De adverbiis

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

Ἔτι φαμὲν οὕτωϲ, καλῶϲ ὁ ἄνθρωποϲ γράφει, καὶ ἔϲτι κατάλληλοϲ ὁ λόγοϲ· ἕκαϲτον γὰρ τῶν μορίων ϲυμφέρεται τῷ ἰδίῳ ϲυντάγματι ἀλλ’ ὁπηνίκα τὸ ἄρθρον ἐμπεριλαμβάνει τὸ ἐπίρρημα, οὐκέτι τὸ κατάλληλον ϲώζεται, ὁ καλῶϲ ἄνθρωποϲ γράφει, διὰ τὸ τῆϲ οἰκειότητοϲ ἀπεϲπάϲθαι τὸ μόριον· μεταξὺ γὰρ γινόμενον τὸ ἐπίρρημα δύο πτωτικῶν, λέγω τοῦ ἄρθρου καὶ τοῦ ὀνόματοϲ, οὐκ ἔχει τὴν καταλληλότητα τὴν ἐπὶ τὸ ῥῆμα, ὡϲανεὶ ὑπὸ τοῦ γένουϲ ϲυνεχόμενον. καὶ ἔνθεν οὔτε ἐπὶ τὸ ὄνομα δύναται ἐνεχθῆναι, ὅτι ἀλλοτρία ἡ ϲύνταξιϲ, οὔτε ἐπὶ τὸ ῥῆμα, καθὼϲ προειρήκαμεν, ϲυνεχόμενον ὑπὸ τοῦ γένουϲ. μεταξὺ οῦν τούτων οὐκ ἄλλο τι πέπτωκεν ἢ μόνη ἡ μετοχή, δυναμένη καὶ τὸ γένοϲ μηνῦϲαι καὶ τὸ πρᾶγμα, ὅπερ ἐπιζητεῖ τὸ ἐπίρρημα. καὶ ἐπί γε πάλιν τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ οὐ γίνεται τὸ κατάλληλον ἄλλου του ἐπιφερομένου ἢ μόνηϲ μετοχῆϲ. μεθ’ ἧϲ πάλιν καὶ ῥῆμα ϲυγγενήϲεται ὑπὲρ τοῦ ϲυγκλειϲθῆναι τὸν λόγον. ἐφ’ ὃ οὐκέτι τὸ προειρημένον ἐπίρρημα ἐπιφέρεται. διὸ καὶ προείπομεν, ὡϲ καὶ ἐπὶ μετοχὰϲ φέρεται τὰ ἐπιρρήματα. τὸ δὲ ὑπόδειγμα τοῦ λόγου τοιοῦτόν ἐϲτιν, ὁ καλῶϲ ἄνθρωποϲ γράψαϲ ἐτιμήθη. — πάλιν ἡ τοιαύτη ϲύνταξιϲ διὰ πολλῶν παραθέϲεων ἐν τῷ περὶ ϲυντάξεωϲ ἀποδίδοται. — Καὶ τοϲαῦτα μὲν περὶ τοῦ ὅτι κατηγορεῖ τῶν ῥημάτων τὸ ἐπίρρημα.

[*](Argvm. 16 Adverbium nunquam inter articulum et nomen ponitur, itaque nec articuli nec nominis esse potest, sed aut ad vebum pertinet, aut ad participium, quod ipsum quoque actionem indicat.)[*](Discr. script. 10. ‘Legendum videtur ἀποφαινοίμεθα’ b in var. lect. | 13. καὶ τὸ ἀποφατικόν inseruit RSchneider | ιδιαι A | 18. ενπεριλαμβανει A | 21. μεταξὺ] fol. 115 v. | 25. laenam explevit b | 26. lacunam explevit RSkrzeczka | 27. τηϲ τοι fere evan. in A | 31. τὰ ἐπιρρήματα b, και επιρρηματα A)
123

Φαμὲν δὲ ἢ καθολικῶϲ ϲυνεῖναι τοῖϲ ῥήμαϲι τὰ ἐπιρρήματα ἢ μερικῶϲ, ἐπεί τινα μὲν ϲύνοιϲτά ἐϲτι, ϲημαϲίαϲ οὐκ ἀντικειμένηϲ, ἁπάϲαιϲ ταῖϲ ἐγκλίϲεϲιν, ἅπαϲι τοῖϲ χρόνοιϲ, ἅπαϲι τοῖϲ προϲώποιϲ, ὡϲ ἕνεκα ὑποδείγματοϲ τὸ καλῶϲ ἔϲτι παραλαμβάνειν, τὸ οὕτωϲ, ἄλλα πάμπολλα, τῆϲ φράϲεωϲ, ὡϲ ἔφαμεν, οὐκ ἀντιπιπτούϲηϲ, καθότι πάλιν καὶ ἐπὶ τῶν ὀνομάτων οἱόν τέ ἐϲτι παραδέξαϲθαί τινα τῶν ἐπιθετικῶν δυνάμενα ϲυντείνειν ἐπὶ πάντα τὰ ὀνόματα, τινὰ δὲ πάλιν μερικωτέραν ἔχει τὴν ϲύνταξιν (τό τε γὰρ μέλαϲ ἢ λευκόϲ ἐπὶ πᾶν ϲῶμα δύναται ϲυντείνειν, οὐ μὴν τὸ λόγιοϲ ἢ ϲυνετόϲ, ὅτι μὴ ἐπὶ τῶν δυναμένων ἀναδέξαϲθαι ϲύνεϲιν ἢ λόγον, ἅπερ ἂν εἶη λογικὰ ζῶα)· τὸν αὐτὸν δὴ τρόπον καί τινα τῶν ἐπιρρημάτων εἴργεται τῆϲ ϲυντάξεωϲ ἕνεκα τοῦ ϲημαινομένου. τὸ ἄγε παρακελευϲτικὸν οὐ τετάξεται ϲὺν ὁριϲτικῇ προφορᾷ, ἀλλ᾿ οὐδὲ εὐκτικῇ ἢ ἄλλη τινὶ ἢ μόνη τῇ προϲτακτικῇ, οὕτωϲ ὥϲτε καὶ τὰ ἀμφίβολα τῶν ῥημάτων τῇ ἰδιότητι τῆϲ ϲυντάξεωϲ ἀπολύεϲθαι τῆϲ ἀμφιβολίαϲ διὰ τῆϲ ἰδίαϲ αὐτοῦ παραθέϲεωϲ. τὸ λέγετε ὁριϲτικόν, ἀλλ᾿ οὐ τὸ ἄγε λέγετε, ἄγε τύπτεϲθε. — τὰ χρονικὰ ἐπιρρήματα ϲυμφωνοῦϲαν τοῖϲ τοῦ ῥήματοϲ χρόνοιϲ ποιεῖται ϲύνταξιν. οἷον τὸ ἐχθέϲ παρῳχημένῳ ϲυντετάξεται, ἐχθὲϲ ἔγραφον, ἐχθὲϲ ἔγραψα. τὸ γὰρ αὔριον ἀντικείμενον τῷ παρῳχημένῳ, οὐ ϲυντετάξεται ἢ πάλιν τοῖϲ ὁμολογοῦϲι τὸ ⟨μὴ⟩ παρῳχῆϲθαι, αὔριον γράφω, αὔριον γράψω, αὔριον ἀναγινώϲκω. τὰ μέντοι οὐ διορίζοντα τὸν χρόνον, κοινὴν δὲ παράταϲιν δηλοῦντα τοῦ παντὸϲ χρόνου, ϲυμπαραλαμβάνεται κατὰ πάντα χρόνον, ὡϲ ἔχει τὸ νῦν ἐφρόνηϲα, νῦν φρονῶ, νῦν φρονήϲω· ἤδη ἔγραψα, ἤδη γράφω, ἤδη γράψω. ὁ αὐτὸϲ λόγοϲ ϲυντεινέτω ἐπὶ πάντων τῶν τοιούτων.

Ἔϲτιν οὖν πάντα τὰ ϲυγκεχυμένα κατὰ χρόνον ἔν τε μετοχαῖϲ ἔν τε ῥήμαϲι διὰ τῆϲ τούτων παραθέϲεωϲ ἀπαλλάξαι τῆϲ ἀμφιβολίαϲ. τὸ [*](Argvm. 1 Ut non licet quaedam attributa omni nomini apponere, ita quaedam adverbia cum omnibus modis, temporibus, personis coniunguntur, quaedam non cum omnibus. — 26 Quaecunque igitur tempora sive participiorum sive verborum non sunt definita, appositis adverbiis definiuntur.) [*](Testim. 1 Prisc. XV, 1 60, 6 Hertz; vid. quae ad 119, 5 adscripta sunt. — 16 Schol. Dion. Thr. B A 937, 3 τὰ γενικὴν παράστασινιν δηλοῦντα ἐπιρρήματα συμπαραλαμβάνεται κατὰ πάντα χρονικὰ ὡς τὸ νῦν . . καὶ τὸ ἤδη ὁμοίως . . καὶ ἔστι σαφῶς εἰπεῖν ὅτι τὰ χρονικὰ ἐπιρρήματα ἢ καθολικὸκ χρόνον δηλοῖ ἢ μερικόν, καὶ ἢ ὡρισμένα ἐστὶ ὡς χθές, σήμερο, ἢ ἀόριστα ὡς πάλαι, ποτέ . καὶ τούτων τὸ μὲν αὔριον καταχρηστικῶς ἐνεσιῶτι συντάσσεται. τὰ δὲ νὔν, ἤδη τοῖς τρισὶ χρόνοις.) [*](Discr. script. 3. τοῖϲ χρόνοιϲ, ἅπαϲι inseruit GDronke | 4. υποδειγματ abbr. A | 5. καὶ b, η A | 7. τα supra lin. alio ut videtur atramento | 12. παρακελευϲτι A 15. ⟨καὶ⟩ ὁριϲτικόν vel ⟨προϲτακτικὸν ἢ⟩ ὁριϲτικόν coniecit RSchneider 16. post τύπτεϲθε inserit GDronke, quae nunc 124, 8 –14 leguntur | in margine A11 περι χρονικων επιρρηματων | 20. μὴ add. b | αὔριον] fol. 116 r. 23 φρονεϲω A | 26. ‘Fort. ἔϲτι γοῦν’ b in var. lect.)

124
λέγων μετάληψίϲ ἐϲτιν ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ, τὸ λέγειν ἀπαρέμφατον. ἀλλ’ ἡνίκα μέν φαμεν ἐχθὲϲ λέγων Δίων ἥμαρτεν ἢ ἐχθὲϲ Δίων λέγων ἐτιμήθη, τὸ τηνικαῦτα τὸ λέγων μόνον παρατατικοῦ ἐϲτιν. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ λέγειν· τὸ γὰρ μέλλω λέγειν αὔριον παράταϲιν οὐ δηλώϲει, τὸν δὲ ἐνεϲτῶτα χρόνον, ὃϲ ϲυντάϲϲεται τῷ αὔριον, αὔριον λέγει Τρύφων. πάλιν ἡ τοιαύτη ἔννοια ἐπὶ τὰ ὅμοια διηκέτω.

Ἡ οὔ ἀπόφαϲιϲ, μαχομένη τῇ ναί καταφάϲει, τὰ ἐν καταφάϲει ῥήματα ἀναιρεῖ, ἅπερ ἐϲτὶν ὁριϲτικά, ἔχοντα ἐν αὑτοῖϲ τὴν κατάφαϲιν, ἀνθ’ ἧϲ καὶ πολλάκιϲ παραλαμβάνεται, οὐ γράφῶ, οὐ ποιῶ· ἡ δὲ μή ἀπαγορεύουϲα τὸ ἐν προϲτάξει πάλιν καταφατικὸν ἀναιρεῖ, γράφε μὴ γράφε, λέγε μὴ λέγε. ἔϲτι δὲ ὅπου καὶ τὸ μή, παραλαμβανόμενον οὐ μόνον κατὰ ἀπαγόρευϲιν, ἀλλὰ καὶ κατὰ διαπόρηϲιν, τοῖϲ κατ’ ἐρώτηϲιν προοιϲτοῖϲ ϲυντάϲϲεται, μὴ ἔγραψαϲ; μὴ ἐλάληϲαϲ;

Καὶ ἐν παρῳχημένων δὲ διαφοραῖϲ πάλιν τὰ ἐπὶ παρῳχημένου χρόνου ἐπιρρήματα παραλαμβανόμενα οὐχ οἵόντε διήκειν ἐπὶ ἐνεϲτῶτοϲ, ὡϲ ἐπὶ τοῦ πάλαι ἔϲτιν ἐπινοῆϲαι ἢ πρώην. οἷόν τε μὲν γὰρ ἐπὶ τοῦ ὑπερϲυντελικοῦ τοῦτο φάναι, πάλαι ἐγεγράφειν, πάλαι ἠριϲτήκειν, οὐ μὴν ἔτι ἐπὶ τοῦ παρακειμένου, ἐπεὶ τὸ ἅμα νοήματι ἠνυϲμένον δι’ αὐτοῦ νοεῖται, τὸ δὲ πάλαι ἠνυϲμένηϲ πράξεώϲ ἐϲτι παραϲτατικόν. ὁ γοῦν καλούμενοϲ ἀόριϲτοϲ, προϲλαβὼν τὸ πάλαι, ὑπερϲυντελικὸϲ μᾶλλον ἀκούεται. ἐμπεριέχει γὰρ τὸ παρῳχημένον τοῦ παρακειμένου καὶ τοῦ ὑπερϲυντελικοῦ, ὥϲ γε καὶ ἐπὶ ὀνόματοϲ ἔϲτιν ἐπινοῆϲαι κοινότητα ἀρϲενικοῦ καὶ θηλυκοῦ. ἔνθεν καὶ τῆϲ ὀνομαϲίαϲ ἔτυχε, κατὰ ἀπόφαϲιν εἰρημένοϲ τοῦ μὴ ὁρίζειν τὸν παρωχημένον. διὸ καὶ κατὰ ἀπόφαϲιν τῶν προειρημένων δύο χρόνων ἐθεματίϲθη. ᾧ λόγῳ καὶ τὸ ϲώφρων τὸ ὁ προϲλαβὸν νοεῖται μόνωϲ ἀρϲενικόν. — Εἰϲ τὴν αὐτὴν [*](Argvm. 8 Ita οὔ indicativi, μὴ imperativi est — 15 et aoristus, qui indefinitam praeteriti notionem habet, adiecto πάλαι adverbio ita definitur, ut plusquamperfecti vim induat.) [*](Trstim. 8 Schol. Dion. Thr. BA 889, 27 ὁ δὲ ἀόριστος οὐδὲν ὡρισμένου χρόνου ἐμωαίνει, ὡς οἱ ὑποκείμενοι, ἀλλὰ σὺν μὲν τῷ ἄρτι ταὐτὸν δύναται τῷ καρακειμένῳ . . τῷ δὲ πάλα ἴσον δύναται τῷ ὑπερσυντελικῷ. cf. Choer. 1281, 18.) [*](Disch, script. 1. παρατατικοῦ ⟨καὶ⟩ τὸ vel παρατατικοῦ τό ⟨τε⟩ GUhlig | 4. τὸ γὸρ μέλλω b, ο γαρ μελλων A | 6. τοιαυτη A, αὐτὴ b | 8. Ἡ οῦ —14 ἐλάληϲαϲ; GDronke transponi iubet post τύπτεϲθε 123, 16 | 10. ⟨γράφω⟩ οὐ γράφω, ⟨ποιῶ⟩ οὐ ποιῶ GFSchoemann | 11. απαγορευουκα A, ἀπαγόρευϲιϲ b | 13. διαπορρηϲιν A | 14. προοιϲτοῖϲ ⟨ὀριϲτικοῖϲ⟩ GDronke | ελαληϲ abbr. A | 16. οιοντ abbr. A | 19. ἐπεὶ b, ἐπι A | νόημα τὶ A | 20. ν post εϲτι erasum in A, ut saepissime | παραϲτατικ abbr. A | 21, O ante γουν maiusc. inte lin. scripta in A | 25. ante οριζειν addidit δι supra lin. Az | διὸ — 27 ἀρϲετικόν delevit RSkrzeczka; pro κατὰ ἀπόφαϲιν GFSchoemann conicit εἰϲ ἔμφαϲιν vel εἰϲ ἀπόφανϲιν | 27. προϲλαβων A | αρϲενικ abbr. A)

125
ἔννοιαν τοῦ προκειμένου λόγου πλεῖϲτα ἔϲτι παραθέϲθαι, ἀπόχρη μέντοι εἰϲ ἀφορμὴν τὰ προκατειλεγμένα τοῦ διακρῖναι καὶ τὰ ὑπόλοιπα.

Ἔτι δὲ κἀκεῖνο δεῖ προϲθεῖναι, ὡϲ οὐδὲ κατὰ πᾶν πρόϲωπον ϲύνεϲτι τὰ ἐπιρρήματα, ὡϲ ἔχει τὸ ὤμοι, περὶ οὗ καὶ ἐν τοῖϲ ἑξῆϲ εἰρήϲεται, εἰ, ὡϲ ἔνιοι ὑπετόπηϲαν, ἔχει ϲυγκειμένην τὴν μοί ἀντωνυμίαν.

Μηδὲ ἐκεῖνό γε παραλελείφθω, τί δή ποτε, εἰ καὶ ἐν ὑποτάξει ἐϲτὶ τὰ ἐπιρρήματα τοῦ ῥήματοϲ καὶ ἐν προτάξει, ἀπὸ τοῦ προτετάχθαι τὴν ὀνομαϲίαν ἔλαβε Πρὸϲ ὃ ἔϲτιν ὑπαντῆϲαι ὅτι ὅμοιόν ἐϲτι τῷ καὶ τὴν αὐτόϲ ἀντωνυμίαν ἐπιταγματικὴν καλεῖν. ἐπιτάϲϲεται μέν,

  • αὐτὸϲ ἑκών οἱ δῶκα (δ 649)
  • καὶ
  • αὐτῷ τοι μετόπιϲθ᾿ ἄχοϲ ἔϲϲεται (1 249)·
  • ὑποτάϲϲεται δὲ οὕτωϲ,
  • ϲοὶ δ᾿ αὐτῷ μελέτω (Ο 231)·
  • καὶ ὁμοίωϲ ἀπὸ τῆϲ κατὰ τὴν ἀρχὴν ϲυντάξεωϲ ἐπιταγματικὴ ὠνόμαϲται. οὐδὲν οὖν κωλύει καὶ τὸ ἐπίρρημα τῇδε ἐϲχηματίϲθαι. — Προϲθείημεν δ᾿ ἂν κἀκεῖνο, ὡϲ ψευδὴϲ ὑπόληψίϲ ἐϲτι τοῦ καὶ τὸ ἐπίρρημα ὑποτάϲϲεϲθαι. τὸ γὰρ δέον ἐϲτὶν ἡ πρόταξιϲ, καὶ τὸ ὑποτεταγμένον δυνάμει ἐϲτὶν ὑπερβατόν· ἀλλὰ τὸ ϲύνηθεϲ τοῦ λόγου ὡϲ ἐν ἴϲῳ τὴν ϲύνταξιν ἐποιήϲατο. καὶ τὸ τοιοῦτον ἐν τῷ περὶ ϲυντάξεωϲ ἀκριβέϲτερον εἰρήϲεται, εἰϲ μέντοι κατάϲταϲιν βραχεῖάν τινα ἀπόδειξιν ληπτέον. εἴπομεν αὐτὰ δυνάμει ἐπιθετικὰ εἶναι τῶν ῥημάτων. ᾧ λόγῳ οὖν καὶ τὰ ἐπιθετικὰ τῶν ὀνομάτων προηγεῖϲθαι θέλει τῶν οἷϲ ἐπίκειται, τὸν αὐτὸν [*](Argvm. 3 Ne omnibus quidem personis omnia adverbia apponuntur. — 6 Recte adverbium a praeponendo nomen accepit; — 16 lex enim est ut praeponatur; 23 eodem modo adiectiva rectius praeponuntur,) [*](Testim. 8 Schol. Dion. Thr. BA p. 933, 9 πάλικ δὲ ἐζήτησαν, εἰ πρὸ ῥήματος καὶ μετὰ ῥήματος (ῥῆμα scr. RSchneider) τάσσεται, οἷον ‘καλῶς γράφω, γράφω καλῶς’, πῶς ἀπὸ θατέρας τῶν προτάσεων (rest. συντάξεων pro προτάσεων e. cod. Barocc. 116) ἐπίρρτμα μόνον καλεῖται, οὐκέτι δὲ καὶ ύπόρρημα. καὶ λέχομεν πρῶτον μὲν ⟨ὅτι ins. RSchneider⟩ καὶ ἡ αὐτόςρ ἐπιταγματικὴ καλ λεῖται, καίτοι πολλάκις ὑποτασσομένη ἄλλως τε τῇ φύσει προηγεῖσθαι πέφυκε τῶ ῥημάτων τὰ ἐπιρρήματα ὡς καὶ. τῶν ὀνομάτων τὰ ἐπίθετα. ibid. 934, 9 Διὰ τί δέ, τοῦ ῥήματος καὶ προτασσόμενον καὶ ὑποτασσόμενον, μόνον ἐπίρρημα ἐκλήθη; καὶ φφαμεν ὅτι ἀπὸ τῆς μιᾶς συντάξεως τῆς κυριωτέρας. εἰ γὰρ καὶ ὑποτάττεται τοῖς ῥήμασιν, ἀλλ᾿ ὅμως ἡ γνησία αὐτῶν σύνταξις προτέρα, ὥσπερ καὶ τὰ ἐπίθετα πρότερά ἐστι τῶν ὀνομάτων. καθ᾿ ὡν ἐκ πίκειται. cf. ibid. 934, 20.) [*](Discr. script. 3. δεῖ evan. in A | 5. εἰ b, η A | 6, ποτε . . καὶ b, sed in A, nullo lacunae signo, aliquid supra lin. scriptum ab Ax, quod ‘videtur esse ει’ ‘ει καὶ rec m. Quod recipiendum’ b in var. lect. ‘Videtur additum fuisse ει’ mg. L | 7. ⟨οὐκ⟩ ἀπὸ KLehrs | 9. προτάϲϲεται pro ἐπιτάϲϲεταῖ KLehrs | 10. εκων alio atramento in ras. Az, ἑκὼν b in textu, ‘Leg. ἐγών’ b in var. lect | 12. μετοπιϲθεν A | εϲεται A | 13. υποταϲεται A | ϲ in ουτωϲ erasum | 15. ⟨οὐκ⟩ ἀπὸ KLebrs | 16. Ο in ουδεν maiusc. ante lineam script. in A)
    126
    δὴ τρόπον καὶ τὰ ἐπιρρήματα προηγεῖϲθαι θέλει τῶν ῥημάτων. — Ἀλλ’ ἴϲωϲ τιϲ φήϲειε διάλληλον τὸ τοιοῦτον. «τί γάρ ἐϲτι μᾶλλον ξανθὸϲ Ἀτρείδηϲ ἢ Ἀτρείδηϲ ξανθόϲ»; Πρὸϲ ὃν ἔϲτι φάναι, ὅτι καὶ τὸ τοιοῦτον ὑπερβατόν. καὶ ϲαφὲϲ μὲν ἐκ τῆϲ πολλῆϲ χρήϲεωϲ, νεφεληγερέτα Ζεύϲ, γλαυκῶπιϲ Ἀθήνη, ποδάρκηϲ δῖοϲ Ἀχιλλεύϲ· ἀλλὰ καὶ δι’ ἀποδείξεωϲ ἔϲτι τὸ τοιοῦτον παραϲτῆϲαι. ἰδοὺ γὰρ τὸ ἄρθρον, ὅτε μὲν μόνον ἐϲτὶ τὸ ὄνομα ἢ τὸ προϲηγορικὸν ἢ τὸ κύριον, ἀκωλύτωϲ πρόϲειϲιν, ὁ ἄνθρωποϲ διαλέγεται, ὁ ἵπποϲ τρέχει ὁπηνίκα μέντοι τὸ ἐπιθετικὸν ϲύνεϲτιν, οὐκέτι πρόϲειϲιν. οὐ γὰρ φήϲομεν ὁ ἄνθρωποϲ ϲεμνὸϲ διαλέγεται, ὁ ἵπποϲ λευκὸϲ τρέχει. εἰ δὲ ἀποκαταϲταίη εἰϲ τὸν δέοντα τόπον ἡ τοῦ ἐπιθετικοῦ ϲύνταξιϲ, τὸ τηνικαῦτα ὁ λόγοϲ καθίϲταται, ὁ ϲεμνὸϲ ἄνθρωποϲ διαλέγεται, ὁ λευκὸϲ ἵπ ἵπποϲ τρέχει. — Ἔϲτι δὲ καὶ ἐπὶ τῶν ἐπιρρημάτων, εἰ καὶ μὴ δι’ ἄρθρου ἢ τινοϲ τοιούτου ἔϲτιν ἀποδεῖξαι, ἀλλὰ οὖν γε ἐκ τῆϲ κατὰ πεῦϲιν ἐπιρρηματικῆϲ ϲυντάξεωϲ. δεόμενοι. γὰρ τῶν πράξεών φαμεν οὕτωϲ, πῶϲ ἔγραψαϲ; οὐκ ἀνάπαλιν ἔγραψαϲ πῶϲ; καὶ ἔτι ἐπὶ τοῦ ποῦ ἀπῆλθεϲ οὐ μὴν ἀπῆλθεϲ ποῦ; — εἰ δέ τιϲ εἴποι· «ἀλλ’ ἰδοὺ κατὰ τὴν ἀόριϲτον προφορὰν ὑποτάϲϲεται τὰ ἐπιρρήματα, ἔγραψέ πωϲ, ἀπῆλοέ που», ἴϲτω ὅτι διὰ φυϲικώτερον λόγον τὸ τοιοῦτον ὑπερεβιβάϲθη. τὰ γὰρ ἀοριϲτούμενα ἐγκλιτικά ἐϲτι, τὰ δὲ ἐγκλιτικά, ἵνα ἐγκλινόμενα γένηται, ὑποτακτικά ἐϲτιν. ἐπεκράτηϲεν ἄρα ἡ φωνή, ἐγκλιτικὴ γενομένη, τῆϲ ἐπιρρηματικῆϲ ϲυντάξεωϲ.