
  • καὶ ἐπὶ ῥημάτων ἀρ δεύειν, ἀρχεύειν, καὶ ἐπ᾿ ἄλλων πλειόνων, καὶ ἐπὶ ἐπιρρημάτων τηνίκα τηνικαῦτα, τῆμοϲ τημοῦτοϲ, τόϲοϲ τοϲόϲδε. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆϲ προκειμένηϲ παραγωγῆϲ ἔϲθ᾿ ὅτε τοπικὴ μὲν ἐκφορὰ δηλοῦται, λέγω ἐκ τύπου, ἐκθ᾿ ὅτε τὸ αὐτὸ τῷ πρωτοτύπῳ ϲημαινόμενον μένει.

    Ὅθεν πρὶν ἢ τῶν κατὰ μέροϲ ἄρξαϲθαι, διαληπτέον πρότερον περὶ τῶν ἀπ᾿ ἀντωνυμιῶν παραγομένων, λέγω τοῦ ἐμέθεν, ϲέθεν, ἕθεν. [*](Argvm. 9 Idem de κηγχόϲ dici potest. — 12 Quae in θέν desinunt localia, quo ex loco quid moveatur indicant. — 17 Sad ut in ceteris, — 30 ita etiam In his sunt quaedam voces, quae eandem atque stirpes notionem servant. 32 ln quibus sunt primum pronomina in θεν, eodem modo factae, ut ῦ in fine tollatur;) [*](Discr. script. 5. το supra lin Α1 | 10. ἐξ add. b 11 ϲυναλειλημμενον A 16. παραγωγῶν] fol. 141 v 22 τὸ Αίτωλόϲ A in marg b, om. A1 | 26. προϊ- ἀψειν Ηomerus | 30. τύπου Ab, τόπου GDronke 31. ϲημαινόμενον μένει GDronke, in A id, quod antea ab A scriptum erat, ita erasum est, ut supersit ////με////νει, in marg. ϲημαινομενω A2, ϲημαινομένῳ μένει b)

    185
    — Ὅτι μὲν γὰρ αἱ φωναὶ ὅμοιαι κατὰ τὴν παραγωγὴν τοῖϲ ἄλλοιϲ ἐπιρρηματικοῖϲ, ϲαφὲϲ ἐκ τούτου παρὰ τὴν Λέϲβου γενικὴν τὸ ἀποτέθλιπται ἐν τῷ Λεϲβὀθεν, ὡϲ καὶ παρὰ τὴν οὐρανοῦ οὐρανόθεν, καὶ παῤ ἐπίρρημα τὸ τηλοῦ τηλόθεν· καὶ δὴ παῤ ἀντῶνυμίαν τὴν ἐμεῦ ἦν τὸ ἐμέθεν, ϲεῦ ϲέθεν. ἐντεῦθεν γὰρ καὶ ὁμόλογον, ὅτι οὐχ ἡ ἐμοῦ ἐϲτι παραχθεῖϲα Ἀττική, ἀλλ’ Ἰωνικὴ ἢ Δωρικὴ ἡ ἐμεῦ.

    Τὰ μὲν οὖν τῆϲ φωνῆϲ τῇδε ἔχει, ὡϲ ὁμοίωϲ παρήχθη· τὰ δὲ τοῦ ϲημαινομένου πρὸϲ ἐνίων οὕτω καθίϲτατο, ὡϲ οὐκ εἴη ἐπιρρήματα τὰ προκείμενα, «καθότι», φαϲί, «τὰ ἐπίρρήματα οὐκ ἔϲτι προϲώπων διαϲταλτικά, ἔϲτι δὲ τὸ τε ἐμέθεν καὶ ϲέθεν προϲώπων παραϲτατικόν». — Καὶ ὡϲ ἕνεκα τοῦ τοιούτου οὐκ ἀπελύθη τὸ ζητούμενον. δύναται γὰρ κατὰ πρόϲωπον ἡ παραγωγὴ τοῦ ἐπιρρήματοϲ ἐγγεγενῆϲθαι, καθὸ καὶ ἐπὶ τρίτου προϲώπου παρὰ τὴν αὐτοῦ τὸ αὐτόθεν ἐγένετο, καὶ παρὰ τὴν τούτου τὸ τουτόθεν (ἀφ’ οὐ καὶ τὸ Δωρικὸν τουτῶ, καθότι καὶ τῷ πόθεν παράκειται τὸ πῶ), παρὰ τὴν αὐτόθεν αὐτῶ. οὐδὲν οὖν ἐμποδών ἐϲτι παρὰ τὴν ἐμεῦ γεγενῆϲθαι τὸ ἐμέθεν, παρά τε τὴν ϲεῦ τὸ ϲέθεν, καὶ ἔτι παρὰ τὴν εὗ τὸ ἕθεν. — Χρὴ οὖν ἀποδέξει τῇδε χρῆϲθαι. καθάπερ καὶ ἐπ’ ὀνομάτων ἔϲθ’ ὅτε παραγωγαὶ γίνονται κατὰ τῶν αὐτῶν ϲημαινομένων, ὡϲ τὸ ἀναγκαίη καὶ τὸ

  • εὐναίαϲ ἐβάλοντο
  • καὶ τὸ ἀ πείρων καὶ τὸ πομπῆεϲ καὶ τὸ Ἀϊδωνεύϲ καὶ ἄλλα πλεῖϲτα, τὸν αὐτὸν δὴ τρόπον ἔϲτι καὶ ἐπὶ τῆϲ παραγωγῆϲ τῆϲ διὰ τοῦ θεν εὑρέϲθαι. οὕτω γὰρ καὶ τὰ Ὁμηρικὰ ἐπιλυθήϲεται, τὸ
  • ϲχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη (β 267)
  • οὐ ϲημαῖνον τὸ ἐκ τόπου, τὸ δὲ αὐτὸ τῷ πρωτοτύπῳ, τῷ ϲχεδὸν ἦλθεν· οὐ γὰρ ἐκ τοῦ ϲύνεγγυϲ τόπου, ἐπεὶ ἀνέφικτον τὸ τοιοῦτον. οὕτωϲ γὰρ ἔχει καὶ τὸ
  • Αϊαϲ δ’ ἐγγόθεν ἤλθεν (Η 219)·
  • ἐν ἴϲῳ γάρ ἐϲτι τῷ ἐγγὺϲ ἦλθεν. οὕτωϲ γὰρ ἔχει καὶ τὸ
  • Ἴδηθεν μεδέων (Γ 276).
  • οὐ γὰρ ἄλλο ἐϲτὶν ἢ Ἴδηϲ μεδέων πιθανὸν γὰρ τοὺϲ Τρῶαϲ καὶ τοὺϲ πληϲιοχώρουϲ τὸν Ἰδαῖον Δία ἐπικαλεῖϲθαι. τοῦ τοιούτου ϲχηματιϲμοῦ τινεϲ ἄπειροι ὄντεϲ ὑπέλαβον αὐτοὺϲ ἐπικαλεῖϲθαι τὸν ἐξ Ἤδηϲ [*](Argvm. 22 deinde etiam alia verba per θεν suffixum facta eandem atque primitiva habent notionem .) [*](Discr. script. 3. τὴν οὐρανοῦ b, του ουρανου Α | 4—5. τὴν ἐμεῦ b, το εμευ Α 6. ‘Deesse videtur articulus ἡ ant post ἀλλ’ aut post Δωρικὴ’ b in var. lect. | 9 pro puncto post προκείμενα comma posuit et pro φαμέν scripsit φαϲί RSkrzecxka | 10. τὸ τε b in var. lect., τοῦτο Α et b in textu 14. τὸ add. b 16. ἐμποδὼν RSkrzecxka, ἐμποδοῦν Ab | 19. ἀναγκαίη b, αναγκαιαι Α, extremae αι litterae in rasura | 21. καὶ ἄλλα] fol. 142 r. 25. τῷ ϲχεδόν b, το ϲχεδον Α 27. γάρ non babet quo referatur’ b in var. lect. 29. γὰρ delevit b | 32. in marg. Α hoc interpretamentum addit: ϊδαιον τουτεϲτι τον τηϲ ϊδηϲ δια)
    186
    παραγενόμενον καὶ βαϲιλεύϲαντα, λέγω τῆϲ κατὰ Κρήτην. — οἶμαι δὴ ὅτι, εἰ κατάπυκνοϲ εἰϲ τὸν τοιοῦτον ϲχηματιϲμόν ἐϲτι, καὶ τὸ ἐξ ο ὐρανόθεν ἀπολογίαν ἕξει (ἀφορμὴν δεδωκόϲ τιϲι τοῦ κακοῦν τὰϲ φράϲειϲ· ἐπεὶ γὰρ οὐχ ὑγιὲϲ τὸ λέγειν ἐξ οἴκοθεν, φαϲὶν ὡϲ καὶ. Ὅμηροϲ οὐκ εἴη κεχρημένοϲ τῷ ἐξ ο ὐρανόθεν), εἴγε οὐκ ἄπειρόϲ ἐϲτι τοιαύτηϲ παραγωγῆϲ κατὰ τοῦ αὐτοῦ ϲημαινομένου, τοῦ οὐρανὅθεν παῤ αὐτῷ ϲημαίνοντοϲ τὸ οὐρανοῦ, ὡϲ καὶ τὸ Ἴδηθεν τὸ Ἴδηϲ· καὶ οὕτωϲ ἡ ἔξ πρόθεϲιϲ ἕξει χώραν. — ἡ αὐτὴ ἐπιχείρηϲιϲ ἐπὶ τῶν οὕτωϲ εἰρημένων παῤ αὐτῶ.

    Αἱ δὴ παρηγμέναι ἀντωνυμίαι ϲύνταξιν μὲν ἐπιρρηματικὴν οὐδέποτε ἀναδέχονται, ὅϲαϲ δὲ ϲυντάξειϲ ἀναδέχονται αἱ γενικαί, ταύταϲ ἀναδέχονται. ἀδύνατον τοῖϲ τοιούτοιϲ ἐπιρρήμαϲι προϲελθεῖν τινα ἄλλην πρόθεϲιν. οὐ γάρ τιϲ ἐρεῖ ἀπ ὸ Λεϲβόθεν ἢ πρὸϲ Λεϲβόθεν, ἐν γενικῇ δὲ ἀπὸ Λέϲβου πρὸϲ Λέϲβου, καὶ ὅϲαϲ ἄλλαϲ ἐπιδέχονται προθέϲειϲ αἱ γενικαί. ἀπεδέδεικτο οὖν, ὅτι πολλάκιϲ κατὰ τοῦ αὐτοῦ ϲημαινομένου αἱ παραγωγαὶ λαμβάνονται. καὶ ἦϲαν τῇδε ἀντωνυμίαι παρηγμέναι. καὶ ϲαφὲϲ ἐκ τῶν ϲυνταϲεομένων προθέϲεων,

  • ἀπὸ ἑθεν ἧκε χαμᾶζε (Μ 205),
  • ἐξ ἐμέθεν γεγαῶτα (Ι 456),
  • πρὸ ἕθεν κλονέοντα φάλαγγαϲ (Ε 96).
  • ταύτη δὲ τῇ ϲυντάξει εἰϲ τὸν λόγον τῶν ἀντωνυμιῶν καταριθμηθῆναι χρή.

    Τὰ προκείμενα ἐπιρρήματα παράγεται ἢ παῤ ὄνομα. ὡϲ τὸ Διόθεν, Ἀβυδόθεν , ἢ παῤ ἐπίρρημα, ὡϲ τὸ κάτωθεν, ἄνωθεν, ἢ παρὰ πρόθεϲιν, πρόϲθεν, ἔνθεν, ὕπερθεν. πρόκειται γὰρ ὡϲ καὶ ἀπ’ ἀντωνυμιῶν. καὶ ἀπ’ ὀνομάτων ἢ ἐπιρρημάτων ἢ τῶν ἔτι παρακειμένων ϲτοιχείου ἀποβολῇ τοῦ κατὰ τὸ τέλοϲ παράγεται, ἀπὸ μὲν ἀντῶνυμιῶν [*](Argvm. 3 ltaque ne ἐξ οὐρανόθεν quidem quidquam offensionis habet: idem enim est, quod ἐξ οὐρανοῦ. 10 Hac autem re inter se differunt pronomina et ceterae voces in θεν, quod illa cum omnibus praepositionibus, quotquot cum genetivo coniunguntur, construi possunt, hae nequeunt. — 22 Adverbia in θεν aut a nomine, aut ab adverbio, aut a praepositione, aut a pronomine derivantur. Voces prmitvae in diphthongum desinentes alteram litteram in fine abiciunt si in unam vocalem exeunt, servant,) [*](Discr. script. 2. καταπυκνωϲ Α | 5. οὐκ inseruit RSchneider, ⟨ἡϲϲον ⟩ GDronke τῷ b, τὸ Α | εἴγε οὐκ ἄπειρόϲ ἐϲτι RSchneider, εἰ οὐκ ἄπειρόϲ ἐϲτι Ab, ἀλλ’ ἄπειροί εἰϲι GDronke | 6. κατὰ τοῦ αὐτοῦ ϲημαινομένου b, του αυτου ϲημαινο- μαινεμενου Α, ⟨τῇ γενικῇ ⟩ τὸ αὐτὸ ϲημαινομένηϲ GDronke | 9. ⟨πάντων⟩ τῶν GDronke αὐτῷ GDronke, αὐτοῦ Ab | 12. GUhlip ante ἀδύνατον laeunam statuit explendam huno fere in modum ⟨ὅπερ οὐ παρείπετο τῷ Λεϲβόθεν, οἴκοθεν . . . εἴπερ⟩ 13. η προϲ λεϲβοθεν Α in marg., et b, om. Α 14. πρὸϲ λεϲβου Α2 in marg, om. Α et b 16. ϲημαινομαινου Α ἀντωνυμίαι b et Α, quem b in var. lect. non recte dicit habere αντωνυμια, ⟨αἰ ⟩ ἀντωνυμίαι b in var. lect. | 17. προ- θέϲεων b, πτώϲεων Α | 24. γὰρ Ab in textu, ‘F. δὲ’ b in var. lect. | 26. κατὰ. τὸ b, κατο Α | ἀπὸ μὲν] fol. 142 v.)

    187
    ἐμεῦ ἐμέθεν αὐτοῦ αὐτόθεν, καὶ ἀπὸ ὀνομάτων Λέϲβου Λεϲβόθεν, παντόϲ πάντοθεν, καὶ ἐπιρρημάτων τηλοῦ τηλόθεν. — εἰ μέντοι ἓν εἴη τὸ φωνῆεν τὸ κατὰ τὸ τέλοϲ, οὐ τῇδε ἔχει ὁ λόγοϲ· φυλάϲϲεται γάρ, ὡϲ ἐπὶ τοῦ κάτω κάτωθεν, ἔϲω ἔϲωθεν. ― ἀναγκαίωϲ τὰ παρὰ τὰϲ προθέϲειϲ φυλάϲϲει τὰ τέλη, ὡϲ ἔχει τὸ πρόϲθεν, ὔπερθεν.

    Ἐπιϲλτατέον οὐν τῷ χαμαῖθεν καὶ ἔτι τῷ παρὰ Ἀττικοῖϲ χαμᾶθεν. καὶ ἔχοι ἂν ϲυνηγορίαν ἐν τῇ αι διφθόγγῳτήνδε. τὰ μακρῇ παρεδρευόμενα ἀποβολῇ τοῦ θεν ποιεῖ τὸ ἐπίρρημα τὸ πρωτότυπον, κάτωθεν κάτω, πρόϲωθεν πρόϲω· προϲκείϲθω τῷ λόγῳ, ὅτε ἀπὸ ἐπιρρήματοϲ ἐϲχημάτιϲται. εἴπερ οὖν μακρ παρεδρεύεται τὸ χαμαῖθεν, ὀρθῶϲ ἀποβολῇ τοῦ θεν ἐποίηϲε τὴν χαμαί φωνήν. ἀλλὰ πρόϲκειται, ὅτι οὐδέποτε δίφθογγοϲ φυλάϲϲεται· διὸ ϲημειούμεθα τὸ ἐκεῖθεν, περὶ ο κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. τὸ οὖν πρὸϲ Ἀττικῶν πάλιν λεγόμενον ἀναλογώτερον καθέϲτηκεν. ὥϲτε ἕνεκα μὲν τῆϲ μακρότητοϲ ἡ δίφθογγοϲ μένουϲα ἀναλογωτέρα καθέϲτηκεν, ἕνεκα δὲ τοῦ τὸ δεύτερον φωνῆεν ἀποβάλλεϲθαι, τὸ Ἀττικόν. καὶ μή ποτε ὄντωϲ ἀναλογώτερον καθέϲτηκε. τὰ ἐκ διφθόγγου γινόμενα τὸ ληκτικὸν φωνῆεν βραχὺ καταλιμπάνει, τηλοῦ τηλόθεν, αὐτοῦ αὐτόθεν, οἴκου οἴκοθεν. ϲαφὲϲ οὐν, ὅτι δεῖ καὶ παρὰ τὸ χαμαίθεν χαμάθεν ἐν βραχεῖ τῷ α. ἀλλ’ ἐκεῖνο ἀληθέϲ ἐϲτιν, ὡϲ Ἀθηναῖοι ἐκτατικοί εἰϲι τῶν φωνηέντων. καὶ ἔτι ἐκεῖνο ἀληθέϲ ἐϲτιν, ὡϲ ἀεὶ ἡ ὑποϲτολὴ τοῦ ι, δευτερεύοντοϲ τοῦ φωνήεντοϲ, ἔκταϲιν ποιεῖται τοῦ α. οὕτωϲ ἔχει καὶ τὸ

  • ἰθαγενέεϲϲιν ἐτίμα (ξ 203)
  • παρὰ τὸ ἰθαίνω. οὕτωϲ ἔχει καὶ τὸ αεί (τὸ γὰρ ἀναλογώτερον ἐν μακρῷ τῷ α). οὕτωϲ ἔχει καὶ τὸ κλάω παρὰ Ἀττικοῖϲ καὶ τὸ φανῶ καὶ τὸ ῥανῶ, κατά τι παράλογα ὄντα, ὅτι μακρᾷ παρεδρεύεται· ἔχει δὲ ἀπολογίαν, καθὸ ἡ τοῦ ι ὑποϲτολὴ ἔκταϲιν τῷ α παρέχει. κατὰ τοῦτον ἄρα τὸν τρόπον παρὰ τὸ χαμαί τὸ χαμᾶθεν ἀναγκαίωϲ ἐξέτεινε τὸ α. καὶ περὶ τοῦ τετριμμένου δὲ κατὰ τὸ ἑξῆϲ εἰρήϲεται, λέγω τοῦ χαμόθεν.

    Καὶ τὸ ἐκεῖθεν δέ, οὐ φύϲει ἔχον τὴν ει δίφθογγον παραλήγουϲαν, ἀναγκαίωϲ ἐφύλαξε τὴν ποϲότητα τῶν φωνηέντων. παρὰ γὰρ τὴν ἐντελῆ φωνὴν τὴν ἐκεῖνοϲ καὶ τὴν ἐκείνου τὸ ἀκόλουθον ἦν ἐκεινόθεν, τὸ δὲ κατὰ ϲυγκοπὴν ἐκεῖθεν. ταῖϲ δὲ ληγούϲαιϲ τῶν διφθόγγων κατὰ [*](Asovu. 7. Quacum lego atticum χαμᾶθεν, a χαμαί derivatum, convenit quanquam etiam χαμαῖθεν forma habet, quo commendetur. 32 Ἐκεῖθεν non a natura ει diphthongum in paenultima habet, sed ex ἐκεινόθεν factum est.) [*](Disca. sarr. 1. ἐμεῦ ἐμέθεν delevit RSkrzrczka 7. οῦν τῷ b, ουν το Α 18. βραχύ add. b 20. χαμαί χαμόθεν θ GHSchaefer, χαμαῖθεν χαμόθεν b, χά- μαιθεν χάμαθεν EJBast, χαμαιθεν χαμαθεν Α 21. επεκτετατικοι Α | 28 δέ add. b | καθο supra lin. Α, om. Α 29. ἀναγκαίωϲ] fol 143 r.)

    188
    τὰ πρωτότυπα τὸ τοιοῦτον παρακολουθεῖ, ὡϲ πρόκειται ἐπὶ τοῦ χαμᾷθεν, τηλόθεν, ἀγχόθεν· τὸ γὰρ ἐκεῖθεν οὐ τῇδε ἔχει.

    Τὰ εἰϲ θεν λήγοντα ἐπιρρήματα παραλήγεται φωνήεντι, ῷ καὶ τὸ τέλοϲ τῆϲ γενικῆϲ τοῦ ὀνόματοϲ· εἰ δὲ καὶ ἀπὸ ἐπιρρήματοϲ εἴη, πάλιν τῷ αὐτῷ παραλήγεται, δι’ οὐ τὸ λῆγον τοῦ πρωτοτύπου· εἰ δὲ δίφθογγοϲ εἴη, καθὼϲ πρόκειται, ἀποπίπτει τὸ ἐν τῷ τέλει φωνῆεν, ἀρχῆϲ ἀρχῆθεν, θύραϲ θύραθεν, τηλοῦ τηλόθεν, οὐρανοῦ οὐρανόθεν, Θήβηϲ θήβηθεν, Λυκίαϲ Λυκίαθεν, ἀγορῆϲ ἀγορῆθεν, ἀγχοῦ ἀγχόθεν, ποῦ πόθεν. πῶϲ οὖν παρὰ τὸ ἀμφοτέρου καὶ ἑκατέρου καὶ ἑτέρου οὐ μένει τὸ ο ἐν τῷ ἀμφοτέρωθεν, ἑκατέρωθεν, ἑτέρωθεν; — Φηϲὶν οὖν ὁ Τρύφων (p. 53 Velsen ἰδιαίτερον ὡϲ τὰ διὰ τοῦ τεροϲ πρωτότυπα διὰ τοῦ παράγεται κατὰ τὰ ἐπιρρήματα. Μή ποτε δὲ βίαιόν ἐϲτιν, ὅτι δι’ αὐτοῦ τοῦ ζητουμένου ἡ ἀπόλυϲίϲ ἐϲτι. μή ποτ’ οὖν, εἰ δέδοται καὶ ἀπὸ ἐπιρρημάτων παράγεϲθαι τὴν προκειμένην παραγωγήν, ἐγγύϲ ἐγγύθεν , ἑκάϲ ἑκάθεν, ἀποπίπτοντοϲ τοῦ ϲ (ἀλλὰ καὶ λήγοντοϲ τοῦ φωνήεντοϲ, ἄνω ἄνωθεν, κάτω κάτωθεν), δοθήϲεται καὶ ἀπὸ ἐπιρρήματοϲ τοῦ ἑκατέρωϲ, ἀμφοτέρωϲ, ἑτέρωϲ τὴν παραγωγὴν γεγενῆϲθαι.

    Ἔτι ἐπηπόρει, πῶϲ γεγόνοι τὸ γειόθεν , παραδεχόμενοϲ ὡϲ ἀνάλογον τὸ γῆθεν παρὰ γὰρ τὴν γῆϲ γενικήν, ὡϲ ἀρχῆϲ ἀρχῆθεν. καὶ ἔτι περὶ τοῦ Δεκελειόθεν (Callim fr. 234 Schneider)· ἐν οἷϲ ἔλεγε μὴ παρὰ τὸ Δεκέλεια παρῆχθαι, παρὰ δὲ τὸν μετειληφότα τοῦ δήμου Δεκελέα, ὥϲτε παρὰ γενικὴν τὴν Δεκελέοϲ Δεκελεόθεν εἶναι, καὶ μετὰ περιϲϲοῦ τοῦ ι Δεκελειόθεν. Ἄμεινον δὲ καὶ οὕτωϲ ὑπὲρ τούτων φάναι, ὡϲ οὐκ ἀϲυνήθωϲ τὸ α ἔϲθ’ ὅτε μεταπίπτει εἰϲ τὸ o κατὰ ϲύνθεϲιν καὶ παραγωγήν , θάλαϲϲα θαλαϲϲομάχοϲ, ϲφαῖρα ϲφαιρομάχοϲ, τραγῳδία τραγῳδιογράφοϲ, χίμαιρα χιμαιροφύλαξ, καὶ ἐπὶ τέλουϲ, ἀθάλαϲϲοϲ, εὔμουϲοϲ. καὶ εἰ τοῦτο, οὐ βίαιον ἐν τῇ τοιαύτῃ παραγωγῇ τὸ α εἰϲ τὸ ο μετατίθεϲθαι, ὥϲτε γεγενῆϲθαι παρ’ ἐντελέϲτερον τὸ γαῖα τὸ γαιόθεν καὶ γειόθεν , καὶ παρὰ τὸ Δεκέλεια, τὸν δῆμον τοῦ ϲημαινομένου δηλοῦντοϲ, τὸ Δεκελειόθεν. ἰδοὺ γὰρ καὶ παρὰ τὸ ῥίζα ῥιζόθεν, ἐϲχάρα ἐϲχαρόθεν, Μήθυμνα Μηθυμνόθεν, Μέγαρα Μεγαρόθεν. Οὐ βίαιον δὲ καὶ τὸ χαμόθεν κατὰ τὸ ϲύνηθεϲ, τοῦ ϲχήματοϲ ἀπαιτοῦντοϲ τὸ χαμᾶθεν.

    [*](ARGVM, 3 Adverbia in θεν e genetivis facta cum ita derivari soleant, ut, ubi genetivus in diphthongum cadit, prior vocalis servetur: ἀμφοτέρωθεν sim non ab ἀμφοτέρου, sed ab adverbiis in ωϲ orta esec videntur. — 19 Γειόθεν Δεκελειόθεν formae nihil offensionis habent: saepius enim in commissuris α in o transit.)[*](DISCR. SCRIPT. 10. καὶ ἑτέρου add. b | εν τω Α¹ in marg. | 12. πρωτότυπα b, προϲωπα Α | 19. γειόθεν b, γηοθεν Α, sed videtur esec in γειόθεν mutatum ab Α | 24. Ἄμεινον] fol 143 ν 30. τὸ Δεκέλεια b, τον δεκελεα Α |31. δηλοῦν pro δηλοῦντοϲ GDronke)
    189

    Καὶ ἐπεί, ὡϲ πρόκειται, τὸ ο τὸ ἐν τῷ πρωτοτύπῳ, ἐάν τε μόνον ἦ], ἐάν τε ϲὺν ἑτέρῳ φωνήεντι, φυλάϲϲεται, Διόϲ Διόθεν, παντόϲ πάντοθεν , τηλοῦ τηλόθεν, καὶ παρὰ τὴν ἠπείρου γενικὴν τὸ ἠπειρόθεν, οὐ μὴν ὑγιῶϲ ἔχον τὸ ἀπείρηθεν.— Ἔϲτι πρὸϲ τοῦτο φάναι, ὡϲ πλείϲτη μετάθεϲίϲ ἐϲτι τοῦ ο εἰϲ τὸ ἡ κατὰ τὴν Ἰάδα διάλεκτον, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ κοινὸν ἔθοϲ. παρὰ τὴν βάλανον βαλανηφόροϲ· παρὰ τὸ κάλαθοϲ καλαθοποιόϲ, ἀλλὰ καὶ καλαθηφόροϲ· παρὰ τὸ ἔλαφοϲ ἐλαφοκτόνοϲ Ἄρτεμιϲ, ἀλλὰ καὶ ἐλαφηβόλοϲ· ϲτεφανοποιόϲ, ἀλλὰ καὶ ϲτεφανηφόροϲ. Ἴωνεϲ δὲ καὶ τοὺϲ ὁρκιοτόμουϲ ὁρκιητόμουϲ φαϲί, καὶ τούϲ αἱμοπόταϲ αἱμηπόταϲ. — τοῦ τοιούτου λόγου εἴχετο καὶ τὸ κοτήειϲ· ὡϲ γὰρ παρὰ τὸ ἄνεμοϲ ἀνεμόειϲ, ψόλοϲ ψολόειϲ, οὕτωϲ καὶ ὁ κότοϲ κοτόειϲ καὶ κοτήειϲ. παρὰ γοῦν τὸ θύοϲ πάλιν ἐϲτὶν ὁτὲ μὲν διὰ τοῦ ο λεγόμενον,

  • θυόεν νέφοϲ (ο 153),
  • ὁτὲ δὲ διὰ τοῦ ἡ,
  • βωμόϲ τε θυήειϲ (8 48).
  • εἰϲ τὸν τοιοῦτον λόγον πάμπολλα ἔϲτιν ἐκθέϲθαι. οὐδὲν οὖν κωλύει ποτὲ μὲν τὸν αὐτὸν φάναι ἠπειρόθεν, ποτὲ δὲ ἀπείρηθεν , ποτὲ δὲ ἀπειρόθεν.

    Ἔνια καὶ ὑπὸ πάθοϲ πίπτει, καθὼϲ ἐκτεθείμεθα καὶ περὶ τοῦ κεῖθεν. Τῆϲ γὰρ τοιαύτηϲ ϲυγκοπῆϲ ἔχεται καὶ τὸ ὄπιϲθεν· ὡϲ γὰρ ἄνω ἄνωθεν , ἔϲω ἔϲωθεν, οὕτωϲ ὀπίϲω ὀπίϲωθεν. ὃ δὴ ἐϲθ’ ὅτε καὶ μετὰ τοῦ ϲ ϲυγκόπτεται, ὅτε γίνεται ὄπιθεν. Καὶ τὸ ἔνερθεν δὲ δύο πάθη ἀνεδέξατο, ϲυγκοπὴν καὶ ἀφαίρεϲιν. ἦν γάρ τι ὄνομα τὸ ἔνερον, ἀφ’ οὐ τὸ ἐντελὲϲ ἐπίρρημα ἐνερόθεν, ἀφ’ οὐ κατὰ ϲυγκοπὴν ἔνερθεν, τάχα τῆϲ ὀξείαϲ εὐλόγωϲ ὑπερτεθείϲηϲ κατὰ τὸ ἄρχον μέροϲ, ἐπεὶ τὰ παραληγόμενα τῶν ἐπιρρημάτων τῷ ο, ὡϲ δεδείξεται, κατάφορά ἐϲτιν ἐπὶ τὸ παροξύνεϲθαι, τῶν ἄλλῳ φωνήεντι παρεδρευομένων οὐ τῇδε ἐχόντων. ϲαφὲϲ οὖν, ὅτι καὶ ἐν ἀφαιρέϲει ἐϲτὶ τὸ

  • νέρθεν ὑπ’ ἐγκεφάλοιο (Π 347 ).
  • [*](AROVM. 1 Eodem modo 5 saepe in ἤ mutatur quare ἀπείρηθεν non est cur vituperetur. — 20 Ἔνερθεν, unde per aphaeresin factum est νέρθεν, abo ἔνερον oriundum est.) [*](TKSTIM. 21 Et. M. 67, 11 ὅπιθ θεν ἀπὰ τοῦ ὀπίσω, ὀπίσωθεν, καὶ συχκοπ τῆς σῶ συλλαβῆς. Εἰ δὲ ὄπισθεν, ἀποκοπῆ τὸῦ ῶ· καὶ μετόπισθεν, Ἰλιάδος α΄. Epim. Cr. 290, 20 κέρθ θεν· ἔρα ἐστὶν ἠ γῆ ἐνέρων (Τ 61) ἐνέροθεν καὶ. συγκοπῆ ἔνιρθν καὶ ὑπένερθε ( Γ 278), ὡς ἑκατέρωξεν ἑκάτερθεν· εἶτα γίνεται ἔνερθεν γὴς· ἀφαίρεσις ἄρα γέχονε, τὸ γὰρ ἔνερθε πρῶτόν ἐστιν. Cf Et. Or. 117, 20. Et. M. 114, 13.) [*](DISCR. SCRIPT, 1. τὸ ὄ τὸ add. b in var. lect., ⟨τὸ⟩ ἐν τῷ πρωτοτύπῳ δ GFSchoemann | 6. κυνον Α, οι ab Α¹ supra scriptum | 2 9— 10. ὁρκιητόμουϲ ChALobeck, ὀρκιηφόρουϲ Ab | 18. τὸν add. BSchneider | 24. ἀνεδέξατο] fol. 144 r. 28. τῶν ἄλλῳ φωνήεντι b, των αλλων φωνηεντων Α)
    190
    τροπικώτερον μέντοι ἡ λέξιϲ τίθεται ἐπὶ παντὸϲ τοῦ κάτωθεν, ᾧ λόγῳ καὶ ἄριϲτοϲ μέν ἐϲτιν ὁ ἐν πολέμῳ ἰϲχυρύϲ, τροπικώτερον δὲ καὶ ἐπὶ παντὸϲ τοῦ προϲήκοντοϲ· τῇ γοῦν κυριολογίᾳ μαρτυρεῖ τὸ παρώνυμον ἀριϲτεύϲ.

    Ἔφαμεν ὡϲ τὰ δύο φωνήεντα ἀποβάλλει τὸ δεύτερον φωνῆεν. οὐχὶ οὖν δόξει τὸ ἄνευθεν ϲεϲημειῶϲθαι; Πρὸϲ ὃ φήϲομεν , ὅτι οὐ τῆϲδε τῆϲ παραγωγῆϲ ἔχεται, τῆϲ δὲ διὰ τοῦ θε, ἥ τιϲ καὶ τὴν δίφθογγον φυλάϲϲει, εἴθε, αἴθε. ἦν οὖν καὶ παρὰ τὸ ἄνευ ἄνευθε. καὶ ϲαφέϲ ἐϲτιν ἐκ τοῦ ἁπάντοτε τὸ ϲημαινόμενον φυλάϲϲειν τὴν θε ϲυλλαβήν. ἡ γοῦν κατάληξιϲ ἡ διὰ τοῦ θεν οὐδέποτε τὸ ν ἀποβάλλει· τὸ γὰρ Λεϲβόθεν οὐκέτι Λεϲβόθε, οὐδὲ ἄλλο τι τῶν τοιούτων· ἐν δὲ τῷ

  • ἄνευθε δέ ϲε μέγα νῶιν (X 88)
  • ἡ θε ϲυλλαβή ἐϲτιν. Ἀλλὰ πῶϲ ποτὲ ἔχει τὸ ν; Ὡι λόγῳ καὶ τὸ ἔλεγεν καὶ τὸ ἔφερεν, οὐ λήγοντα εἰϲ ν, προϲλαμβάνοντα δὲ τὸ ν διὰ τὴν τοῦ ε κατάληξιν. ῷ λόγῳ καὶ ὁ κέ ϲύνδεϲμοϲ κέν ἔϲθ’ ὅτε λέγεται παρὰ Δωριεῦϲι.

    Τὰ τῷ ο παρεδρευόμενα παρὰ Δωριεῦϲι τῶν ἐπιρρημάτων ἀπειράκιϲ ἐν ἀποκοπῇ γίνεται τοῦ θεν καὶ ἐν μεταθέϲει τοῦ ο εἰϲ ω, καθὼϲ προείπομεν, αὐτόθεν αὐτῶ, αὐτῶ ὁρῇϲ, Φύϲκα (Sophr. fr. 45 Ahrens), τουτόθεν τουτῶ , τουτῶ θάμεθα (Sophr. fr. 42 Ahrens). Τῇδε εἶχε καὶ τὸ πόθεν λεγόμενον οὕτωϲ, πῶ πῶ τιϲ ὄνον ὠναϲείται; (Sophr. fr. 89 Ahrens.) Καὶ τὸ πώμαλα δὲ παρὰ Ἀττικοῖϲ ἐν παρολκῇ τοῦ μάλα οὕτωϲ ἐγένετο, καθάπερ καὶ τὸ

  • ἦ μάλα δὴ τέθνηκεν (Ϲ 12)
  • ἦ μάλ’ ἐλαφρὸϲ ἀνήρ· ὡϲ ῥεῖα κυβιϲτᾷ (Π 745).
  • [*](ARGVM, 5 Ἄνευθε(ν) non per θεν, sed per θε suffixun derivatum ; quare ῦ vocis ἄνευ non intercidit. 17 Ea in θεν adverbia, quae 5 in paenultima habent, a Doriensibus saepe suffxο ita privantur, ut 5 in ω transeat.) [*](TXSTIM. 15 Epim. Cr. 160, 1 κε σύνδεσμος οἱ (scr. ὃν) Δωριεῖς ἤ μετὰ τοῦ ν λέχουσιν, ῆ τροπῇ τοῦ ε εἰς ⟨α⟩ κά. 17 Etym. Flor. apud Miller. Melanges 289 πολλὰ γὰρ εἰσὶν ἐπιρρήματα εἰς θεν λήγοντα, ἄτινα ἀποβάλ. λουσι τὴν θεν συλλαὴν καὶ ἐντείνουσι τὸ β εἰς ω, οἷον πόθεν πῶ, καὶ παρὼ Σώφρονι ‘πῶ τις ὦνον ὠνάσηται αι’. Σημαίνει καὶ τὸ κόθεν καὶ πάλεν ἔστιν αὑτόθεν αὐτῶ, ἀντὶ τοῦ ἐξ αύτοῦ τοῦ τόπου, καὶ γίνεται τῶ, καὶ οὐκ ἔχει τό ἴ· καὶ τὰ τῶδε (scr. τώδε) τὸ σημαῖνον τὸ διά οὐκ ἔχει τὸ ἴ. Τοῦτο δὲ ὁ μὲν Ἀπολλώνιος ὀξύνει (Et. M. 773, 20) e. q. s. Eadem fere in Et. Or. 137, 13, quae in Et. M. 698, 45 migrasse videntur. —22 Et. M 698, 45 71 4t πὡμαλα παρὰ Ἀττικοῖ ἐκ καρολκ κῆ τοῦ μάλα γένεται· καθάπερ (Σ 12) καὶ (II 746). τὰ δὲ πόθεν ἐπὶ τῆς o ὔ ἀρνήσεως συνεχῶς λέγεται, οἶον· ἔγραψας: πόθεν ἄντὶ τοῦ οὔ. Καὶ κατὰ τοιαύτην σημασίαν τὸ πώμαλα παπὰ Ἀττιικοῖς σημαίνει τὸ οὐδαμῶς. Etymologum exscripsit πhavorinus.) [*](DISCR. SCRIPT. 3 τῇ γοῦν b, η γουν Α 8. ἄνευ add. b 21 —22. πῶ πῶ τιϲ ὄνον ὀναϲείται HLAhrens, πῶ· πῶ τιϲ ὄνον ὀναϲεῖται b, π πωποτιϲονονα. ϲειται Α | 24. τέθνηκε Homerus)
    191
    τοῦ δὲ πόθεν ϲυνεχέϲτερον καὶ οὕτωϲ λεγομένου· ἔγρα ψαϲ; πόθεν; ὅπερ κατὰ τὴν τοιαύτην ϲημαϲίαν τὸ πώμαλά ἐϲτι παρὰ τοῖϲ Ἀττικοῖϲ κατὰ τὸ πλεῖϲτον.

    Τὰ ϲυμφώνῳ παρεδρευόμενα τῶν εἰϲ θεν ληγόντων ἐπιρρημάτων παρὰ Δωριεῦϲι καὶ Αἰολεῦϲιν ἀμείβει τὸ ε εἰϲ τὸ α, καὶ κατ’ ἐπακολού θηϲιν τὸ ν ἀποβάλλει, καθάπερ καὶ ἐπ’ ἄλλων παθῶν τὸ τοιοῦτον εὑρέϲθαι ἔϲτι. τὸ ᾔδειν παρ’ Ἴωϲι λεγόμενον ἤδεα, πεποιήκειν ἐπεποιήκεα, καὶ πάντα τὰ τούτοιϲ ὅμοια· καὶ ἐπ’ αἰτιατικῆϲ Ξέρξεα, Πολυδέκτεα, Γύγεα· καὶ ἐπὶ ϲυνδέϲμου τοῦ ἕνεκεν ἕνεκα, καὶ ἔτι τοῦ κέν καὶ κά. ὥϲπερ πάλιν εἰ τὸ α εἰϲ τὸ ε μεταπέϲοι, τὸ τηνικαῦτα πρόϲειϲι τὸ ν παρ’ Αἰολεῦϲι· τὸ λεγόμεθα λεγόμεθεν καὶ πάντα τὰ τοιαῦτα τῶν ῥημάτων. ⟨Ταῦτα οὖν τῶν ἐπιρρημάτων⟩ ἐϲτὶ διὰ τοῦ α μεθιϲτανόμενα, ὡϲ ἔφαμεν, κατὰ τὸ πλεῖϲτον, πρόϲθεν πρόϲθα , ἔνερθεν ἔνερθα , ὄπιϲθεν ὄπιϲθα,

  • ὁ δ’ ἐξὐπιϲθα καϲταθεὶϲ (lyr. gr. IlI3 fr. adesp. 67 Bergk),
  • ἔνθεν ἔνθα. καὶ ἐν ἄλλοιϲ δὲ ἐπιρρήμαϲιν, ὡϲ ἐν τοῖϲ ἑξῆϲ δεδείξεται, τὸ o εἰϲ τὸ α μεταπίπτει παρὰ ταῖϲ προκειμέναιϲ διαλέκτοιϲ.

    Παρείπετο τοῖϲ προκειμένοιϲ ἐπιρρήμαϲιν , εἰ μὲν ἀπὸ ὀνομάτων εἶεν καὶ μὴ τῷ ο παρεδρεύοιτο, τάϲιϲ ἡ αὐτή, ⟨ἣ> ἦν κατὰ τὸ τέλοϲ τῆϲ γενικῆϲ. τὸ ἀρχῆϲ περιϲπᾶται· τῇδε ἔχει καὶ τὸ ἀρχῆθεν. ὁμοίωϲ καὶ Ἰωνικὸν τὸ ἀγορῆϲ· τῇδε ἔχει καὶ τὸ ἀγορῆθεν. βαρύνεται τὸ Θήβηϲ· τῇδε ἔχει καὶ τὸ Θήβηθεν. ἀλλὰ καὶ τὸ Ἀθήνηϲ Ἀθήνηθεν, ϲιπύηϲ ϲιπύηθεν,

  • ἐκ δ’ ἄρτουϲ ϲιπύηθεν (Callim. fr. 454 Schneider).
  • πάλιν τοῦ γῆϲ περιϲπωμένου τὸ γῆθεν ϲυμπεριϲπᾶται. κὰν διὰ τοῦ α, Λυκίαϲ Λυκίαθεν. Ἐπὶ μέντοι τῶν τῷ ο παρεδρευομένων οὐ ταὐτὸν παρέπεται· ϲχεδὸν γὰρ ἅπαντα ὀφείλει παροξύνεϲθαι. παρὰ βαρυνομένην γὰρ γενικὴν τὴν Λέϲβου τὸ Λεϲβόθεν παροξύνεται· τῇδε ἔχει καὶ παρὰ τὴν Κύπρον τὸ Κυπρόθεν, Ἀβυδόθεν, οὐρανόθεν, Διόθεν, [*](ARGVM, 4 Ea in θεν adverbia, quorum paenultima syllaba in consonantem terminatur. in dorica et aeolice dialecto θεν in θα mutant. 18 Morum quae a nominibus derivantur neque ο in paenultima babent, accentum genetivοrum, e quibus facta sunt, servant 26 quorum autem in paenultima ὁ est, ea tantum non omnia paroxytona sunt;) [*](DISCR. SCRIPT. 1. ἔγραψαϲ, πόθεν;] Sic distinxit EJBast. assentitur b in var. lect., qui in textu scripsit ἔγραψαϲ ποθεν | 2. ὅπερ ⟨ἐϲτὶν οὐδαμῶϲ.⟩ aut ὅπερ ⟨ἐϲτὶν ἀντὶ τοῦ οὐ.⟩ GFSchoemann τοιαύτην Ab in textu, E. αὐτὴν’ b in var. lect. 1 |5. παρὰ Δωριεῦϲι] fol.144 v. | 12. ῥημάτων. ⟨Ταῦταο ῦν τῶν ἐπιρρημάτων ⟩ ἐϲτὶ διὰ τοῦ α μεθιϲτανόμενα G Dronke, ῥημάτων ἐϲτὶ διὰ τὰ μεθιϲτανόμενα Ab, ῥημάτων. ἔϲτι δὲ τὰ μεθιϲτανόμενα GUhlig | 14. /ὔπιϲθα pro ὅπιϲθα G GUhlig 15. καϲταθείϲ b ThBergk. καϲτάθειϲ HLAhrens; vid. 153, 19 19. τῷ 5 b, τὸ B Α b, om. Α | 20. τὸ ante αρχηϲ Α2 in marg , om. Α1 | 25. κὰν b, καν A, καὶ RSkrzeczka | 26. Ἐπὶ b, ἐπει Α τῷ ο b, το ο Α)
    192
    αὐτόθεν, ϲχεδόθεν. ἁπάντων τῷ λόγῳ τούτῳ ὑποπιπτόντων ἰδιαίτερον ἐβαρύνθη τὸ οἴκοθεν καὶ ἄλλοθεν (ἔνιοι μὲν γὰρ τὸ παντόϲ πάντοθεν καὶ παρώξυναν)· καὶ παρ’ ἐπίρρημα δὲ τὸ ἐκτόϲ τὸ ἔκτοθεν καὶ ἔνδον ἔνδοθεν. καὶ εἰ ἔϲτιν εἰπεῖν ὡϲ οὐκ ἄλλο τι ἐθέλει παροξύνεϲθαι, ὃ μὴ τῷ ο παρεδρεύεται (καὶ γὰρ ὀξυνομένου τοῦ ἑκάϲ τὸ ἕκαθεν προ παροξύνεται, καὶ ἅπαντα τὰ τῷ ω παρεδρευόμενα, ἄνω ἄνωθεν, κάτω κάτωθεν. τῇδε ἔχει καὶ τὸ ἑκατέρωθεν, ἀμφοτέρωθεν, ἑτέρωθεν. πάλιν δὲ παρὰ τὸ ἐγγύϲ παροξυνόμενον τὸ ἐγγύθεν), οὐκ ἔϲτιν ἀφορμὴ οὐδεμία τῶν προπαροξυνθέντων. ἴϲωϲ γὰρ τὸ ἄλλοθεν ἠδύνατο ἔχειν ἀπολογίαν διὰ τὴν βαρύτητα τῆϲ γενικῆϲ, καὶ τάχα τὸ οἴκοθεν· οὐ μὴν ἐπὶ τῆϲ παντόϲ γενικῆϲ ὀξυνομένηϲ τὸ πάντοθεν. ἢ ἐπιρρήματοϲ τοῦ ἐκτόϲ ὀξυνομένου τὸ ἔκτοθεν, ὅπου γε καὶ αἱ βαρυνόμεναι γενικαὶ παρωξυτονήθηϲαν κατὰ παραγωγήν , Κὐπρου Κυπρόθεν, Ἀβύδου Ἀβυδόθεν.